Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Καὶ ὁ μὲν Ἁβροκόμης ταυτὶ κατοδυρόμενος, παραμυθουμένου αὐτὸν Αἰγιαλέως διῆγεν ἐν Συρακούσαις, ἤδη καὶ τῆς τέχνης Αἰγιαλεῖ κοινωνῶν· οἱ δὲ περὶ τὸν Ἱππόθοον μέγα μὲν ἤδη τὸ λῃστήριον κατεστήσαντο, ἔγνωσαν δὲ ἀπαίρειν Αἰθιοπίας καὶ μείζοσιν ἤδη πράγμασιν ἐπιτίθεσθαι.

Οὐ γὰρ ἐδόκει τῷ Ἱπποθόῳ αὔταρκες εἶναι λῃστεύειν κατʼ ἄνδρα, εἰ μὴ καὶ κώμαις καὶ πόλεσιν ἐπιβάλοι. Καὶ ὁ μὲν παραλαβὼν τοὺς σὺν αὐτῷ καὶ ἐπιφορτισάμενος πάντα (ἦν δὲ αὐτῷ καὶ ὑποζύγια πολλὰ καὶ κάμηλοι οὐκ ὀλίγαι) Αἰθιοπίαν μὲν κατέλιπεν, ᾔει δὲ ἐπʼ Αἴγυπτόν τε καὶ Ἀλεξάνδρειαν καὶ ἐνενόει Φοινίκην καὶ Συρίαν πάλιν·

τὴν δὲ Ἄνθειαν προσεδόκα τεθνηκέναι· ὁ δὲ Ἀμφίνομος, ὁ φρουρῶν ἐν τῇ τάφρῳ αὐτήν, ἐρωτικῶς διακείμενος, οὐχ ὑπομένων ἀποσπασθῆναι τῆς κόρης διὰ τὴν πρὸς αὐτὴν φιλοστοργίαν καὶ τὴν ἐπικειμένην συμφοράν, Ἱπποθόῳ μὲν οὐχ εἵπετο, λανθάνει δὲ ἐν πολλοῖς τοῖς ἄλλοις καὶ ἀποκρύπτεται ἐν ἄντρῳ τινὶ σὺν τοῖς ἐπιτηδείοις οἷς συνελέξατο.

Νυκτὸς δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἐπὶ κώμην ἐληλύθεσαν τῆς Αἰγύπτου, Ἀρείαν καλουμένην, πορθῆσαι θέλοντες· ὁ δὲ Ἀμφίνομος ἀνορύσσει τὴν τάφρον καὶ ἐξάγει τὴν Ἄνθειαν καὶ θαρρεῖν παρεκάλει.

τῆς δὲ ἔτι φοβουμένης καὶ ὑποπτευούσης, τὸν ἥλιον ἐπόμνυσι καὶ τοὺς ἐν Αἰγύπτῳ θεοὺς ἦ μὴν τηρήσειν γάμων ἁγνήν, μέχρι ἂν καὶ αὐτή ποτε πεισθεῖσα θελήσῃ συγκαταθέσθαι. Πείθεται τοῖς ὅρκοις Ἀμφινόμου Ἄνθεια καὶ ἕπεται αὐτῷ· οὐκ ἀπελείποντο δὲ οἱ κύνες ἀλλʼ ἔστεργον συνήθεις γενόμενοι.

Ἔρχονται δὴ εἰς Κοπτόν, κἀνταῦθα ἔγνωσαν ἡμέρας

διαγαγεῖν, μέχρι ἂν προέλθωσιν οἱ περὶ τὸν Ἱππόθοον τῆς ὁδοῦ· ἐπεμελοῦντο δὲ τῶν κυνῶν ὡς ἔχοιεν τὰ ἐπιτήδεια.

Οἱ δὲ περὶ τὸν Ἱππόθοον προσβαλόντες τῇ κώμῃ τῇ Ἀρείᾳ πολλοὺς μὲν τῶν ἐνοικούντων ἀπέκτειναν καὶ τὰ οἰκήματα ἐνέπρησαν καὶ κατῄεσαν οὐ τὴν αὐτὴν ὁδὸν ἀλλὰ διὰ τοῦ Νείλου· πάντα γὰρ τὰ ἐκ τῶν μεταξὺ κωμῶν σκάφη συλλεξάμενοι, ἐπιβάντες ἔπλεον ἐπὶ Σχεδίαν, καὶ ...... κἀντεῦθεν ἐκβάντες παρὰ τὰς ὄχθας τοῦ Νείλου διώδευον τὴν ἄλλην Αἴγυπτον.