Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Ἐγὼ δὲ εἶπον· Τί ἐστι, κύριε; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὐς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ θεοῦ, οὖ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω ἐκεῖ εὐχήν. Νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ [Gen., XXXI, 10–13].

Καὶ πάλιν ἐν ἄλλοις λόγοις περὶ αὐτοῦ τοῦ Ἰακὼβ λέγων οὕτως φησίν· Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβε τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώχ, καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετ᾿ αὐτοῦ ἕως πρωΐ. Εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ᾿ αὐτοῦ. Καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος.

Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἂν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου ἐστίν; Ὁ δὲ εἶπεν· Ἰακώβ. Εἶπε δὲ αὐτῷ· Οὐ κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ [fol. 111]

v.1.p.272
Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ τοῦ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Ἠρώτησε δὲ Ἰακὼβ καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐχάρη ἡ ψυχή μου [Gen., XXXII, 22-30].