The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- θαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγος
- Τρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνην
- Ἴλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες.
- οἱ δʼ ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν
- πῦρ ἴδιον πλεκτῇσιν ἐνὶ κλισίῃσι βαλόντες·
- Ἰλιάδος δὲ λιπόντες ἐρημαίην χθονὸς ἀκτὴν
- πλώετε πασσυδίῃ ψευδώνυμον οἴκαδε νόστον,
- εἰσόκεν εὐόρμου τετανυσμένον ὲκ περιωπῆς
- ὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο