Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Ἐπεὶ, εἴπατέ μοι, τοὺς ἀρχιερεῖς ἁμαρτάνειν τοῖς σάββασι προσφέροντας τὰς προσφορὰς ἐβούλετο ὁ θεὸς [cf. Nomb., XXVIII, 9-10], ἢ τοὺς περιτεμνομένους καὶ περιτέμνοντας τῇ ἡμέρᾳ τῶν σαββάτων, κελεύων τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκ παντὸς περιτέμνεσθαι τοὺς γεννηθέντας ὁμοίως, κἄν ᾖ ἡμέρα τῶν σαββάτων; Ἣ οὐκ ἠδύνατο πρὸ μιᾶς ἡμέρας ἢ μετὰ μίαν ἡμέραν το σαββάτου ἐνεργεῖν περιτέμνεσθαι τοὺς γεννωμένους, εἰ ἠπίστατο κακὸν εἶναι ἐν τοῖς σάββασιν; ἢ καὶ τοὺς πρὸ Μωσέως καὶ Ἀβραὰμ ὠνομασμένους δικαίους καὶ εὐαρέστους αὐτῷ γενομένους, μήτε τὴν ἀκροβυστίαν περιτετμημένους μήτε τὰ σάββατα φυλάξαντας, διὰ τί οὐκ ἐδίδασκε ταῦτα ποιεῖν;

Καὶ ὁ Τρύφων· Καὶ πρότερον ἀκηκόαμέν σου τοῦτο προβάλλοντος καὶ ἐπεστήσαμεν· ἄξιον γάρ, ὡς ἀληθῶς εἰπεῖν, ἐπιστάσεως. Καὶ οὔ μοι, ὅ τοῖς πολλοῖς, δοκεῖ λέγειν, ὅτι ἔδοξεν αὐτῷ· τοῦτο γάρ ἐστι πρόφασις ἀεὶ [fol. 77] τοῖς μὴ δυναμένοις ἀποκρίνασθαι πρὸς τὸ ζητούμενον.

Κἀγώ· Ἐπειδὴ ἀπό τε τῶν γραφῶν καὶ τῶν πραγμάτων τάς τε ἀποδείξεις καὶ τὰς ὁμιλίας ποιοῦμαι, ἔλεγον, μὴ ὑπερτίθεσθε μηδὲ διστάζετε πιστεῦσαι τῷ ἀπεριτμήτῳ

v.1.p.124
ἐμοί. Βραχὺς οὗτος ὑμῖν περιλείπεται προσηλύσεως χρόνος· ἐὰν φθάσῃ ὁ Χριστὸς ἐλθεῖν. μάτην μετανοήσετε, μάτην κλαύσετε· οὐ γὰρ εἰσακούσεται ὑμῶν. Νεώσατε ἑαυτοῖς νεώματα, Ἱερεμίας τῷ λαῷ κέκραγε, καὶ μὴ σπείρετε ἐπ᾿ ἀκάνθας. Περιτέμνετε τῷ κυρίῳ. καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν [JÉR., IV, 3-4].

Μὴ οὖν εἰς ἀκάνθας σπείρετε καὶ ἀνήροτον χωρίον, ὅθεν ὑμῖν καρπὸς οὐκ ἔστι. Γνῶτε τὸν Χριστόν, καὶ ἰδοῦ νειὸς καλή, καλὴ καὶ πίων ἐν ταῖς καρδίαις ὑμῶν. Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν, ἐπ᾿ Αἴγυπτον καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἐδὼμ καὶ ἐπὶ υἱοὺς Μωάβ, ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητος καρδίας αὐτῶν [JÉR., IX, 25-26].