Historiae Animalium Epitome
Aristophanes of Byzantium
Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885
(101) Ὅταν μέντοι ὑπὸ Ἰνδῶν ἀναγκάζωνται αὐτόρριζα δένδρα ἐκσπάσαι, οὐ πρότερον ἐπιχειροῦσι πρὶν διασεῖσαι, εἰ ἄρα ἀνατραπῆναι οἷόν τ᾿ ἐστὶν ἢ μή.
(102) τῇ προβοσκίδι δὲ ἑαυτοὺς ἐπινύττοντες εἰς τὸν ἀγῶνα ἐξάπτουσι.
(103) κἂν τραυματισθῇ ἐλέφας ἐν πολέμῳ ἢ ἐν θήρᾳ, τὴν ἐν ποσὶ κόνιν ἀνελόμενοι καὶ πόαν, βοῇ σφετέρᾳ κινύρονται καὶ ποτνιῶνται, εἰς τὸν οὐρανὸν βλέποντες καὶ τῷ τραύματι ἐπιβάλλοντες, ὥσπερ θεὸν ἐπιμαρτυρόμενοι, ὅτι ἐκνόμως ὑπομένουσιν.
(104) Ἐλέφας δὲ ἐλέφαντι περιτυχλν νεκρῷ, τῇ προβοσκίδι γῆν ἀμησάμενος ἐπιβάλλει αὐτῷ ὡς ὁσίαν τινὰ ἀπόρρητον. ἔστι δὲ ὅτε καὶ κλάδον ἐπιβάλλει αὐτῷ.
(105) Τὸν ἥλιον δὲ ἀνίσχοντα προσκυνοῦσιν ἐλέφαντες τὰς προβοσκίδας ὡς χεῖρας ἀνατείνοντες.
(106) Ὀρρωδεῖ δὲ ὁ ἐλέφας κεράστην κριὸν καὶ χοίρου βοήν.
(107) Τοὺς δὲ ὗς εἴτε μυσάττονται εἴτε καὶ δεδίασιν, ἀποστρέφονται γοῦν.
(108) φασὶ δὲ τὸ ζῷον ὀστοῦν ἔχειν προσπεφυκὸς ἐν τῇ καρδίᾳ.
(109) Τρία δὲ ταῦτα ἐκ βραχίστων μέγιστα ζῷα γίνεται, τῶν μὲν ἑνὸς ἐνόδρων ὁ κροκόδειλος, τῶν δὲ ὑποπτέρων ἡ στρουθὸς ἡ μεγάλη, τῶν γε μὴν τετραπόδων ὁ ἐλέφας.
(110) Περὶ μὲν τῆς ἐλεφάντων σοφίας εἶπον ἀλλαχόθι, καὶ μέντοι καὶ περὶ τῆς θήρας αὐτῶν. καὶ ταῦτα εἶπον ὀλίγα ἐκ πολλῶν ὧν ἔφασαν [*](1 πληγεὶς] cf. Ael. nat. anim. II 18 (p. 44, 3—6 Herch.) 2 καὶ τῶν τετρωμένων] cf. Ael. l. c. VII 45 (p. 196, 22—25 Herch.) 4 ἀποτρέπονται] cf. Ael. l. c. VIII 15 (p. 210, 12—18 Herch.) 7 ὅταν] cf. Ael. l. c. V 55 p. 137, 1—5 Herch.) 10 τῇ προβοσκίδι] cf. Ael. l. c. VI 1 (p. 138, 8 Herch.) 11 κἂν τραυματισθῇ] cf. Ael. λ. c. V 49 (p. 133, 7 Herch.) 15 ἐλέφας] cf. Ael. l. c. V 49 (p. 132, 31—133,6 Herch.) 18 τὸν ἥλιον] cf. Ael. l. c. VII 44 (p. 195, 31 Herch.) 20 ὀρρωδεῖ] cf. Ael. l. c. 138 (p. 21,29 Herch.) 21 τοὺς δὲ ὖς] cf. Ael. l. c. XVI 36 (p. 403, 15 Herch.) 22 φασὶ . . . ὀστοῦν ἔχει] cf. Ael. l. c. XIII 15 (p. 329, 15 Herch.). vide infra § 498 23 τρία] cf. Ael. l. c. IX 58 (p. 239, 6 Herch.) 26 περὶ μὲν] cf. Ael. l. c. II 11 (p. 37, 31 — 39, 10 Herch.)) [*](3 ἐξαιρεῖν Ael.: ἐξαίρειν D 4 τὴν addidi 5 ὃ D 7 αὐτόριζα D 8 δικσεῖσαι καὶ διασκέψασθαι Ael. 11 κἂν τραυματισθῇ scripsi: καὶ τραυματισθείς Ael. 16 ἀμησάμενος D: ἀρυσάμενος Ael. 18 δὲ deest Ael. 18. 19 post προβοσκίδας habet εὐθὺ τῆς ἀκτῖνος Ael. 20 δὲ deest Ael. 23 δὲ ἄρα Ael. 23. 24 τῶν μὲν ἐνύδρων Ael.: τοῦ μὲν ἑνὸς ἔνυδρον D 27 θήρας Ael.: πείρας D ταῦτα D Ael.: ταύτης Hercher)
ἡμερωθὲν ἐλέφας πραότατόν ἐστι καὶ ἄγεται ῥᾷστα εἰς ὅ τις θέλει. καὶ τά γε πρεσβύτατα τιμῶν τὸν χρόνον ἐρῶ πρῶτον. θέας ἐπετέλει Ῥωμαίοις ὁ Καῖσαρ Γερμανικός· εἴη δ᾿ ἂν ἀδελφιδοῦς Τιβερίου οὗτος. οὐκοῦν ἐγένοντο μὲν καὶ ἄρρενες ἐν τῇ Ῥώμῃ τέλειοι πλείους καὶ θήλειαι, εἶτα ἐξ αὐτῶν ἐτέχθησαν αὐθιγενεῖς. καὶ ὅτε τὰ κῶλα ὑπήρξαντο πήγνυσθαι, σοφὸς ἀνὴρ ὁμιλεῖν τοιούτοις θηρίοις ἐπώλευσεν αὐτούς, δαιμονίᾳ τινὶ καὶ ἐκπληκτικῇ διδασκαλίᾳ μεταχειρισάμενος. προσῆγε δὲ αὐτοὺς ἄρα ἡσυχῇ τήν γε πρώτην καὶ πράως τοῖς διδάγμασι, δελέατα ἄττα ἐπάγων καὶ τροφὰς ἡδίστας καὶ πεποικιλμένας εἰς τὸ ἀγωγόν τε καὶ ἐφολκόν, ὡς εἴ τι μὲν ἧν ἀγριότητος, τοῦτο ἐκβαλεῖν, ἀπαυτομολῆσαι δὲ πρὸς τὸ ἥμερον καὶ ἁμωσγέπως ἀνθρώπειον. καὶ ἧν γε τὰ μαθήματα καὶ αὐλῶν ἀκούοντας μὴ ἐκμαίνεσθαι καὶ τυμπάνων ἀράβου κροτοῦντος μὴ ταράσσεσθαι καὶ κηλεῖσθαι σύριγγι, φέρειν δὲ καὶ ἤχους ἐμμελεῖς καὶ ποδῶν ἐμβαινόντων ψόφον καὶ ᾠδὴν συμμιγῆ. ἐξεπονήθησαν δὲ καὶ ἀνθρώπων πλῆθος μὴ δεδιέναι.
(111) Οἱ Ἰνδοὶ τέλειον μὲν ἐλέφαντα συλλαβεῖν ῥᾳδίως ἀδυνατοῦσιν [*](29 οἱ Ἰνδοὶ] cf. Ael. nat. anim. IV 24 (p. 89, 19—32 Herch.)) [*](1 ἔθηκα D Ael.: ἔοικα Schneider 2 ὁμοίως D: ὅμως Ael.: “τὰ (post ἐς) deleam itemque ὅμως” Hercher 3 αὐτῶν D Ael.: delevit Hercher 3. 4 γενέσθαι D: συγγενέσθαι Ael. βαίνειν Ael.: μένειν D 4. 5 αὐλουμένους D Ael.: αὐλοῦ ἀσμένως Hercher 7 φύσις μὲν μεγέθει αὐτὸν μέγιστον εἰργάσατο aut φύσις μὲν αὐτὸν μέγιστον εἰργάσατο proponit Hercher μαθήσει D Ael.: μάθησις Jacobs 8 ἔμελλον Ael.: ἀμέλλου D 9 εὐμαθίαν D: εὐμάθειαν Ael. ἴσως ἄν τῳ Ael. 14 τοῦ ζῴου Hercher 15 ἡμερωθὲν D Ael.: ἡμερωθεὶς Schneider: immo ἐλέφας delendum videtur πραότατόν D Ael.: πραότατος malit Hercher ὅ τις Ael.: ὅ τίς D: ὅ 〈τί〉 τις Hercher 16 πρῶτον Ael.: πρᾶτος D ἐπετέλει Ael.: ἐπιτέλει D 17 ὁ Γερμανικὸς ὁ Καῖσαρ Ael. 18 μὲν D Ael.: om. Hercher θήλειας D 23 ἀγωγὸν D Ael.: ἐπαγωγὸν Hercher 24 ἀγριότητος—ἦν γε (25) addidi ex Ael. ἀπαυτομολῆσαι Hercher: ἐπαυτομολῆσαι Ael. 26 τυμπάνων Ael.: τυμπάνῳ D ταράττεσθαι Ael. κηλεῖσθαι Ael.: καλεῖσθαι D 27 ἐμμελεῖς D Ael.: ἐκμελεῖς Jacobs ἐμβαινόντων Ael.: ἐκβαινόντων D 29 οἱ Ἰνδοὶ Ael.: Οἰνδοὶ D)
(112) Ἐλέφας, οἱ μὲν αὐτοῦ προκύπτειν χαυλιόδοντάς φασιν, οἱ δὲ κέρατα. ἔχει δὲ καὶ καθ᾿ ἕκαστον πόδα δακτύλους πέντε, ὑποφαίνοντας μὲν τὰς ἐκφύσεις, οὐ μὴν διεστῶτας. ταῦτά τοι καὶ νηκτικός ἐστιν ἥκιστα. σκέλη δὲ τὰ πρόσθια τῶν κατόπιν βραχύτερά ἐστι· μαζοὶ δὲ αὐτῷ πρὸς ταῖς μασχάλαις εἰσί· μυκτῆρα δὲ κέκτηται χειρὸς παγχρηστότερον καὶ γλῶτταν βραχεῖαν· χολὴν δὲ αὐτὸν ἔχειν οὐ κατὰ τὸ ἧπαρ, ἀλλὰ πρὸς τῷ στέρνῳ φασί. κύειν δὲ πυνθάνομαι δύο ἐτῶν τὸν ἐλέφαντα. οἱ δὲ οὐ τοσοῦτον χρόνον, ἀλλὰ ὀκτωκαίδεκα μηνῶν ὁμολογοῦσιν. ἀποτίκτει δὲ ἰσήλικα τὸ μέγεθος μόσχῳ ἐνιαυσιαίῳ, σπᾷ δὲ τῆς θηλῆς τῷ στόματι. ἐνθουσιῶν δὲ εἰς μίξιν οἴστρῳ τε φλεγόμενος ἐμπίπτει τοίχῳ καὶ ἀνατρέπει, καὶ φοίνικας κλίνει, τὸ μέτωπον προσαράττων κατὰ τοὺς κριούς. πίνει δὲ ὕδωρ οὐ διειδές, οὐδὲ καθαρόν, ἀλλ᾿ ὅταν ὑποθολώσῃ τε καὶ ὑποταράξῃ. καθεύδει γε μὴν ὀρθοστάδην· κατακλιθῆναι γὰρ καὶ ἐξαναστῆναι ἐργῶδες αὐτῷ. ἀκμὴ δὲ ἐλέφαντος ἑξήκοντα χρόνων γεγονέναι. κρυμῷ δὲ ὁμιλεῖν ἥκιστός ἐστι. διατείνει δὲ τὸν βίον καὶ εἰς διπλῆν ἑκατοντάδα.
(113) Ἐν Ἰνδοῖς, ὡς ἀκούω, ἐλέφας καὶ δράκων ἐστὶν ἔχθιστα. οὐκοῦν οἱ μὲν ἐλέφαντες, ἀποσπῶντες τῶν δένδρων τοὺς κλάδους, ἐκείνους νέμονται. ὅπερ οὖν εἰδότες οἱ δράκοντες ἐπ᾿ αὐτὰ μὲν ἕρπουσι, τὸ δὲ ἥμισυ σφῶν αὐτῶν τὸ οὐραῖον τῶν δένδρων περιβάλλουσι | τῇ κόμῃ, τὸ [*](f. 347r) δὲ ἐς τὴν κεφαλὴν προϊὸν ἥμισυ μεθῆκαν καλωδίου δίκην ἀπηρτημένον. καὶ ὁ μὲν προσῆλθεν δρέψασθαι τῶν ἀκρεμόνων ὁ ἐλέφας, ὁ δὲ δράκων [*](10 ἐλέφας] cf. Ael. nat. anim. IV 31 (q. 93, 17—94, 5 Herch.) 25 ἐν Ἰνδοῖς] cf. Ael. l. c. VI 21 (p. 148, 20—31 Herch.)) [*](1 οὔτε—παρέσονται delevit Hercher δράσουσιν D 3 ἔνδροσα ex ἔνδρϊσα correxit D1 4 ἐθέλοι D 6 θεραπευτικῇ D libr. Ael.: θωπευτικῇ Hercher 7 συνιᾶσι—ἀνθρωπίνης addidi ex Aeliano 8 κομιδὴν Ael.: κομιδῆ D 9 πείθονται Ael.: πείθωνται D 10 ἐλέφας D: ὁ ἐλέφας Ael. 12 νηκτικός Ael.: νηκτὸς D 13 σκέλη Ael.: σκέλια D τὰ πρόσθια τῶν κατόπιν D Ael.: τὰ κατόπιν τῶν προσθίων Gesnerus 14 μυκτῆρα Ael.: μυκτῆρας D 16 στέρνῳ] ἐντέρῳ Camperus 17 ἀποτίκτει Ael.: ἀποτίκτειν D 18 ἐνιαυσίῳ Ael. 21 ὑποθολώσῃ τε Ael.: ὑποθολώσηται D 22 καθεύδη D κατακλινῆναι Ael. 23 ἐλέφαντος ἑξήκοντα χρόνων γεγονέναι D: ἐλέφαντος ἑξηκονταετῆ γεγονέναι Ael.: ἐλέφαντι ἑξήκοντα ἔτη Hercher 25 Ἐν] ν omisso a rubricatore D εἰστὶν D 27 ἕρπουσι D: ἀνέρπουσιν Ael. τὸ δὲ D Ael.: καὶ τὸ μὲν proponit Hereher 30 δρέψασθαι D: ἀποδρέψασθαι Ael.)
(114) Σοφὸν ἐλέφαντος ἔργον εἰ παραλείποιμι, φήσει μέ τις ἀγνοήσαντα οὐκ εἰπεῖν. ἔστι δὲ ἀκοῆς ἄξιον, καὶ διὰ ταῦτα ἀκούσωμεν αὐτοῦ. ὁ τῆς τούτου κομιδῆς ἐγχειρισθεὶς τὴν φροντίδα, τῶν μὲν κριθῶν ὑφῄρει, λίθους δὲ ὑποτάττων ἐκείνῳ μὲν ἄβρωτον τὸ πλεῖστον εἰργάζετο, ἀπέσωζε δὲ τὸν ὄγκον τοῦ μέτρου πρὸς τὸν ἐπισκοποῦντα ἀμφοῖν δεσπότην. καὶ τέως διελάνθανεν. οὐκοῦν ὁ ἐλέφας ἀθάρην ἰδὼν ἕψοντα τὸν ἐπίβουλόν οἱ, τῆς ἄμμου τῆς ἐν ποσὶ τῇ προβοσκίδι χύδην ἀναλαβὼν ἐνέβαλεν εἰς τὴν χύτραν καὶ ἠμύνατο ἀνθ᾿ ὧν ἔπαθε δι᾿ ὧν ἐποίησεν εὐμηχάνως.
(115) Στρατεύονται δὲ ἄρα οἱ Λίβυες οὐ μόνον ἐπὶ τοὺς γείτονας, ἵνα αὐτῶν πλέον ἔχωσιν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἐλέφαντας. καὶ ἴσασί γε ἐκεῖνοι τῆς ὁδοῦ τῆς ἐπ᾿ αὐτοὺς τὴν ὑπόθεσιν οὐδὲν ἕτερον εἶναι ἢ τοὺς ὀδόντας. οἱ τοίνυν πηρωθέντες τὸν ἕτερον ἐπὶ μετώπου ἑστᾶσι, τῶν λοιπῶν προβαλλομένων αὐτούς, ἵνα οἱ μὲν ὑποδέχωνται τὴν πρώτην ὁρμήν, οἱ δὲ ἀμύνωσιν ἀκεραίῳ τῇ τῶν ὀδόντων ῥώμῃ καὶ ἰσοπαλεῖ, ἴσως δὲ τῶν Ἰνδῶν καὶ καταφιλοσοφοῦντες καὶ ἐπιδεικνόντες αὐτοῖς ὅτι ἄρα οὐχ ὑπὲρ μεγάλου τοῦ ἄθλου κινδυνεύοντες ἥκουσι. χρῶνται δὲ ἄρα τῷ μὲν τῶν ὀδόντων ὡς ὅπλῳ, καὶ τεθηγμένον αὐτὸν φυλάττουσι, τῷ δὲ ὡς σμινύῃ· καὶ γὰρ ἐν αὐτῷ ῥίζας ὀρύττουσι καὶ δένδρα ἐκμοχλεύοντες ὑποκλίνουσιν.
(116) Ὅταν ὑπὸ θηρατῶν ὡς ἐν πολέμῳ στρατιῶται τραπῶσιν οἱ ἐλέφαντες καὶ εἰς φυγὴν ὁρμήσωσιν οὐ φεύγουσι διῃρημένοι οὐδὲ καθ᾿ ἕνα, ἀλλὰ κοινῇ, καὶ πιέζουσιν ἀλλήλους τῶν συννόμων ἐχόμενοι. καὶ κύκλῳ μὲν οἱ νέοι, ὡς εἰπεῖν, τὸ μαχιμώτατον, ἐν μέσῳ δὲ | οἱ γεγηρακότες [*](f. 347v) καὶ αἱ μητέρες, ὑπὸ ταύταις δὲ τὰ πωλία, ἑκάστη τὸ ἴδιον ἀποκρύπτουσα. καὶ ὁρῶνταί γε οἵδε οἱ μικροὶ σπανιώτατα. ἀθρόους δὲ αὐτοὺς ἐὰν θεάσωνται καὶ λέοντες, ἢ φεύγουσι προτροπάδην ἢ ἄλλος ἄλλῃ κατέπτηξαν ὡς νεβροί, τοὺς ἐλέφαντας οἱ τέως φοβεροὶ καὶ ἐκπληκτικοὶ καταδείσαντες. οὐκ [*](4 σοφὸν] cf. Ael. nat. anim. VI 52 (p. 163,17—28 Herch.) 12 στρατεύονται] cf. Ael. l. c. VI 56 (p. 164, 22—165, 3 Herch.) 22 ὅταν] cf. Ael. l. c. VII 36 (p. 191, 26 — 192, 7 Herch.)) [*](1 τείνων susp. Hercher 2 ἀπάγχει Ael.: ἀπέγει D 4 οφὸν, omissa prima litera a rubricatore D παραλίποιμι Ael. 5 ἀκοῆς D: καὶ ἀκοῆς Ael. διὰ ταῦτα Ael.: διαυταῦτα D 7 ὑποτάττων D: ὑποπάττων Ael. ἄβροτον D 8 δὲ addidi ex Ael. 9 ἀθάρην Ael.: ἀθύρην D ἐπίβουλον οἷ D 11 ἠμύνατο Ael.: ἠμύσατο D εὐμηχάνως Ael.: ἀμηχάνως D 12 τρατεύονται litera Σ omissa a rubri- catore D 14 ὁδοῦ D Ael.: ἐφόδου proponit Hercher 15 πιρωθέντες D 17 Ἰνδῶν D Ael.: Λιβύων Gesnerus 19 κινδυνεύοντες D: κινδυνεύσοντες Ael. ὡς Ael.: ὡ D 20 αὐτὸν Ael.: αὐτὸ D σμηνύῃ D ῥίζας Ael.: ῥίζαν D 21 ἐκμοχλεύοντες D: ἐκμοχλεύσαντες Ael. 22 ταν omisso Ὅ a rubricatore D ὑπὸ D: ὑπὸ τῶν Ael. 25 τὸ μαχιμώτατον Ael.: τῶν μαχιμωτάτων D 27 ἀθρόους Ael.: ἀθρόως D 28 κατέπτιξαν D 29 νεβροί Ael.: νεκροὶ D)
(117) Πώρου τοῦ Ἰνδῶν βασιλέως ὁ ἐλέφας ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ τετρωμένου πολλὰ ἡσυχῆ καὶ μετὰ φειδοῦς τῇ προβοσκίδι ἐξήρει τὰ ἀκόντια, καὶ μέντοι καὶ αὐτὸς τετρωμένος πολλὰ οὐ πρότερον εἶξε, πρὶν ἢ συνιέναι, ὅτι ἄρα ὁ δεσπότης αὐτῷ ὅτι διὰ τὴν ῥοὴν τοῦ αἵματος τὴν πολλὴν παρεῖται καὶ ἐκθνήσκει. οὐκοῦν ἑαυτὸν ὑπέκλινε, καὶ ὀκλάσας ἔμεινεν, ἵνα μὴ ἄνωθεν πεσὼν ὁ Πῶρος εἶτα μέντοι κακωθῇ τὸ σῶμα ἐπὶ μᾶλλον.
(118) Πύρρῳ τῷ Ἠπειρώτῃ ἦν ἐλέφας, ὅσπερ οὖν τὸν ἑαυτοῦ πωλευτὴν οὕτως ἠγάπησεν, ὡς ἀποθανόντος ἐν Ἄργει τοῦ Πύρρου, ἐκπεσόντος δὲ τοῦ ἐλαύνοντος, οὐ πρότερον ὑπέμεινεν ἀτρεμῆσαι καὶ ἡσυχάσαι πρὶν ἢ ἀνασώσασθαι τοῦτον αὐτὸν ἐκ τῶν πολεμίων καὶ ἐς τὸ φίλιον μεταγαγεῖν.
(119) Πυνθάνομαι δὲ ἐν τῇ Ἀντιόχου πόλει τῇ Σύρων γενέσθαι πρᾶον ἐλέφαντα, ἰόντα τε αὐτὸν ἐπὶ τὰς νομὰς στεφανόπωλιν γυναῖκα ὁρᾶν ἡδέως, καὶ προσεστάναι αὐτῇ καὶ τῇ προβοσκίδι τὸ πρόσωπον τῆς ἀνθρώπου καθαίρειν. δέλεαρ δὲ ἄρα ἐκείνη καθίει τοῦ φίλτρου αὐτῷ στέφανον ἀεὶ τὸν ἐκ τῆς τέχνης, τὸν καθ᾿ ὥραν πλεκόμενον. καὶ τῷ μὲν ὁσημέραι λαμβάνειν ἔργον ἦν, τῇ δὲ διδόναι. χρόνῳ δὲ ὕστερον ἡ μὲν ἄνθρωπος τὸν βίον κατέστρεψεν, ὁ δὲ ἐλέφας τῆς συνηθείας διαμαρτάνων καὶ οὐχ ὁρῶν ἣν ἐπόθει γυναῖκα, ὥσπερ οὖν ἐραστὴς ἐρωμένης ἀποτυχὼν ἐξηγριώθη· καὶ ὅς τέως πραότατος ἧν εἰς θυμὸν ἐξήφθη ὥσπερ οὖν καὶ τῶν ἀνθρώπων οἱ ἄγαν ὑπὸ τῆς λύπης ἐπικλυσθέντες ἔκφρονες γίνονται.
(120) Οὐκ ἄν ποτε ῥᾳδίως ἐνέδρα ποτὲ τοὺς ἐλέφαντας λάθοι. ὅταν οὖν γένωνται τῆς τάφρου πλησίον ἢν εἰώθασιν | ὑπορύττειν οἱ θηρῶντες [*](f. 348r) αὐτούς, εἴτε ἐννοίᾳ τινὶ φυσικῇ εἴτε μαντικῇ ναὶ μὰ Δία ἀπορρήτῳ τοῦ μὲν περαιτέρω χωρεῖν ἀναστέλλονται, ἑαυτοὺς 〈δὲ〉 ἐπιστρέψαντες εἶτα μέντοι ὡς ἐν πολέμῳ ἀνθίστανται μάλα καρτερῶς, καὶ ἀνατρέψαι πειρῶνται τοὺς θηρευτὰς καὶ δι᾿ αὐτῶν ὠσάμενοι φυγῇ πορίσασθαι τὴν σωτηρίαν, κρείττους γενόμενοι τῶν ἀντιπολεμίων. γίνεται τοίνυν ἐνταῦθα τοῦ καιροῦ μάχη χαρτερὰ [*](3 Πώρου] Ael. nat. anim. VII 37 (p.192,8—16 Herch.) 10 Πύρρῳ] Ael. l. c. VII 41 (p. 194, 25—30 Herch.) 14 πυνθάνομαι] Ael. l. c. VII 43 (p. 195, 17—30 Herch.) 24 οὐκ ἄν ποτε] Ael. l. c. VIII 10 (p. 206, 12—207, 27 Herch.)) [*](2 ἐστιν Ael. 3 ὠρου omisso a rubricatore D τοῦ D: τοῦ τῶν Ael. 6 συνιέναι D: συνεῖναι Ael. διὰ Ael.: ὅτι διὰ D 7 ἐκθνήσκει Ael.: ἐκθρήσκει D ὀκλάσας D 10 τῷ D: δὲ τῷ Ael. 11 ὡς D Ael.: ὥστε Hercher 13 τοῦτον delevit Hercher 14. 15 πρᾶον γενέσθαι ex cod. V Aeliano reddidit Hercher 18 τὸν ἐκ D Vulg. Ael.: τῶν ἐκ Gronovius ex Mediceo στέφανον ἐκ τῶν καθ᾿ ὥραν πλεκόμενον Hercher 21 ὰποτυχὼν D: ἀτυχῶν Ael. 22 ὃς D: ὁ Ael. ἦν D: ὣν Ael. 23 ὑπὸ Ael.: ἀπὸ D ἔκφρονες γίνονται D: καὶ ἔκφρονες γεγενημένοι Ael. 24 Ὁυκ ἂν D ἐνέδρα ποτὲ τοὺς ἐλέφαντας D: τοὺς ἐλέφαντας ἐνέδρα Ael. 24. 25 ὅταν γοῦν Hercher 27 δὲ addidi ex Ael. 29 θηρευτὰς D: θηρατὰς Ael. ὠσάμενοι Ael.: ὡς ἄνθρωποι D 30 ἀντιπολεμίων D: ἀντιπολέμων Ael.: ἀντιπάλων Hercher)