The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἡ δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσα
  2. συμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνη
  3. ἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν.
  4. αὐτὰρ ὁ δαιμονίῃσι νόον βουλῇσιν ἑλίσσων
  5. πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼς
  6. ὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας,
  7. ἄφνω δʼ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας