Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Καὶ ὁ Τρύφων· Εἰ μέν. ὡς ἔφης. εἶπε, παρέγραψάν τι ἀπὸ τῶν γραφῶν οἱ ἄρχοντες τοῦ λαοῦ. θεὸς δύναται ἐπίστασθαι· ἀπίστῳ δὲ ἔοικε τὸ τοιοῦτον.

Ναί. ἔφην, ἀπίστῳ ἔοικε· φοβερώτερον γάρ ἐστι τῆς μοσχοποιΐας, ἣν ἐποίησαν ἐπὶ γῆς μάννα πεπλησμένοι, καὶ τοῦ τὰ τέκνα [fol. 128] θύειν τοῖς δαιμονίοις. ἢ τοῦ αὐτοὺς τοὺς προφήτας ἀνῃρηκέναι. Ἀλλὰ δή. ἔφην. μοι νομίζεσθε μηδὲ ἀκηκοέναι ἃς εἶπον περικεκοφέναι αὐτοὺς γραφάς. Ὑπὲρ αὐταρκείας γὰρ αἱ τοσαῦται προανιστορημέναι εἰσὶν εἰς ἀπόδειξιν τῶν ζητηθέντων μετὰ τῶν λεχθήσεσθαι μελλόντων παρ᾿ ὑμῖν παραπεφυλαγμένων.

v.1.p.356

Καὶ ὁ Τρύφων ἔφη· Ὅτι δι᾿ ἡμᾶς ἀξιώσαντας ἀνιστόρησας αὐτάς, ἐπιστάμεθα. Περὶ δὲ τοῦ ψαλμου τούτου. ὃν τελευταῖον ἔφης ἀπὸ τῶν Δαυΐδ λόγων. οὐ δοκει μοι εἰς ἄλλον τινὰ εἰρῆσθαι ἀλλ᾿ εἰς τὸν πατέρα, τὸν καὶ τοὺς οὐρανοὺς καὶ τὴν γῆν ποιήσαντα· σὺ δ᾿ αὐτὸν φῂς εἰς τὸν παθητὸν τοῦτον. ὅν καὶ Χριστὸν εἶναι σπουδάζεις ἀποδεικνύναι. εἰρῆσθαι.

Καὶ ἀπεκρινάμην· Διὰ λέξεως. ἢν τὸ ἄγιον πνεῦμα ἐν τούτῳ τῷ ψαλμῷ ἀνεφθέγξατο. νοήσατε λέγοντος μου. παρακαλῶ, καὶ γνώσεσθε οὔτε κακῶς με λέγειν οὐθ᾿ ὑμᾶς ὄντως κεκηλῆσθαι· οὕτως γὰρ ἄν καὶ πολλὰ ἄλλα νοῆσαι τῶν ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρημένων καθ᾿ ἑαυτοὺς γενόμενοι δυνήσεσθε. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν. ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Ἄισατε τῷ κυρίῳ καὶ εὐλογήσατε τὸ ὄνομα αὐτοῦ· εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ [Ps., XCV, 1-3].