Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Κἀκεῖνος ἀπεκρίνατο· Ἔστω καὶ ταῦτα οὕτως

v.1.p.162
ἔχοντα ὡς λέγεις, καὶ ὅτι παθητὸς Χριστὸς προεφητεύθη μέλλειν εἶναι. καὶ λίθος κέκληται. καὶ ἔνδοξος μετὰ τὴν πρώτην αὐτοῦ παρουσίαν, ἐν ᾖ παθητὸς φαίνεσθαι κεκήρυκτο, ἐλευσόμενος καὶ κριτὴς πάντων λοιπὸν καὶ αἰώνιος βασιλεὺς καὶ ἱερεὺς γενησόμενος· εἰ οὗτος δέ ἐστι περὶ οὗ ταῦτα προεφητεύθη, ἀπόδειξον.

Κἀγώ· Ὡς βούλει. ὦ Τρύφων. ἐλεύσομαι πρὸς ἃς βούλει ταύτας ἀποδείξεις ἐν τῷ ἁρμόζοντι τόπῳ. ἔφην· τανῦν δὲ συγχωρήσεις μοι πρῶτον ἐπιμνησθῆναι ὧνπερ βούλομαι προφητειῶν, εἰς ἐπίδειξιν ὅτι καὶ θεὸς καὶ κύριος τῶν δυνάμεων ὁ Χριστὸς καὶ Ἰακὼβ καλεῖται ἐν παραβολῇ ὑπὸ τοῦ ἁγίου πνεύματος, καὶ οἱ παρ᾿ ὑμῖν ἐξηγηταί, ὡς θεὸς βοᾷ [JÉR., IV, 22], ἀνόητοί εἰσι, μὴ εἰς τὸν Χριστὸν εἰρῆσθαι λέγοντες ἀλλ᾿ εἰς Σολομῶνα, ὅτε εἰσέφερε τὴν σκηνὴν τοῦ μαρτυρίου εἰς τὸν ναὸν ὃν ᾠκοδόμησεν.

Ἔστι δὲ ψαλμὸς τοῦ Δαυῒδ οὗτος· Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες

v.1.p.164
ἐν αὐτῇ. Ἀὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Τίς ἀναβήσεται εἰς τὸ ὅρος τοῦ κυρίου. ἢ τίς στήσεται ἐν τόπῳ [fol. 86] ἁγίῳ αὐτοῦ; ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.

Οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν. καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης: κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν. καὶ ἐπάρθητε πύλαι αἰώνιοι. καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης: κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης [Ps. XXIII].

Κύριος οὖν τῶν δυνάμεων ὅτι οὐκ ἔστιν ὁ Σολομὼν ἀποδέδεικται· ἀλλὰ ὁ ἡμέτερος Χριστὸς ὅτε ἐκ νεκρῶν ἀνέστη καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν, κελεύονται οἱ ὲν τοῖς οὐρανοῖς ταχθέντες ὑπὸ τοῦ θεοῦ ἄρχοντες ἀνοῖξαι τὰς πύλας τῶν οὐρανῶν, ἵνα εἰσέλθῃ οὗτος ὅς ἐστι βασιλεὺς τῆς δόξης, καὶ ἀναβὰς καθίσῃ ἐν δεξιᾷ τοῦ πατρός, ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, ὡς διὰ τοῦ ἄλλου ψαλμοῦ [Ps. CIX, 1] δεδήλωται.

Ἐπειδὴ γὰρ οἱ ἐν οὐρανῷ ἄρχοντες ἑώρων ἀειδῆ καὶ ἄτιμον τὸ εἶδος καὶ ἄδοξον ἔχοντα αὐτόν [cf. Is., LIII, 2-3], [fol. 86] οὐ γνωρίζοντες αὐτόν, ἐπυνθάνοντο· τίς ἐστιν οὗτος ὁ

v.1.p.166
βασιλεὺς τῆς δόξης; Καὶ ἀποκρίνεται αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον ἢ ἀπὸ προσώπου τοῦ πατρὸς ἢ ἀπὸ τοῦ ἰδίου· Κύριος τῶν δυνάμεων, αὐτὸς οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης [Ps. XXIII, 10]. Ὅτι γὰρ οὕτε περὶ Σολομῶνος, ἐνδόξου οὕτω βασιλέως ὄντος, οὔτε περὶ τῆς σκηνῆς τοῦ μαρτυρίου τῶν ἐφεστώτων ταῖς πύλαις τοῦ ναοῦ τῶν Ἱεροσολύμων ἐτόλμησεν ἄν τις εἰπεῖν· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης [ibid.]; πᾶς ὁστισοῦν ὁμολογήσει.