Dialogue with Trypho
Justin Martyr
Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.
Μυστήριον γὰρ διὰ τούτου, ὡς προέφην, ἐκήρυσσε, δι᾿ οὖ καταλύειν μὲν τὴν δύναμιν τοῦ ὄφεως, τοῦ καὶ τὴν παράβασιν ὑπὸ τοῦ Ἀδὰμ γενέσθαι ἐργασαμένου, ἐκήρυσσε, σωτηρίαν δὲ τοῖς πιστεύουσιν ἐπὶ τοῦτον [cf. JEAN, III, 15] τὸν διὰ τοῦ σημείου τούτου, τουτέστι τοῦ σταυροῦ, θανατοῦσθαι μέλλοντα ἀπὸ τῶν δηγμάτων τοῦ ὄφεως, ἅπερ εἰσὶν αἰ κακαὶ πράξεις, εἰδωλολατρεῖαι καὶ ἄλλαι ἀδικίαι.
Ἐπεὶ εἰ μὴ τοῦτο νοηθήσεται, δότε μοι λόγον (??)τον χάριν τὸν χαλκοῦν ὄφιν Μωσῆς ἐπὶ σημείου ἔστησε, καὶ προσβλέπειν αὐτὸν τοὺς δακνομένους ἐκέλευσε, καὶ ἐθεραπεύοντο οἱ δακνόμενοι, καὶ ταῦτα αὐτὸς κελεύσας μηδενὸς ὅλως ὁμοίωμα ποιεῖν.
Καἰ ὁ ἕτερος τῶν τῇ δευτέρα ἀφιγμένων εἶπεν· Ἀληθῶς εἶπας· οὐκ ἔχομεν λόγον διδόναι· καὶ γὰρ ἐγὼ