Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Ἐρῶ δὲ καὶ τοὺς λόγους, δι᾿ ὧν δηλοῦται μερίσας πάντα τὰ ἔθνη ὁ θεός. Εἰσὶ δὲ οὗτοι· Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ., ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμοὺς [fol. 183] υἱῶν Ἰσραήλ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ [Deut., XXXII, 7-9]. Καὶ εἰπὼν ταῦτα ἐπήνεγκα λέγων ὅτι οἱ ἑβδομήκοντα ἐξηγήσαντο, ὅτι Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. Ἀλλ᾿ ἐπεὶ καὶ ἐκ τούτου πάλιν οὐδέν μοι ἐλαττοῦται ὁ λόγος, τὴν ὑμετέραν ἐξήγησιν εἶπον.

Καὶ ὑμεῖς δ᾿, εἰ βούλεσθε τὴν ἀλήθειαν ὁμολογῆσαι, ὅτι πιστότεροι πρὸς τὸν θεόν ἐσμεν, οἵτινες διὰ τοῦ ἐξουθενημένου καὶ ὀνείδους μεστοῦ μυστηρίου τοῦ σταυροῦ κληθέντες ὑπὸ τοῦ θεοῦ, ὧν καὶ τῇ ὁμολογίᾳ καὶ τῇ ὑπακοῇ καὶ τῇ εὐσεβείᾳ κολάσεις μέχρι θανάτου ὑπὸ τῶν δαιμονίων καὶ τῆς στρατιᾶς τοῦ διαβόλου, διὰ τῆς ὑφ᾿ ὑμῶν ἐκείνοις γεγενημένης ὑπηρεσίας, προστετίμηνται,

v.2.p.268
πάνθ᾿ ὑπομένομεν ὑπὲρ τοῦ μηδὲ μέχρι φωνῆς ἀρνεῖσθαι τὸν Χριστόν, δι᾿ οὗ ἐκλήθημεν εἰς σωτηρίαν τὴν προητοιμασμένην παρὰ παρὰ τοῦ πατρός,

ὑμῶν τῶν ἐν βραχίονι ὑψηλῷ καὶ ἐπισκοπῇ μεγάλης δόξης [cf. Deut., IV, 34; Exod., VI, 1 suiv.; XIII, 21; XVI, 10, et Actes, XIII, 17] λυτρωθέντων ἀπὸ τῆς Αἰγύπτου, θαλάσσης ὑμῖν τμηθείσης καὶ γενομένης ὁδοῦ ξηρᾶς, ἐν ᾗ τοὺς διώκοντας ὑμᾶς μετὰ δυνάμεως πολλῆς πάνυ καὶ ἐνδόξων ἀρμάτων, ἐπικλύσας αὐτοῖς τὴν δι᾿ ὑμᾶς ὁδοποιηθεῖσαν θάλασσαν, ἀπέκτεινεν [cf. Exod., XIV, 6]· οἷς καὶ στύλος φωτὸς ἔλαμπεν [cf. Exod., XIII, 21, etc.], ἵνα καὶ παρὰ τὸν πάντα ἄλλον λαὸν τὸν ἐν τῷ κόσμῳ ἰδίῳ καὶ ἀνελλιπεῖ καὶ [fol. 183] μὴ δύνοντι φωτὶ χρῆσθαι ἔχητε· οἷς ἄρτον εἰς τροφὴν δι᾿ ἀγγέλων οὐρανίων, τὸ μάννα, ἔβρεξεν [cf. Exod., XVI, 14 suiv.], ἵνα μηδὲ σιτοποιίας δεόμενοι ζητήσητε· καὶ τὸ ἐν Μερρᾷ ὕδωρ ἐγλυκάνθη [cf. Exod., XV, 25]·

καὶ σημεῖον τοῦ σταυροῦσθαι μέλλοντος καὶ ἐπὶ τῶν ὄφεων τῶν δακόντων ὑμᾶς, ὡς προεῖπον, γεγένηται (πάντα προλαμβάνοντος πρὸ τῶν ἰδίων καιρῶν τὰ μυστήρια

v.2.p.270
χαρίζεσθαι ὑμῖν τοῦ θεοῦ, πρὸς ὅν ἀχάριστοι ἐλέγχεσθε ἀεὶ γεγενημένοι) καὶ διὰ τοῦ τύπου τῆς ἐκτάσεως τῶν χειρῶν Μωσέως [cf. Exod., XVII, 9-13] καὶ τοῦ ἐπονομασθέντος Ἰησοῦ πολεμούντων τὸν Ἀμαλήκ, περὶ οὗ εἶπεν ὁ θεὸς ἀναγραφῆναι τὸ γεγενημένον, φήσας καὶ εἰς τὰς ὑμῶν ἀκοὰς Ἰησοῦ παραθέσθαι τὸ ὄνομα, εἰπὼν ὅτι οὗτός ἐστιν ὁ μέλλων ἐξαλείφειν ἀπὸ τῆς ὑπὸ τὸν οὐρανὸν τὸ μνημόσυνον τοῦ Ἀμαλήκ [cf. Exod., XVII, 14, et Dtn., XXV. 19].