Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Καὶ ὁ μὲν ἐκτελέσας τὰ νομιζόμενα ὑπὸ τῶν οἰκείων εἰς τὴν πόλιν ἤγετο· καταλειφθεῖσα δὲ ἐν τῷ τάφῳ ἡ Ἄνθεια ἑαυτῆς γενομένη καὶ συνεῖσα ὅτι μὴ τὸ φάρμακον θανάσιμον ἦν, στενάξασα καὶ δακρύσασα ὦ ψευσάμενόν με φησίν, ὦ κωλῦσαν ὁδεῦσαι πρὸς τὸν Ἁβροκόμην ὁδὸν εὐτυχῆ· ἐσφάλην ἄρα (πάντα καινὰ καὶ τῆς ἐπιθυμίας τοῦ θανάτου.

Ἀλλ’ ἔνεστί γε ἐν τῷ τάφῳ μείνασαν τὸ ἔργον ἐργάσασθαι τοῦ φαρμάκου λιμῷ. Οὐ γὰρ ἂν ἐντεῦθέν μέ τις ἀνέλοιτο, οὐδʼ ἂν ἐπίδοιμι τὸν ἥλιον οὐδʼ εἰς φῶς ἐλεύσομαι. Ταῦτα εἰποῦσα ἐκαρτέρει, τὸν θάνατον προσδεχομένη γενναίως.

Ἐν δὲ τούτῳ νυκτὸς ἐπιγενομένης λῃσταί τινες μαθόντες ὅτι κόρη τέθαπται πλουσίως, καὶ πολὺς μὲν αὐτῇ κόσμος συγκατάκειται γυναικεῖος, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἦλθον ἐπὶ τὸν τάφον καὶ ἀναρρήξαντες τοῦ τάφου τὰς θύρας, εἰσελθόντες τόν τε κόσμον ἀνῃροῦντο καὶ τὴν Ἄνθειαν ζῶσαν ὁρῶσι· μέγα δὲ καὶ τοῦτο κέρδος ἡγούμενοι ἀνίστων τε αὐτὴν καὶ ἄγειν ἐβούλοντο.

Ἡ δὲ τῶν ποδῶν αὐτῶν προκυλιομένη πολλὰ ἐδεῖτο ἄνδρες, οἵτινές ποτ’ ἐστὲ λέγουσα, τὸν μὲν κόσμον τοῦτον ἅπαντα ὅστις

ἐστὶ καὶ ἅπαντα τὰ συνταφέντα λαβόντες κομίζετε, φείσασθε δὲ τοῦ σώματος.

Δυοῖν ἀνάκειμαι θεοῖς, Ἔρωτι καὶ Θανάτῳ· τούτοις ἐάσατε σχολάσαι με. Ναὶ πρὸς θεῶν αὐτῶν τῶν πατρῴων ὑμῖν, μή με. ἡμέρᾳ δείξητε τὴν ἄξια νυκτὸς καὶ σκότους δυστυχοῦσαν. Ταῦτα ἔλεγεν· οὐκ ἔπειθε δὲ τοὺς λῃστάς, ἀλλʼ ἐξαγαγόντες αὐτὴν τοῦ τάφου κατήγαγον ἐπὶ θάλατταν καὶ ἐνθέμενοι σκάφει τὴν εἰς Ἀλεξάνδρειαν ἀνήγοντο· ἐν δὲ τῷ πλῷ ἐθεράπευον αὐτὴν καὶ θαρρεῖν παρεκάλουν.

Ἡ δὲ ἐν οἵοις κακοῖς ἐγεγόνει ἐννοήσασα, θρηνοῦσα καὶ ὀδυρομένη πάλιν ἔφησε λῃσταὶ καὶ θάλαττα, πάλιν αἰχμάλωτος ἐγώ· ἀλλὰ νῦν δυστυχέστερον, ὅτι μὴ μετὰ Ἁβροκόμου.

Τίς με ἄρα ὑποδέξεται γῆ; τίνας δὲ ἀνθρώπους ὄψομαι; μὴ Μοῖριν ἔτι, μὴ Μαντώ, μὴ Περίλαον, μὴ Κιλικίαν· ἔλθοιμι δὲ ἔνθα κἂν τάφον Ἁβροκόμου μόνον ὄψομαι. Ταῦτα ἑκάστοτε ἐδάκρυε καὶ αὐτὴ μὲν οὐ πότον, οὐ τροφὴν προσίετο, ἠνάγκαζον δὲ οἱ λῃσταί.