Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Καὶ ὁ μὲν ἦν ἐν τῇ εἱρκτῇ· ὁ δὲ Ψάμμις ὁ τὴν Ἄνθειαν ὠνησάμενος διέγνω μὲν ἀπιέναι τὴν ἐπʼ οἴκου καὶ πάντα πρὸς τὴν ὁδοιπορίαν παρεσκευάζετο· ἔδει δὲ αὐτὸν ὁδεύσαντα τὴν ἄνω Αἴγυπτον ἐπʼ Αἰθιοπίαν ἐλθεῖν, ἔνθα ἦν τὸ Ἱπποθόου λῃστήριον.

Ἦν δὲ πάντα εὐτρεπῆ, κάμηλοί τε πολλαὶ καὶ ὄνοι καὶ ἵπποι σκευαγωγοί· ἦν δὲ πολὺ μὲν πλῆθος χρυσοῦ, πολὺ δὲ ἀργύρου, πολλὴ δὲ ἐσθής· ἦγε δὲ καὶ τὴν Ἄνθειαν.

Ἡ δὲ ὡς Ἀλεξάνδρειαν παρελθοῦσα ἐγένετο ἐν Μέμφει, εὔχετο τῇ Ἴσιδι στᾶσα πρὸ τοῦ ἱεροῦ ὦ μεγίστη θεῶν, μέχρι μὲν νῦν ἁγνὴ μένω λογιζομένη σή, καὶ γάμον ἄχραντον Ἁβροκόμῃ τηρῶ· τοὐντεῦθεν δὲ ἐπὶ Ἰνδοὺς ἔρχομαι, μακρὰν μὲν τῆς Ἐφεσίων γῆς, μακρὰν δὲ τῶν Ἁβροκόμου λειψάνων.

Ἢ σῶσον οὖν ἐντεῦθεν τὴν δυστυχῆ καὶ ζῶντι ἀπόδος Ἁβροκόμῃ, ἢ εἰ πάντως εἵμαρται χωρὶς ἀλλήλων ἀποθανεῖν, ἔργασαι τοῦτο, μεῖναί με σωφρονοῦσαν τῷ νεκρῷ.

Ταῦτα εὔχετο, καὶ προῄεσαν τῆς ὁδοῦ, καὶ ἤδη μὲν διεληλύθεσαν Κοπτόν, ἐνέβαινον δὲ τοῖς Αἰθιόπων ὅροις, καὶ αὐτοῖς Ἱππόθοος ἐπιπίπτει καὶ αὐτὸν μὲν τὸν Ψάμμιν ἀποκτιννύει καὶ πολλοὺς τῶν σὺν αὐτῷ καὶ τὰ χρήματα λαμβάνει καὶ τὴν Ἄνθειαν αἰχμάλωτον·

συλλεξάμενος δὲ τὰ ληφθέντα χρήματα ἦγεν εἰς ἄντρον τὸ ἀποδεδειγμένον αὐτοῖς εἰς ἀπόθεσιν τῶν χρημάτων· ἐνταῦθα ἤγετο καὶ ἡ Ἄνθεια· οὐκ ἐγνώριζε δὲ Ἱππόθοον, οὐδὲ Ἱππόθοος τὴν Ἄνθειαν. Ὁπότε δὲ αὐτῆς πύθοιτο ἥτις τε εἴη καὶ πόθεν, τὸ μὲν ἀληθὲς οὐκ ἔλεγεν, ἔφασκε δὲ Αἰγυπτία εἶναι ἐπιχώριος, τοὔνομα Μεμφῖτις.

Καὶ ἡ μὲν ἦν παρὰ τῷ Ἱπποθόῳ ἐν τῷ ἄντρῳ τῷ

λῃστρικῷ· ἐν τούτῳ δὲ μεταπέμπεται τὸν Ἁβροκόμην ὁ ἄρχων τῆς Αἰγύπτου καὶ πυνθάνεται τὰ κατʼ αὐτὸν καὶ μανθάνει τὸ διήγημα καὶ οἰκτείρει τὴν τύχην καὶ δίδωσι χρήματα καὶ εἰς Ἔφεσον ἄξειν ὑπισχνεῖτο.

Ὁ δὲ ἅπασαν μὲν ᾔδει χάριν αὐτῷ τῆς σωτηρίας, ἐδεῖτο δὲ ἐπιτρέψαι ζητῆσαι τὴν Ἄνθειαν. Καὶ ὁ μὲν πολλὰ δῶρα λαβών, ἐπιβὰς σκάφους ἀνήγετο τὴν ἐπ’ Ἰταλίας, ὡς ἐκεῖ πευσόμενός τι περὶ Ἀνθείας. Ὁ δὲ ἄρχων τῆς Αἰγύπτου μαθὼν τὰ κατὰ τὸν Ἄραξον, μεταπεμψάμενος ἀνεσταύρωσε τὴν Κυνώ.

Τῆς δὲ Ἀνθείας οὔσης ἐν τῷ ἄντρῳ ἐρᾷ τῶν φρουρούντων αὐτὴν λῃστῶν εἷς, Ἀγχίαλος τοὔνομα. Οὗτος ὁ Ἀγχίαλος ἦν μὲν τῶν ἀπὸ Συρίας Ἱπποθόῳ συνεληλυθότων, Λαοδικεὺς τὸ γένος, ἐτιμᾶτο δὲ παρὰ τῷ Ἱπποθόῳ νεανικός τε καὶ μεγάλα ἐν τῷ λῃστηρίῳ δυνάμενος.

Ἐρασθεὶς δὲ αὐτῆς τὰ μὲν πρῶτα λόγους προσέφερεν ὡς πείσων καὶ ἔφασκε λόγῳ λήψεσθαι καὶ παρὰ τοῦ Ἱπποθόου δῶρον αἰτήσειν.