The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας,
  2. ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι
  3. ἢ θανάτῳ βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι.
  4. ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις,
  5. εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος
  6. καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοις
  7. μητέρος ἑλκομένης ἁπαλῶν τʼ ἐλάθεσθε νεοσσῶν.