Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Κἀγὼ ἔφην· Ὦ Τρύφων, εἰ μὲν καὶ τὴν προφητείαν, ἣν ἔφη Ἡσαΐας, οὔ φησι πρὸς τὸν οἶκον τοῦ Δαυΐδ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται [Is., VII, 13-14]· ἀλλὰ πρὸς ἕτερον οἶκον τῶν δώδεκα φυλῶν, ἴσως ἂν ἀπορίαν εἶχε τὸ πρᾶγμα· ἐπειδὴ δὲ καὶ αὐτὴ ἡ προφητεία πρὸς τὸν οἶκον Δαυῒδ εἴρηται, τὸ εἰρημένον πρὸς Δαυῒδ ὑπὸ θεοῦ ἐν μυστηρίῳ διὰ Ἡσαΐου ὡς ἔμελλε γίνεσθαι ἐξηγήθη· εἰ μήτι τοῦτο οὐκ ἐπίστασθε, ὦ φίλοι, ἔφην, ὅτι πολλοὺς

v.1.p.330
λόγους, τους ἐπικεκαλυμμένως καὶ ἐν παραβο[fol. 123]λαῖς ἢ μυστηρίοις ἣ ἐν συμβόλοις ἔργων λελεγμένους, οἱ μετ᾿ ἐκείνους τοὺς εἰπόντας ἢ πράξαντας γενόμενοι προφῆται ἐξηγήσαντο.

Καὶ μάλα, ἔφη ὁ Τρύφων.

Ἐὰν οὖν ἀποδείξω τὴν προφητείαν ταύτην τοῦ Ἡσαίου εἰς τοῦτον τὸν ἡμέτερον Χριστὸν εἰρημένην, ἀλλ᾿ οὐκ εἰς τὸν Ἐζεκίαν, ὥς φατε ὑμεῖς, οὐχὶ καὶ ἐν τούτῳ δυσωπήσω ὑμᾶς μὴ πείθεσθαι τοῖς διδασκάλοις ὑμῶν, οἵτινες τολμῶσι λέγειν τὴν ἐξήγησιν, ἣν ἐξηγήσαντο οἱ ἑβδομήκοντα ὑμῶν πρεσβύτεροι παρὰ Πτολεμαίῳ τῷ τῶν Αἰγυπτίων βασιλεῖ γενόμενοι, μὴ εἶναι ἔν τισιν ἀληθῆ;

Ἃ γὰρ ἂν διαρρήδην ἐν ταῖς γραφαῖς φαίνονται ἐλέγχοντα αὐτῶν τὴν ἀνόητον καὶ φίλαυτον γνώμην, ταῦτα τολμῶσι λέγειν μὴ οὕτω γεγράφθαι· ἃ δ᾿ ἂν καὶ ἕλκειν πρὸς ἃς νομίζουσι δύνασθαι ἁρμόζειν πράξεις ἀνθρωπείους, ταῦτα οὐκ εἰς τοῦτον τὸν ἡμέτερον Ἰησοῦν Χριστὸν εἰρῆσθαι λέγουσιν, ἀλλ᾿ εἰς ὃν αὐτοὶ ἐξηγεῖσθαι ἐπιχειροῦσιν. Ὁποῖον καὶ τὴν γραφὴν

v.1.p.332
ταύτην, περὶ ἧς ἡ νῦν ὁμιλία ἐστίν, ἐδίδαξαν ὑμᾶς λέγοντες εἰς Ἐζεκίαν αὐτὴν εἰρῆσθαι, ὅπερ, ὡς ὑπεσχόμην, ἀποδείξω ψεύδεσθαι αὐτούς.

Ἃς δ᾿ ἂν λέγωμεν αὐτοῖς γραφάς, αἵ διαρρήδην τὸν Χριστὸν καὶ παθητὸν καὶ προσκυνητὸν καὶ [fol. 123] θεὸν ἀποδεικνύουσιν, ἃς καὶ προανιστόρησα ὑμῖν, ταύτας εἰς Χριστὸν μὲν εἰρῆσθαι ἀναγκαζόμενοι συντίθενται, τοῦτον δὲ μὴ εἶναι τὸν Χριστὸν τολμῶσι λέγειν, ἐλεύσεσθαι δὲ καὶ παθεῖν καὶ βασιλεῦσαι καὶ προσκυνητὸν γενέσθαι θεὸν ὁμολογοῦσιν· ὅπερ γελοῖον καὶ ἀνόητον ὂν ὁμοίως ἀποδείξω. Ἀλλ᾿ ἐπεὶ κατεπείγει με πρότερον πρὸς τὰ ὑπὸ σοῦ ἐν γελοίῳ τρόπῳ εἰρημένα ἀποκρίνασθαι, πρὸς ταῦτα τὰς ἀποκρίσεις ποιήσομαι, καὶ πρὸς τὰ ἐπίλοιπα ἐς ὕστερον τὰς ἀποδείξεις δώσω.