Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(1) Ταῦτά ἐστιν ἐν τῇ νῦν γραφομένῃ ὑφ’ ἡμῶν συντάξει ἃ δεήσει σε [*](f.6v) ἐπιγνῶναι, | τίνα λέγει ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ ζῴων πραγματείᾳ σελάχια ζῷα καὶ τίνα μαλάκια, ὁμοίως δὲ καὶ τίνα μαλακόστρακα κατονομάζει καὶ τίνα ὀστρακόδερμα, ποῖά τε λέγει τῶν ζῴων καρχαρόδοντα καὶ τίνα χαυλιόδοντα καὶ ἀμφόδοντα, καὶ συνόδοντα, ποῖά τε ἔντομα πέφυκε καὶ τίνα ἐστὶν ἀμφίβια καὶ λεπιδωτὰ καὶ φολιδωτά, καὶ ποῖα μώνυχα καὶ διχηλὰ καὶ πολυσχιδῆ καὶ στεγανόποδα καὶ κολεόπτερα καὶ πιλωτὰ καὶ πτερωτὰ καὶ γαμψώνυχα καὶ ὁλόσφυρα· τοιαύτης γὰρ τῆς ὑποτυπώσεως γινομένης εὐεπίγνωστος μᾶλλον καὶ ἡ τῶν κατὰ μέρος γένηταί σοι ἱστορία.

(2) Σελάχια μὲν οὗν λέγεται ὅσα λεπίδας οὐκ ἔχει τῶν ἰχθυδίων, μύραινα γόγγρος νάρκη τρυγὼν βοῦς γαλεὸς καὶ τὰ μείζονα δὲ τούτων καὶ [*](21 Ael. de nat. anim. ΧΙ 37 p. 289,12 Hercher καλεῖται δὲ σελάχια ὅσα οὐκ ἔχει λεπΐδας· εἵη δ’ ἂν μύραινα γόγγρος νάρκη τρυγὼν βοῦς γαλεὸς * * δελφὶς φάλαινα φώκη. ταῦτα δὲ ἄρα μόνα τῶν ἐνύδρων ζφοτοκεῖ. cf. Arist. hist. anim. A 5 p. 489a 35—489b6 et 490b12) [*](7 Ζώων Rose: Ἡώων culpa rubricatoris P 9 ἄναξ ex ὤναξ correxit P1 11 A addidi 13 τίνα Rose: τίνι P 15 χαυλιόδοντα Rose: χαλιόδοντα Ρ 17 μώνυχα Rose: μόννυχα Ρ 18 πολυσχιδῆ Rose: πολυσχεδῆ constanter P κολεόπτερα Rose: κολοιόπτερα Ρ 19 γαμψώνυχα ex γαμψόνυχα ut videtur P1 20 γένηται P: γενήσεται Rose 21 σελάχια λάχία Rose: σαλάχια Ρ οῖον (non οῖα) exhibet Ρ)

2
κητώδη λεγόμενα, καθάπερ δελφὶς φάλαινα φώκη. τούτοις δὲ μόνοις συμβέβηκε τῶν ἐνύδρων ζῳοτοκεῖν.

(3) μαλάκια δὲ εἴρηται ὅσα τῶν ἐνύδρων ὀστέα οὐκ ἔχει, καθάπερ πολύπους σηπία τεῦθος τευθὶς ἀκαλήφη καὶ εἴ τι ἄλλο τοιοῦτον. ταῦτα δὲ καὶ ἄναιμα καὶ ἄσπλαγχνα συμβέβηκεν ὑπάρχειν.

(4) μαλακόστρακα δὲ προσαγορεύεται τά τε τῶν ἀστακῶν καὶ καρίδων, ἔτι δὲ καὶ καρκίνων καὶ παγούρων καὶ τῶν ὁμοίων εἴδη· ταῦτα δὲ καὶ ἐκδύεσθαι τῶν ἐνύδρων μόνα λέγεται τὸ γῆρας.

(5) ὀστρακόδερμα δὲ κατωνόμασται τά τε τῶν ὀστρέων καὶ πορφυρῶν καὶ κηρύκων καὶ στρόμβων καὶ ἐχίνων γένη, ταῦτα δὲ λέγεται μήτε ἄρσενα μήτε θήλεα ὑπάρχειν.

(6) καρχαρόδοντα δέ ἐστιν ὅσα στρογγύλους καὶ ὀξεῖς καὶ ἐναλλάσσοντας τοὺς ὀδόντας ἔχει, οἶον λύκος λέων κύων πάρδαλις καὶ τὰ ἄλλα· ἔτι δὲ καὶ τὸ τῶν ἰχθύων πᾶν γένος καρχαρόδουν. ταῦτα δὲ σαρκοφάγα συμβέβηκεν εἶναι.

(7) ἀμφόδοντα δέ ἐστιν ἄνθρωπος ἵππος ὄνος ἐλέφας καὶ πάντα ὅσα οὐκ ἐνηλλαγμένους τοὺς ὀδόντας ἔχει. τούτοις δὲ συμβέβηκε πιμελὴν ἀλλ’ οὐ στέαρ ἔχειν.

(8) συνόδοντα δέ ἐστι βοῦς [*](f. 7r) πρόβατον αἴξ, καὶ εἴ τι συμβέβηκε | στέαρ ἔχειν ἀλλ’ οὐ πιμελήν· ᾧ δὲ διαφέρει πιμελὴ στέατος ἐν τοῖς ἑξῆς ἀπαγγελῶ.

(9) χαυλιόδοντα δέ ἐστι τὰ ὑποφαίνοντα ἔξω τοὺς ὀδόντας, οἷον ὗς ἐλέφας ἀσπάλαξ καὶ εἴ τι [*](2 μαλάκια] Ael. nat.an.l c.289,15 μαλάκια δὲ καλεῖται ὅσα ἀνόστεα ἐστι· καὶ εἴη ἂν πολύπους σηπία τευθὶς ἀκαλήφη. ταῦτά  τοι καὶ  αἵματος ἄμοιρα καὶ σπλάγχνων ἐστί. cf. Arist.hist.anim. 1 p.523b 1—5 4 ἄσπλαγχνα] Ael.1.c.et Arist. fr.315 p. 1531b7 (ex Athen. VlI p.316) de polypo σπλάγχνον δ᾿  οὐκ ἔχει ἀναλογοῦν 5 μαλακόστρακα] Ael.1.c.18 μαλακόστρακα δὲ ἀστακοὶ καρίδες καρκίνοι πάγουροι· ἀποδύεται δὲ καὶ τὸ γῆρας ταῦτα. cf.Arist.hist.anim.Α 6 p.490β10 et θ18 p.601a10 7 ὀστρακόδερμα] Ael.l.c.289,19 ὀστρακόδερμα δὲ ὄστρεα πορφύραι κήρυκες στρόμβοιἐχῖνοι κάραβοι. cf.Arist.part.anim.B 8 p. 654a2. hist. anim.Δ4 p. 528a10. Galen. VI 769 ὄστρεα ὧν οἱ κήρυκες αἵ τε πορφύραι καὶ πάνθ’ ἁπλῶς τὰ καλούμενα πρὸς Ἀριστοτέλους ὀστρακόδερμα 9 ταῦτα] Arist.hist.anim.Δ11 p. 537b24 ἔστι δ’ οὐθὲν ἄρρεν καὶ θῆλυ ἐν τοῖς μονίμοις οὐδ᾿  ὅλως ἐν τοῖς ὀστρακοδέρμοις. cf.gener.anim.Α 1 p.715b19. A23 p. 731b8 10 καρχαρόδοντα] Arist.hist.anim.B1 p. 501a16 ἔτι δὲ τὰ μέν ἐστι καρχαρόδοντα αὐτῶν, οῖον λέων καὶ πάρδαλις καὶ κύων, τὰ δὲ ἀνεπάλλακτα, οἷον ἵππος καὶ βοῦς· καρχαρόδοντα γάρ ἐστιν ὅσα ἐπαλλάττει τοὺς ὀδόντας τοὺς ὀξεῖς. cf. part. anim.Γ 1 p. 661b18. Ael.1.c.289,21 12 ἔτι δὲ] Arist.hist.anim.B1 p. 501a23 οἱ γὰρ ἰχθύες πάντες σχεδὸν καρχαρόδοντές εἰσιν. Β 13 p.505a28 καρχαρόδοντες δὲ πάντες οἱ ἰχθύες ἔξω τοῦ σκάρου. cf part.anim.Γ 1 ρ.662a6. 14 p. 675a1. Δ11 p.691a9 ταῦτα] Arist.hist.anim.θ 5 p.594a25 τῶν δὲ τετραπόδων καὶ ζῳοτόκων τὰ μὲν ἄγρια καὶ καρχαρόδοντα πάντα σαρκοφάγα cf. Ael. 1. c. 13 ἀμφόδοντα] Ael. 1. c.289,22 ἀμφόδοντα δὲ ἄνθρωπος ἵππος ὄνος 15 πιμελὴν] Arist.hist.anim.B17 p.520a14 ἔχει δὲ τὰ μὲν ἀμφώδοντα πιμελήν, τὰ δὲ μὴ ἀμφώδοντα στέαρ cf. Ael. l.c.289,23 κυνόδοντα] Ael. 1. c. κυνόδοντα δὲ βοῦς πρόβατον αἴξ 17 Ael. l.c.289,24 χαυλιόδοντα δὲ ὖς ὁ ἂγρτος σπάλαξ. cf. Arist.part.anim.Γ 1 p.661b17—26 18 ὑποφαίνοντα] cf. Arist. hist. anim.B 7 p.502a12 χαυλιόδοντας ὑποφαινομένους) [*](3 ἀκαλόφη P 4 ἂσπλαγχνα scripsi cf. auctores supra eit.: εὔσπλαγχνα P 6 πα- γούρων Rose: πλούρ P 7 τὸ γῆρας Rose: τογηράς P 9 στρόμβων Rose: στρόμ- βλων P 16 ᾧ sic P: ὡς enotaverat Rose 17 χαυλιόδοντα Rose: καλιόδοντα P 18 ἔξω τοὺς Rose: ὀξωτοὺς P)

3
ἄλλο.

(10) ἔντομα δὲ καλεῖται ὅσα τῶν ζῴων ἐντομὴν μεταξὺ ἑαυτῶν κέκτηται, καθάπερ ὅ τε σφὴξ καὶ μόρμηξ μέλιττα καὶ εἴ τι ἄλλο. ταῦτα δὲ τὰ ζῷα λέγεται μήτε ἀναπνεῖν μήτε πνεύμονα ἔχειν.

(11) ἀμφίβια δὲ νενόμισται ὅσα τῶν ζῴων καὶ ἐν τῷ ὑγρῷ καὶ ἐπὶ τῆς χέρσου βιοῖ, καθάπερ ἵππος ποτάμιος καὶ ἔνυδρις καὶ ὁ κροκόδειλος. δύναται δὲ καὶ ὁ ἄνθρωπος ἀμφίβιος λέγεσθαι· εἰσὶ γὰρ οἳ ἅμα καὶ ἐν τῷ ὑγρῷ καὶ ἐν τῇ ξηρᾷ διαιτῶνται, καθάπερ ἐν Αἰγόπτῳ καὶ ἄλλῃ πολλαχῇ.

(12) λεπιδωτὰ δὲ εἴρηται πάντα τὰ τῶν ἰχθύων γένη ἔξω τῶν σελαχίων.

(13) φολιδωτὰ δέ ἐστιν ὅ τε σαῦρος καὶ ἡ σαλαμάνδρα καὶ ἡ χελώνη καὶ ὁ κροκόδειλος καὶ τὸ τῶν ὄφεων πᾶν γένος. ταῦτα δὲ λέγεται κατά τινας καιροὺς τὸ γῆρας ἐκδύεσθαι· ὁ δὲ κροκόδειλος φωλεύει μὲν τοὺς χειμεριωτάτους μῆνας τέσσαρας κατὰ γῆς κρυπτόμενος, τὸ δὲ γῆρας οὐκ ἐκδύεται, καθάπερ οὐδὲ ἡ χελώνη.

(14) μώνυχα δέ ἐστιν ἵππος καὶ ὄνος ὀρεὺς καὶ εἴ τι ἄλλο· τούτους δὲ συμβέβηκε μὴ νεῖν καὶ λοφούρους κεκλῆσθαι.

(15) διχηλὸς δέ ἐστι κάμηλος ἔλαφος σῦς βοῦς δόρκων καὶ εἴ τι ἄλλο· οἷς καὶ συμβέβηκεν [*](1 ἔντομα] Ael. nat. an. l. c. 289,26 ἔντομα δὲ σφὴξ μέλιττα· λέγουσι δὲ μηδὲ πνεύμονας ἔχειν ταῦτα. Arist. hist. anim. Δ 1 p. 523b 13 ἔστι δ᾿  ἔντομα ὅσα κατὰ τοὔνομα ἐστὶν ἐντομὰς ἔχοντα ἢ ἐν τοῖς ὑπτίοις ἢ ἐν τοῖς πρανέσιν ἢ ἐν ἀμφοῖν, καὶ οὔτε ὀστῶδες ἔχει ἐν κεχωρισμένον οὔτε σαρκῶδες, ἀλλὰ μέσον ἀμφοῖν· ...ἔστι δ’ ἔντομα καὶ ἄπτερα, οἶον ἴουλος καὶ σκολόπενδρα, καὶ πτερωτά, οἶον μέλιττα καὶ μηλολόνθη καὶ σφήξ· καὶ ταὐτὸ δὲ γένος ἐστὶ καὶ πτερωτὸν καὶ ἄπτερον, οἶον μύρμηκές εἰσι καὶ πτερωτοὶ καὶ ἄπτεροι καὶ αἱ καλούμεναι πυγολαμπίδες 3 μήτε ἀναπνεῖν] Arist. hist. anim. Δ 9 p. 535b9 οὐθὲν γὰρ ἀναπνεῖ αὐτῶν. cf. de respit. 3 p. 471b20 et 9 p. 475a29 ἀμφίβια] Ael. l. c. 289,27 ἀμφίβια δὲ ἵππος ποτάμιος ἐνυδρὶς κάστωρ κροκόδελος. cf. Arist. hist. auim. Θ 2 p. 589 a 10 sqq., qui tamen ipso verbo ἀμφίβια nondum utitur cf. Rose p. 7 λεπιδωτά] Arist. hist. anim. Γ 10 p. 517b5 λεπίδας δ᾿  ἰχθύες (ἔχουσι) μόνοι ὅσοι ᾠοτοκοῦσι τὸ ψαθυρὸν ᾠόν· τῶν γὰρ μακρῶν γόγγρος μὲν οὐ τοιοῦτον ἔχει ᾠόν, οὐδ᾿  ἡ μύραινα, ἔγχελυς δ᾿  ὅλως οὐκ ἔχει. cf. B 13 p. 505 a 25 8 φολιδωτὰ] Ael. I. e. 289,28 φολιδωτὰ δὲ σαῦρος σαλαμάνδρα χελώνη κροκόδειλος ὄφις. Arist. hist. anim. Θ 13 p. 599a31. Β 12 p. 504a27. Θ 5 p. 594a4 10 ταῦτα] Ael. l. c. 289,29 ταῦτα δὲ καὶ τὸ γῆρας ἀποδύεται πλὴν κροκοδείλου καὶ χελώνης. Arist. hist. anim. Θ 17 p. 600b19 11 φωλεύει] Arist. hist. anim. Θ 13 p. 599a32 τέτταρας μῆνας τοὺς χειμεριωτάτους 13 μώνυχα] Ael. l. c. 289,31 μώνυχα δὲ ἵππος ὄνος. Arist. hist. anim. B1 p. 499b11 μώνυχα ὥσπερ ἵππος καὶ ὀρεύς. part. anim. Γ 12 p. 674b2 τὰ δὲ μώνυχα . . . . . οἶον ἵππος καὶ ὀρεὺς καὶ ὄνος 14 τούτους] Arist. hist. anim. A 6 p. 491a1 ἐπὶ τοῖς λοφούροις καλουμένοις, οἶον ἵππῳ καὶ ὄνῳ καὶ ὀρεῖ καὶ γίννῳ καὶ ἴννῳ καὶ ταῖς ἐν Συρίᾳ καλουμέναις ἡμιόνοις. cf. gener. anim. Γ 5 p. 755b18 ὥσπερ αἱ ἡμίονοι ἐν τῷ γένει τῶν λοφούρων διχηλὸς] Ael. l. c. 289,31 δίχηλα δὲ βοῦς ἔλαφος αἴξ οἴς χοῖρος. cf. Arist. hist. anim. B 1 p. 499b16) [*](4 τῆς χέρσου Rose: γῆς χέρσου P 5 ἔνυδρις scripsi: ἔνυδρος P 6 οἲ Rose: οἶον P 9 (item v. 13) χελόνη P 10 τὸ add. Rose: om. P 11 τοὺς χειμεριωτάτους μῆνας τέσσαρας scripsi cf. Arist.: τὰς χειμερινὰς ταύτας ἡμέρας τεσσαράκοντα P: τὰς χειμερινωτάτας ἡμέρας τεσσαράκοντα scripsit Rose; idem proponit in nota τὰς (sic) χειμεροωτάτους (sic) μῆνας τέτταρας 13 μώνυχα Rose: μόννυχα P 14 μὴ νεῖν P: ἡμιόνους Rose; at ἡμίονος lophurorum species est: an latet μῆνας emendata lectio ex marg. v. 11 huc delata?  λοφούρους Rose: λοφύρους P δίχηλος Rose)

4
ἐν τοῖς ὀπισθίοις ποσὶν ἀστραγάλους ἔχειν.

(16) πολυσχδῆ δὲ ὅ τε κύων λέων μῦς καὶ εἴ τι ἄλλο· οἷς καὶ συμβέβηκε κεῖν.

(17) στεγανόποδα δὲ λέγεται ἅμα καὶ πλατυώνυχα κύκνος χὴν πελεκὰν καὶ τὸ τῶν νηττῶν πᾶν γένος· οἷς καὶ συμβέβηκε φιλύδροις εἶναι.

(18) δερμόπτερος δὲ ἡ νυκτερίς, ἥ τις μόνη τῶν πτητικῶν ζῳοτοκεῖ καὶ γάλα ἔχει ἐν τοῖς μαστοῖς καὶ θηλάζει εὐθέως τὸ γεννώμενον.

(19) κολεόπτερος δὲ καλεῖται ὅ τε κάνθαρος καὶ ἡ μηλολόνθη καὶ εἴ τινα [*](f. 7v) ἄλλα.

(20) πτιλωτὰ δὲ κατωνόμασται |μέλιττα σφὴξ τέττιξ καὶ εἴ τι τῶν ἀκρίδων καὶ μυιῶν καὶ ἀττελάβων γένος. ταῦτα δὲ καὶ ἄναιμα συμβέβηκεν εἶναι.