Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Καὶ γὰρ βρωμάτων τινῶν ἀπέχεσθαι προσέταξεν ὑμῖν, ἵνα καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν πρὸ ὀφθαλμῶν ἔχητε τὸν θεόν, εὐκατάφοροι [fol. 69] ὄντες καὶ εὐχερεῖς πρὸς τὸ ἀφίστασθαι τῆς γνώσεως αὐτοῦ, ὡς καὶ Μωσῆς φησιν· Ἔφαγε καὶ ἔπιεν ὁ λαὸς καὶ ἀνέστη τοῦ παίζειν [Exod., XXXII, 6]. Καὶ πάλιν· Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἐλιπάνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν [Deut., XXXII, 15]. Τῷ γὰρ Νῶε ὃτι συγκεχώρητο ὑπὸ τοῦ θεοῦ, δικαίῳ ὄντι, πᾶν ἔμψυχον ἐσθίειν πλὴν κρέας ἐν αἵματι, ὅπερ ἐστὶ νεκριμαῖον, διὰ Μωσέως ἀνιστορήθη ὑμῖν ἐν τῇ βίβλῳ τῆς Γενέσεως [Gen., IX, 4].

Καὶ βουλομένου αὐτοῦ εἰπεὶν Ὡς λάχανα χόρτου [Gen., IX, 3], προεῖπον ἐγώ· Τὸ ὡς λάχανα χόρτου τοῦ μὴ ἀκούσεσθε ὡς εἴρηται ὑπὸ τοῦ θεοῦ, ὅτι ὡς

v.1.p.92
τὰ λάχανα εἰς τροφὴν τῳ ἀνθρώπῳ ἐπεποιήκει ὁ θεός, οὕτως καὶ τὰ ζῶα εἰς κρεωφαγίαν ἐδεδώκει; Ἀλλ᾿ ἐπεί τινα τῶν χόρτων οὐκ ἐσθίομεν, οὕτω καὶ διαστολήν ἔκτοτε τῷ Νῶε διεστάλθαι φατέ.

Οὐκ ὡς ἐξηγεῖσθε πιστευτέον. Πρῶτον μὲν γὰρ ὅτι πᾶν λάχανον χόρτου ἔστι καὶ βιβρώσκεσθαι δυνάμενος λέγειν καὶ κρατύνειν, οὐκ ἐν τούτῳ ἀσχοληθήσομαι. Ἀλλὰ εἰ καὶ τὰ λάχανα τοῦ χόρτου διακρίνομεν, μὴ πάντα ἐσθίοντες, οὐ διὰ τὸ εἶναι αὐτὰ κοινὰ ἢ ἀκάθαρτα οὐκ ἐσθίομεν [cf. Act., X, 14], ἀλλ᾿ ἢ διὰ τὸ πικρὰ ἢ θανάσιμα ἢ ἀκανθώδη· τῶν δὲ γλυκέων [fol. 69] πάντων καὶ τροφιμωτάτων καὶ καλλίστων, θαλασσίων τε καὶ χερσαίων, ἐφιέμεθα καὶ μετέχομεν.

Οὕτω καὶ τῶν ἀκαθάρτων καὶ ἀδίκων καὶ παρανόμων ἀπέχεσθαι ὑμᾶς ἐκέλευσεν ὁ θεὸς διὰ Μωσέως, ἐπειδὴ καὶ τὸ μάννα ἐσθίοντες ἐν τῇ ἐρήμῳ καὶ τὰ θαυμάσια πάντα ὁρῶντες ὑμῖν ὑπὸ τοῦ θεοῦ γινόμενα, μόσχον τὸν χρύσεον ποιήσαντες προσεκυνεῖτε. Ὥστε δικαίως ἀεὶ βοᾷ· Υἱοὶ ἀσύνετοι, οὐκ ἔστι πίστις ἐν αὐτοῖς [Deut., XXXII, 20; cf. JÉR., IV, 22].

Καὶ ὅτι διὰ τὰς ἀδικίας ὑμῶν καὶ τῶν πατέρων ὑμῶν εἰς σημεῖον, ὡς προέφην, καὶ τὸ σάββατον ἐντέταλται ὁ θεὸς φυλάσσειν ὑμᾶς καὶ τὰ ἄλλα προστάγματα προσετετάχει, καὶ σημαίνει ὅτι διὰ τὰ ἔθνη, ἵνα μὴ βεβηλωθῇ τὸ ὄνομα αὐτοῦ παρ᾿ αὐτοῖς, διὰ τοῦτο εἴασέ τινας ἐξ ὑμῶν

v.1.p.94
ὅλως ζῶντας. αὐταὶ αἱ φωναί αὐτοῦ τὴν ἀπόδειξιν ποιήσασθαι δύνανται ὑμῖν.

Εἰσὶ δὲ εἰρημέναι διὰ τοῦ Ἰεζεκιὴλ οὕτως· Ἐγὼ κύριος ὁ θεὸς ὑμῶν· ἐν τοῖς προστάγμασί μου πορεύεσθε, καὶ τὰ δικαιώματά μου φυλάσσετε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ συναναμίγνυσθε, καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔσται εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. Καὶ παρεπικράνατέ με, καὶ τὰ τέκνα ὑμῶν ἐν τοῖς προστάγμασί μου οὐκ ἐπο[fol. 70]ρεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφύλαξαν τοῦ ποιεῖν αὐτά. ἃ πονήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς, ἀλλὰ τὰ σάββατά μου ἐβεβήλουν.