Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Κἀγὼ πάλιν· Ἤδη μέντοι, ὦ Τρύφων, ἀποδείξω ὅτι πρὸς τῇ Μωσέως ὀπτασίᾳ αὐτὸς οὗτος μόνος, καὶ ἄγγελος καλούμενος καὶ θεὸς ὑπάρχων, ὤφθη καὶ προσωμίλησε τῷ Μωσεῖ. Οὕτως γὰρ ἔφη ὁ λόγος· Ὤφθη δὲ

v.1.p.282
αὐτῷ ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς ἐκ βάτου· καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο. Ὁ δὲ Μωσῆς εἶπε· Παρελθὼν ὄψομαι τὸ ὅραμα τοῦτο τὸ μέγα, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δ᾿ εἶδε κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τῆς βάτου [Exod., III, 2-4].

Ὃν οὖν τρόπον τὸν τῷ Ἰακὼβ ὀφθέντα κατὰ τοὺς ὕπνους ἄγγελον [fol. 113] ὁ λόγος λέγει, εἶτα αὐτὸν τὸν ὀφθέντα κατὰ τοὺς ὕπνους ἄγγελον εἰρηκέναι αὐτῷ, ὅτι Ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ὅτε ἀπεδίδρασκες ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ σου [cf. Gen., XXXI, 13, et XXXV, 1-7], καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἐν τῇ κρίσει τῶν Σοδόμων κύριον παρὰ κυρίου τοῦ ἐν τοῖς οὐρανοῖς [cf. Gen., XIX, 24] τὴν κρίσιν ἐπενηνοχέναι ἔφη, οὕτως καὶ ἐνταῦθα ὁ λόγος, λέγων ἄγγελον κυρίου ὦφθαι τῷ Μωσεῖ καὶ μετέπειτα κύριον αὐτὸν ὄντα καὶ θεὸν σημαίνων, τὸν αὐτὸν λέγει ὃν καὶ διὰ πολλῶν τῶν λελεγμένων, τὸν αὐτὸν λέγει ὃν καὶ διὰ πολλῶν τῶν λελεγμένων ὑπηρετοῦντα τῷ ὑπὲρ κόσμον θεῷ, ὑπὲρ ὃν ἄλλος οὐκ ἔστι, σημαίνει.

Μαρτύριον δὲ καὶ ἄλλο ὑμῖν, ὦ φίλοι, ἔφην, ἀπὸ

v.1.p.284
τῶν γραφῶν δώσω, ὅτι ἀρχὴν πρὸ πάντων τῶν κτισμάτων ὁ θεὸς γεγέννηκε δύναμίν τινα ἐξ ἑαυτοῦ λογικήν, ἥτις καὶ δόξα κυρίου [cf. Exod., XVI, 7, etc.] ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου καλεῖται, ποτὲ δὲ υἱὸς [cf. Ps., II, 7, etc.], ποτὲ δὲ σοφία [cf. Prou., VIII, etc.], ποτὲ δὲ ἄγγελος, ποτὲ δὲ θεός, ποτὲ δὲ κύριος καὶ λόγος [cf. Ps., XXXII, 6, et CVI, 20], ποτὲ δὲ ἀρχιστράτηγον [cf. Jos., V, 13-14] ἑαυτὸν λέγει, ἐν ἀνθρώπου μορφῇ φανέντα τῷ τοῦ Ναυῆ Ἰησοῦ· ἔχει γὰρ πάντα προσονομάζεσθαι ἔκ τε τοῦ ὑπηρετεῖν τῷ πατρικῷ βουλήματι καὶ ἐκ τοῦ ἀπὸ τοῦ πατρὸς θελήσει γεγεννῆσθαι.