Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Δεῦτε σὺν ἐμοὶ πάντες οἱ φοβούμενοι τὸν θεόν, οἱ θέλοντες τὰ ἀγαθὰ Ἱερουσαλὴμ ἰδεῖν [cf. Ps., LXXVII, 4-5]. Δεῦτε, πορευθῶμεν τῷ φωτὶ κυρίου· ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον Ἰακώβ [cf. Is., II, 5-6]. Δεῦτε πάντα τὰ ἔθνη, συναχθῶμεν εἰς Ἱερουσαλὴμ τὴν μηκέτι πολεμουμένην διὰ τὰς ἀνομίας τῶν λαῶν [cf. JÉR., III, 17]. Ἐμφανὴς γὰρ ἐγενήθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι, βοᾷ διὰ Ἡσαίου.

Εἶπα· ἰδού εἰμι, ἔθνεσιν οἳ οὐκ ἐπεκαλέσαντό μου τὸ ὄνομα. Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ καλῇ, ἀλλὰ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Λαὸς ὁ παροξύνων με ἐναντίον μου [Is., LXV, 1-3].

Σὺν ἡμῖν καὶ κληρονομῆσαι βουλήσονται κἄν ὀλίγον τόπον οὗτοι οἱ δικαιοῦντες ἑαυτοὺς [cf. LUC, XVI, 15]

v.1.p.112
[fol. 74] καὶ λέγοντες εἶναι τέκνα Ἀβραάμ. [cf. MT., III, 9; LUC, III. 8], ὡς διὰ τοῦ ῾Πσαΐου βοᾷ τὸ ἅγιον πνεῦμα, ὡς ἀπὸ προσώπου αὐτῶν λέγων τάδε·

Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης. Ποῦ δή ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς; Ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους σου, ὅτι ἀνέσχου ἡμῶν, κύριε; Σὺ γὰρ ἡμῶν εἶ πατήρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς. Ἀλλὰ σύ, κύριε πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς· ἀπ᾿ ἀρχῆς τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν τοῦ μὴ φοβεῖσθαί σε;

Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανον, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς ἀπὸ πυρὸς κηρὸς τήκεται· καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὀνομά σου ἐν τοῖς ὑπεναντίοις, ἀπὸ προσώπου σου ἔθην ταραχθήσονται.

Ὅταν ποιῆς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος

v.1.p.114
οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ καὶ [fol. 74] τά ἔργα σου. Ποιήσει τοῖς μετανοοῦσιν ἔλεον. Συναντήσεται τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. Διὰ τοῦτο ἐπλανήθημεν καὶ ἐγενόμεθα ἀκάθαρτοι πάντες, καὶ ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν, καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος οἴσει ἡμᾶς.