Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἡ δὲ Ἄνθεια καὶ πρότερον ἔφη, δέσποτα, εἰπεῖν πρὸς σὲ ἐβουλόμην τὴν συμφορὰν τὴν ἐμὴν καὶ διηγήσασθαι τὰ συμβάντα, ἀλλὰ ἀπέκρυπτον αἰδουμένη· νυνὶ δὲ οὐδὲν χαλεπὸν εἰπεῖν πρὸς σέ, πάντα ἤδη μεμαθηκότα τὰ κατʼ ἐμέ.

Παῖς ἔτι οὖσα ἐν ἑορτῇ καὶ παννυχίδι ἀποπλανηθεῖσα τῶν ἐμαυτῆς ἧκον πρός τινα τάφον ἀνδρὸς νεωστὶ τεθνηκότος· κἀνταῦθα ἐφάνη μοί τις ἀναθορῶν ἐκ τοῦ τάφου καὶ κατέχειν ἐπειρᾶτο·

ἐγὼ δʼ ἀπέφευγον καὶ ἐβόων· ὁ δὲ ἄνθρωπος ἦν μὲν ὀφθῆναι φοβερός, φωνὴν δὲ πολλῷ εἶχε χαλεπωτέραν· καὶ τέλος ἡμέρα μὲν ἤδη ἐγίνετο, ἀφεὶς δέ με ἔπληξέ τε κατὰ τοῦ στήθους καὶ νόσον ταύτην ἔλεγεν ἐμβεβληκέναι.

Ἐκεῖθεν ἀρξαμένη ἄλλοτε ἄλλως ὑπὸ τῆς συμφορᾶς κατέχομαι. Ἀλλὰ δέομαί

σου, δέσποτα, μηδέν μοι χαλεπήνῃς· οὐ γὰρ ἐγὼ τούτων αἰτία. Δυνήσῃ γάρ με ἀποδόσθαι καὶ μηδὲν ἀπολέσαι τῆς δοθείσης τιμῆς. Ἀκούσας ὁ πορνοβοσκὸς ἠνιᾶτο μέν, συνεγίνωσκε δὲ αὐτῇ, ὡς οὐχ ἑκούσῃ ταῦτα πασχούσῃ.

Καὶ ἡ μὲν ἐθεραπεύετο ὡς νοσοῦσα παρὰ τῷ πορνοβοσκῷ· ὁ δὲ Ἁβροκόμης ἀπὸ τῆς Σικελίας ἐπαναχθεὶς καταίρει μὲν εἰς Νουκέριον τῆς Ἰταλίας, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων ἀμηχανῶν ὅ τι ποιήσειε, τὰ μὲν πρῶτα περιῄει τὴν Ἄνθειαν ζητῶν·

αὕτη γὰρ ἦν αὐτῷ τοῦ βίου παντὸς καὶ τῆς πλάνης ἡ ὑπόθεσις· ὡς δὲ οὐδὲν εὕρισκεν (ἦν γὰρ ἐν Τάραντι ἡ κόρη παρὰ τῷ πορνοβοσκῷ), αὑτὸν ἀπεμίσθωσε τοῖς τοὺς λίθους ἐργαζομένοις.

Καὶ ἦν αὐτῷ τὸ ἔργον ἐπίπονον, οὐ γὰρ συνείθιστο τὸ σῶμα οὐδὲ αὑτὸν ὑποβάλλειν ἔργοις εὐτόνοις καὶ σκληροῖς· διέκειτο δὲ πονήρως καὶ πολλάκις κατοδυρόμενος τὴν αὑτοῦ τύχην ἰδοὺ φησὶν Ἄνθεια, ὁ σὸς Ἁβροκόμης ἐργάτης τέχνης πονήρας καὶ τὸ σῶμα ὑποτέθεικα δουλείᾳ·

καὶ εἰ μὲν εἶχόν τινα ἐλπίδα εὑρήσειν σὲ καὶ τοῦ λοιποῦ συγκαταβιώσεσθαι, τοῦτο πάντων ἂν τῶν δεινῶν με παρεμυθεῖτο· νυνὶ δὲ ἴσως κἀγὼ ὁ δυστυχὴς κενὰ καὶ ἀνόνητα πονῶ, καὶ σύ που τέθνηκας πόθῳ τῷ πρὸς Ἁβροκόμην. Πέπεισμαι γάρ, φιλτάτη, ὡς οὐκ ἄν ποτε οὐδὲ ἀποθανοῦσα ἐκλάθοιό μου.

Καὶ ὁ μὲν ταῦτα ὠδύρετο καὶ τοὺς πόνους ἔφερεν ἀλγεινῶς, τῇ δὲ Ἀνθείᾳ ὄναρ ἐπέστη ἐν Τάραντι κοιμωμένῃ. Ἐδόκει μὲν αὑτὴν εἶναι μετὰ Ἁβροκόμου, καλὴν οὖσαν μετʼ ἐκείνου καλοῦ καὶ τὸν πρῶτον εἶναι τοῦ ἔρωτος αὐτοῖς χρόνον·

φανῆναι δέ τινα ἄλλην γυναῖκα καλὴν καὶ ἀφέλκειν αὐτῆς τὸν Ἁβροκόμην· καὶ τέλος ἀναβοῶντος καὶ καλοῦντος ὀνομαστὶ ἐξαναστῆναί

τε καὶ παύσασθαι τὸ ὄναρ.

Ταῦτα ὡς ἔδοξεν ἰδεῖν, εὐθὺς μὲν ἀνέθορέ τε καὶ ἀνεθρήνησε καὶ ἀληθῆ τὰ ὀφθέντα ἐνόμιζεν οἴμοι τῶν κακῶν λέγουσα, ἐγὼ μὲν καὶ πόνους ὑπομένω πάντας καὶ ποικίλων πειρῶμαι ἡ δυστυχὴς συμφορῶν καὶ τέχνας σωφροσύνης ὑπὲρ γυναῖκας εὑρίσκω Ἁβροκόμῃ· σοὶ δὲ ἴσως ἄλλη που δέδοκται καλή· ταῦτα γάρ μοι σημαίνει τὰ ὀνείρατα.

Τί οὖν ἔτι ζῶ; τί δʼ ἐμαυτὴν λυπῶ; κάλλιον οὖν ἀπολέσθαι καὶ ἀπαλλαγῆναι μὲν τοῦ πονήρου τούτου βίου, ἀπαλλαγῆναι δὲ τῆς ἀπρεποῦς ταύτης καὶ ἐπισφαλοῦς δουλείας.

Ἁβροκόμης μὲν εἰ καὶ τοὺς ὅρκους παραβέβηκε, μηδὲν οἱ θεοὶ τιμωρήσαιντο τοῦτον· ἴσως ἀνάγκῃ τι εἴργασται· ἐμοὶ δὲ ἀποθανεῖν καλῶς ἔχει σωφρονούσῃ. Ταῦτα ἔλεγε θρηνοῦσα καὶ μηχανὴν ἐζήτει τελευτῆς.