Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Κἀγὼ πάλιν· Ἃ λέγω πειράσομαι ὑμᾶς πεῖσαι, νοήσαντας τὰς γραφάς, ὅτι ἐστὶ καὶ λέγεται θεὸς καὶ κύριος ἕτερος ὑπὸ τὸν ποιητὴν τῶν ὅλων, ὃς καὶ ἄγγελος καλεῖται, διὰ τὸ ἀγγέλλειν τοῖς ἀνθρώποις ὅσαπερ βούλεται αὐτοῖς ἀγγεῖλαι ὁ τῶν ὅλων ποιητής, ὑπὲρ ὃν ἄλλος θεὸς οὐκ ἔστι. Καὶ ἀνιστορῶν πάλιν τὰ προλεχθέντα ἐπυθόμην τοῦ Τρύφωνος· Δοκεῖ σοι ὀφθῆναι ὑπὸ τὴν δρῦν τὴν Μαμβρῆ ὁ θεὸς τῷ Ἀβραάμ, ὡς ὁ λόγος λέγει;

Κἀκεῖνος· Μάλιστα.

Καὶ εἷς, ἔφην, ἐκείνων ἦν τῶν τριῶν, οὓς ἄνδρας ἑωρᾶσθαι τῷ Ἀβραὰμ τὸ ἅγιον προφητικὸν πνεῦμα λέγει;

Κἀκεῖνος· Οὔ· ἀλλὰ ὦπτο μὲν αὐτῷ ὁ θεὸς πρὸ τῆς τῶν

v.1.p.250
τριῶν ὀπτασίας· εἶτα οἱ τρεῖς ἐκεῖνοι, οὓς ἄνδρας ὁ λόγος ὀνομάζει, ἄγγελοι ἦσαν, δύο μὲν αὐτῶν πεμφθέντες ἐπὶ τὴν Σοδόμων ἀπώλειαν, εἷς δὲ εὐαγγελιζόμενος τῇ Σάρρᾳ ὅτι τέκνον ἔξει, ἐφ᾿ ᾧ ἐπέπεμπτο, καὶ ἀπαρτίσας ἀπήλλακτο.

Πῶς οὖν, εἶπον, ὁ εἷς τῶν τριῶν γενόμενος ἐν τῇ σκηνῇ, ὁ καὶ εἰπών· Εἰς ὥρας ἀνακάμψω πρός σε, καὶ τῇ Σάρρᾳ υἱὸς [fol. 106] γενήσεται [Gen., XVIII, 14], φαίνεται ἐπανελθὼν γενομένου τῇ Σάρρᾳ υἱοῦ, καὶ θεὸν αὐτὸν ὄντα ὁ προφητικὸς λόγος κἀκεῖ σημαίνει; Ἵνα δὲ φανερὸν ὑμῖν γένηται ὃ λέγω, ἀκούσατε τῶν ὑπὸ Μωσέως διαρρήδην εἰρημένων.