Iatrica

Anonymus Londinensis

Anonymi Londinensis ex Aristotelis Iatricis Menoniis et aliis medicis eclogae (Supplementum Aristotelicum, Volume 3). Diels, Hermann, editor. Berlin: Reimer, 1893.

  1. τεσσά[ρω]ν στοιχείων, ὅτι καὶ τὰ ἐν κό]σμωι
  2. γί(νεται) [ἀνὰ λό(γον)]. διαφέρειν δὲ
  3. σύνφθ[αρσιν, μ]ῖξιν, διάκρασιν. * καὶ σύν-
  4. φθαρσι[ν μ(ὲν)] καὶ σύνχυσιν, ὅταν σώματα
  5. διὰ ἑαυ[τῶν ὅλω]ν ἥ[κ]οντα μίαν ὑπεράν[ω]
  6. ἀποτελέσῃ ποιότητα, ὡς ἐπὶ τῆς τετρα-
  7. φαρμάκου. * μῖξις δέ (ἐστιν), [οταν]
  8. [*](XIV 15] cf. Abistoteles de geu. et inter. A. 10 [328a5]: ἐπεὶ δ’ οὐκ ἔστιν εἰς τἀλλάχιστα διαιρεθῆναι, οὔτε σύνθεσις ταὐτὸ καὶ μῖξις ἀλλ’ ἕτερον δῆλον ὡς οὔτε κατὰ μικρὰ σῳζόμενα δεῖ τὰ μιγνύμενα φάναι μεμῖχθαι. σύνθεσις γὰρ ἔσται καὶ οὐ κρᾶσις οὐδὲ μῖξις, οὐδ’ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον. φαμὲν δ’ εἴπερ δεῖ μεμῖχθαί τι τὸ μιχθὲν ὁμοιομερὲς εἶναι καὶ ὥσπερ τοῦ ὕδατος τὸ μέρος ὕδωρ, καὶ τοῦ κραθέντος. ἂν δ’ ᾖ κατὰ μικρὰ σύνθεσις ἡ μῖξις, οὐθὲν συμβήσεται τούτων, ἀλλὰ μόνον μεμιγμένα πρὸς τὴν αἴσθησιν. Arics Didymcs apud Stob. Ecl. I 17 [I 154, 8 W. 463,20 Doxogr.]: διαφέρειν γὰρ ἀρέσκει τοῖς ἀπὸ τῆς Στωικῆς αἱρέσεως παράθεσιν, μῖξιν, κρᾶσιν, σύγχυσιν. παράθεσιν μὲν γὰρ εἷναι σωμάτων συναφὴν κατὰ τὰς ἐπιφανείας, ὡς ἐπὶ τῶν σωρῶν ὁρῶμεν, ἐν οἷς πυροί τε καὶ κριθαὶ καὶ φακοὶ καὶ εἴ τινα τούτοις ἄλλα παραπλήσια περιέχεται καὶ τῶν ἐπὶ τῶν αἰγιαλῶν ψήφων καὶ ἄμμων. μῖξιν δ’ εἶναι δύο ἢ καὶ πλειόνων σωμάτων ἀντιπαέκτασιν δι’ ὅλων, ὑπομενουσῶν τῶν συμφυῶν περὶ αὐτὰ ποιοτήτων, ὡς ἐπὶ τοῦ πυρὸς ἔχει καὶ τοῦ πεπυρακτωμένου σιδήρου· ἐπὶ τούτων γὰρ <δι'> ὅλων γίγνεσθαι τῶν σωμάτων τὴν ἀντιπαρέκτασιν. ὁμοίως δὲ κἀπὶ τῶν ἐν ἡμῖν ἔχειν. δι’ ὅλων γὰρ τῶν σωμάτων ἡμῶν ἀντιπαρεκτείνουσιν· ἀρέσκει γὰρ αὐτοῖς σῶμα διὰ σώματος ἀντιπαρήκειν. κρᾶσιν δὲ εἶναι λέγουσι δύο ἢ καὶ πλειόνων σωμάτων ὑγρῶν δι’ ὅλων ἀντιπαρέκτασιν τῶν περὶ αὐτὰ ποιοτήτων ὑπομενουσῶν. [τὴν μὲν μῖξιν καὶ ἐπὶ ξηρῶν γίγνεσθαι οἷον πυρὸς καὶ σιδήρου χυζῆς τε καὶ τοῦ περιέχοντος αὐτὴν σώματος· τὴν δὲ κρᾶσιν ἐπὶ μόνων φασὶ γίνεσθαι τῶν ὑγρῶν.] συνεκφαίνεσθαι γὰρ ἐκ τῆς κράσεως τὴν ἑκάστου τῶν συγκραθέντων ὑγρῶν ποιότητα οἷον οἴνου, μέλιτος, ὕδατος, ὄξους, τῶν παραπλησίων. ὅτι δ6 ἐπὶ τοιούτων κράσεων διαμένουσιν αἱ ποιότητες τῶν συγκραθέντων πρόδηλον ἐκ τοῦ πολλάκις ἐξ ἐπιμηχανήσεως ἀποχωρίζεσθαι ταῦτα ἀπ’ ἀλλήλων. ἐὰν γοῦν σπόγγον ἠλαιωμένον καθῇ τις εἰς οἷνον ὕδατι κεκραμένον, ἀποχωρίσει τὸ ὕδωρ τοῦ οἴνου ἀναδραμόντος τοῦ ὕδατος εἰς τὸν σπόγγον. τὴν δὲ σύγχυσιν δύο <ἢ> καὶ πλειόνων ποιοτήτων περὶ τὰ σώματα μεταβολὴν εἰς ἑτέρας τούτων ποιότητος γένεσιν, ὡς ἐπὶ τῆς συνθέσεως ἔχει τῶν μύρων καὶ τῶν ἰατρικῶν φαρμάκων. Philo de aeteru. mundi IG. p. 503 M. 25, 23 Cumont: κατὰ δὲ σύγχυσιν ὡς ἡ παρὰ ἰατροῖς τετραφάρμακος. de confus. 1. 37 (433 M.) σύγχυσίς ἐστι φθορὰ τῶν ἐξ ἀρχῆς ποιοτήτων ὡς ἐπὶ τῆς ἐν ἰατρικῇ τετραφαρμάκου συντέτευχε. cf. Gal. de elem. sec. Ilipp. 1 5 [I 452 K.] al.)[*](XIV 6 desideres ἴδωμεν δὲ μετὰ τοὺς; at cf. XVII 44 sqq. et Herm. XXVIII 415, 29 9—13 K 15 μωι τέ[σσαρα] dubitanter K 16 σύνφθαρσιν K 17 K 18 ἑαυτῶν K)
    22
    [*](XIV)
  9. ματά τινα ἑαυτοῖς κ(ατὰ) παράθεσιν παρακέ(ηται)
  10. καὶ μὴ δι᾿ ἑαυτῶν ἥκῃ, ὡς σωρὸς πυποῦ,
  11. κριθῆς. * δ[ιάκρ]ασις δέ (ἐστιν), ὅταν σώματά
  12. τινα ἐπὶ [ἕν σ]υνελθάντα ἀλλήλοις
  13. παρακ[έη]ται, ὡς ἐπὶ τοῦ οἰνομέλιτος
  14. βλέπομ[εν. ἀπὸ] τοιγ(άρ)[τοι] τῆς τούτ(ων) διαφορᾶς
  15. φησιν ὁ Πλάτων τὰ ἡμέτερα σώματα
  16. ἐκ τ(ῶν) τεσσάρων στοιχείων συνεστάναι
  17. κατὰ σύν[φθαρσι]ν. ταύτῃ δὲ μὴ φαίνεσθ(αι) [καθ᾿ ἕ(ν)]
  18. ἐν ἡμῖν πῦ[ρ ἢ] ἀέρα ἢ γῆν ἢ ὑγρὸν τῶι
  19. κατὰ σύνφθαρσιν αὐτῶν τὰ ζῶι[α] [ἀπο-]
  20. [τελεῖσθαι] [/////////] * * ἀλλὰ γὰρ λέγει ἁνὴρ καί
  21. τινα τ(ῶν) ἐν ἡμῖν μερ(ῶν) διαφόρου τε-