Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Ἔστιν οὖν ὁ λόγος, δι᾿ οὗ ἐσήμανα τὸν θεὸν δηλοῦν ὅτι καὶ ἄγγελοί εἰσιν ἐν οὐρανῷ καὶ δυνάμεις, οὗτος· Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἵ δυνάμεις αὐτοῦ [Ps., CXLVIII, 1-2].

[fol. 140] Καὶ Μνασέας δέ τις ὀνόματι τῶν συνελθόντων

v.2.p.60
αὐτοῖς τῇ δευτέρᾳ ἡμέρᾳ εἷπε· Καὶ ἡμεῖς χαίρομεν πάλιν πειρωμένου σου τὰ αὐτὰ λέγειν δι᾿ ἡμᾶς.

Κἀγὼ εἶπον· Ἀκούσατε, φίλοι, τίνι γραφῃ πειθόμενος ταῦτα πράττω. Ἰησοῦς ἐκέλευσεν ἀγαπᾶν καὶ τοὺς ἐχθρούς [cf. MT., V, 44, et LUC, VI, 27], ὅπερ καὶ διὰ Ἡσαίου ἐκεκήρυκτο διὰ πλειόνων, ἐν οἷς καὶ τὸ μυστήριον τῆς πάλιν γενέσεως ἡμῶν, καὶ ἁπλῶς πάντων τῶν τὸν Χριστὸν ἐν Ἱερουσαλὴμ φανήσεσθαι προσδοκώντων κα δι᾿ ἔργων εὐαρεστεῖν αὐτῷ σπουδαζόντων.

Εἰσὶ δὲ οἱ διὰ Ἡσαΐου λόγοι οὗτοι· Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸ ῥῆμα αὐτοῦ. Εἴπατε· ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις τὸ ὄνομα κυρίου δοξασθῆναι. Ὤφθη ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται. Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ λαοῦ, φωνὴ κυρίου ἀποδιδόντος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέτεκεν ἄρσεν.

Τίς ἤκουσε τοιοῦτον, καὶ τίς ἑώρακεν οὕτως, εἰ ὤδίνεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ, εἰ δὲ καὶ τέκοι ἔθνος εἰς ἅπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς; Ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ οὐ γεννώσῃ, εἶπε κύριος. ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα, λέγει κύριος. Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγορίσατε [fol. 140] πάντες οἱ ἀγαπῶντες αὐτήν· χαίρετε πάντες ὅσοι πενθεῖτε ἐπ᾿ αὐτήν, ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μασθοῦ παρακλήσεως

v.2.p.62
αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτοῦ [Is., LXVI, 5–11].

Καὶ ταῦτα εἰπὼν προσέθηκα· Ὅτι δέ. μετὰ τὸ σταυρωθῆναι τοῦτον ὃν ἔνδοξον πάλιν παραγενήσεσθαι ἀποδεικνύουσιν αἱ γραφαί [cf. DAN., VII, 13–14, et Ps., XXIII, 7], σύμβολον εἶχε τοῦ ξύλου τῆς ζωῆς [cf. Gen.. II, 9 et Prou., III, 18], ὃ ἐν τῷ παραδείσῳ πεφυτεῦσθαι ἐλέλεκτο, καὶ τῶν γενησομένων πᾶσι τοῖς δικαίοις. ἀκούσατε. Μωσῆς μετὰ ῥάβδου ἐπὶ τὴν τοῦ λαοῦ ἀπολύτρωσιν ἐπέμφθη [cf. Exode, IV, 17], καὶ ταύτην ἔχων μετὰ χεῖρας ἐν ἀρχῇ τοῦ λαοῦ διέτεμε τὴν θάλασσαν [cf. ibid., XIV, 16], διὰ ταύτης ἀπὸ τῆς πέτρας ὕδωρ ἀναβλύσαν ἑώρα [cf. ibid., XVII, 5–6, et Nombr., XX, 8]· καὶ ξύλον βαλὼν εἰς τὸ ἐν Μερρᾷ ὕδωρ, πικρὸν ὅν, γλυκὺ ἐποίησε [cf. Exod., XV, 23–25].

Ῥάβδους βαλὼν Ἰακὼβ εἰς τὰς ληνοὺς τῶν ὑδάτων ἐγκισσῆσαι τὰ πρόβατα τοῦ μητραδέλφου, ἵνα τὰ γεννώμενα ἐξ αὐτῶν κτήσηται, ἐπέτυχεν· ἐν ῥάβδῳ αὐτοῦ διεληλυθέναι τὸν ποταμὸν ὁ αὐτὸς Ἰακὼβ καυχᾶται [cf. Gen., XXX, 37-38, et XXXII, 10]. Κλίμακα ἔφη ἑωρᾶσθαι αὐτῷ, καὶ τὸν θεὸν ἐπ᾿ αὐτῆς ἐστηρίχθαι ἡ γραφὴ δεδήλωκε [cf. Gen., XXVIII, 12-13]· καὶ ὅτι οὐχ ὁ πατὴρ ἦν, ἀπὸ τῶν γραφῶν ἀπεδείξαμεν. Καὶ ἐπὶ λίθου καταχέας ἔλαιον ἐν τῷ αὐτῷ τόπῳ Ἰακὼβ στήλην τῷ ὀφθέντι αὐτῷ θεῷ ἀληλιφέναι ὑπ᾿ αὐτοῦ τοῦ

v.2.p.64
ὀφθέντος αὐτῷ [fol. 141] θεοῦ μαρτυρεῖται [cf. Gen., XXVIII, 18, et XXXI, 13].