Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Καὶ μετ᾿ ὀλίγον πάλιν οὕτως φησίν· Εἶπε κύριος· Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἴνα γνῶ. Καὶ ἀποστρέψαντες οἱ ἄνδρες ἐκεῖθεν ἦλθον εἰς Σόδομα. Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἔναντι κυρίου, καὶ ἐγγίσας Ἀβραὰμ εἶπεν· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς

v.1.p.260
[Gen., XVIII, 20-23]; καὶ τὰ ἐξῆς· οὐ γὰρ γράφειν πάλιν τὰ αὐτά, τῶν πάντων προγεγραμμένων, δοκεῖ μοι, ἀλλ᾿ ἐκεῖνα, δι᾿ ὧν καὶ τὴν ἀπόδειξιν τῷ Τρύφωνι καὶ τοῖς σὺν αὐτῷ πεποίημαι, λέγειν ἀναγκαῖον.

Τότε οὖν ἦλθον ἐπὶ τὰ ἐξῆς, ἐν οἷς λέλεκται ταῦτα· Ἀπῆλθε δὲ κύριος, ὡς ἐπαύσατο λέγων τῷ Ἀβραάμ, καὶ ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἐσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων [Gen., XVIII, 33; XIX, 1]· καὶ τὰ ἑξῆς ὁμοίως μέχρι τοῦ· Ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας ἐπίασαν τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου προσέκλεισαν [Gen., XIX, 10]· καὶ τὰ ἑπόμενα μέχρι [fol. 108] τοῦ· Καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν θυγατέρων αὐτοῦ. ἐν τῷ φείσασθαι κύριον αὐτοῦ.

Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω, καὶ εἶπον· Σῶζε, σῶζε τὴν σεαυτοῦ ψυχήν. Μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὅρος σώζου, μήποτε συμπαραληφθῇς. Εἶπε δὲ Δὼτ πρὸς αὐτούς· Δέομαι, κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὅ ποιεῖς ἐπ᾿ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δύναμαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω.