Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἐγὼ ἔφη εἰμὶ τὸ γένος πόλεως Περίνθου (πλησίον δὲ τῆς Θρᾴκης ἡ πόλις) τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων· ἀκούεις δὲ καὶ τὴν Πέρινθον ὡς ἔνδοξος, καὶ τοὺς ἄνδρας ὡς εὐδαίμονες ἐνταῦθα.

Νέος ὢν ἠράσθην μειρακίου καλοῦ· ἦν δὲ τὸ μειράκιον τῶν ἐπιχωρίων· ὄνομα Ὑπεράνθης ἦν αὐτῷ. Ἠράσθην δὲ τὰ πρῶτα ἐν γυμνασίοις διαπαλαίοντα ἰδὼν καὶ οὐκ ἐκαρτέρησα.

Ἑορτῆς οὖν ἀγομένης ἐπιχωρίου καὶ παννυχίδος ἐπʼ αὐτῆς πρόσειμι τῷ Ὑπεράνθῃ καὶ ἱκετεύω κατοικτεῖραι· ἀκοῦσαν δὲ τὸ μειράκιον πάντα ὑπισχνεῖται κατελεῆσάν με.

Καὶ τὰ πρῶτά γε τοῦ ἔρωτος ὁδοποιεῖ φιλήματα καὶ ψαύσματα καὶ πολλὰ παρʼ ἐμοῦ δάκρυα· τέλος δὲ ἠδυνήθημεν καιροῦ λαβόμενοι γενέσθαι μετʼ ἀλλήλων μόνοι καὶ τὸ τῆς ἡλικίας ἀνύποπτον ἦν. Καὶ χρόνῳ συνῆμεν πολλῷ, στέργοντες ἀλλήλους διαφερόντως, ἕως δαίμων τις ἡμῖν ἐνεμέσησε.

Καὶ ἔρχεταί τις ἀπὸ Βυζαντίου (πλησίον δὲ τὸ Βυζάντιον τῇ Περίνθῳ) ἀνὴρ τῶν τὰ πρῶτα

ἐκεῖ δυναμένων, ἐπὶ πλούτῳ καὶ περιουσίᾳ μέγα φρονῶν· Ἀριστόμαχος ἐκαλεῖτο.