Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ὡς οὖν ταῦτα ἔγνω ἡ Ἄνθεια καὶ ὅτι εἰς Συρίαν ἀναχθήσεται μετὰ Μαντοῦς, δυνηθεῖσα εἰσελθεῖν εἰς τὸ δεσμωτήριον, περιπλεξαμένη τῷ Ἁβροκόμῃ δέσποτα εἶπεν, εἰς Συρίαν ἄγομαι δῶρον δοθεῖσα τῇ Μαντοῖ καὶ εἰς χεῖρας τῆς ζηλοτυπούσης ἄγομαι·

σὺ δὲ ἐν τῷ δεσμωτηρίῳ μείνας οἰκτρῶς ἀποθνήσκεις, οὐκ ἔχων οὐδὲ ὅστις σου τὸ σῶμα κοσμήσει·

ἀλλʼ ὀμνύω σοι τὸν ἀμφοτέρων δαίμονα ὡς ἐγὼ μενῶ σὴ καὶ ζῶσα κἂν ἀποθανεῖν δεήσῃ.

Ταῦτα λέγουσα ἐφίλει τε αὐτὸν καὶ περιέβαλλε καὶ τὰ δεσμὰ ἠσπάζετο καὶ τῶν ποδῶν προυκυλίετο.

Τέλος δὲ ἡ μὲν ἐξῄει τοῦ δεσμωτηρίου, ὁ δὲ ὡς εἶχεν ἑαυτὸν ἐπὶ γῆς ῥίψας ἔστενεν, ἔκλαεν ὦ πάτερ λέγων φίλτατε, ὦ μῆτερ Θεμιστώ· ποῦ μὲν ἡ ἐν Ἐφέσῳ δοκοῦσά ποτʼ εὐδαιμονία; ποῦ δʼ οἱ λαμπροὶ καὶ οἱ περίβλεπτοι Ἄνθεια καὶ Ἁβροκόμης, οἱ καλοί; ἡ μὲν οἴχεται πόρρω ποι τῆς γῆς αἰχμάλωτος, ἐγὼ δὲ καὶ τὸ μόνον ἀφῄρημαι παραμύθιον, καὶ τεθνήξομαι ὁ δυστυχὴς ἐν δεσμωτηρίῳ μόνος.

Ταῦτα λέγοντα αὐτὸν ὕπνος καταλαμβάνει, καὶ αὐτῷ ὄναρ ἐφίσταται. Ἔδοξεν ἰδεῖν αὐτοῦ τὸν πατέρα Λυκομήδην ἐν ἐσθῆτι μελαίνῃ πλανώμενον κατὰ πᾶσαν γῆν καὶ θάλατταν, ἐπιστάντα δὲ τῷ δεσμωτηρίῳ λῦσαί τʼ αὐτὸν καὶ ἀφιέναι ἐκ τοῦ οἰκήματος· αὐτὸν δʼ ἵππον γενόμενον ἐπὶ πολλὴν φέρεσθαι γῆν διώκοντα ἵππον ἄλλην θήλειαν, καὶ τέλος εὑρεῖν τὴν ἵππον καὶ ἄνθρωπον γενέσθαι. Ταῦτα ὡς ἔδοξεν ἰδεῖν, ἀνέθορέ τε καὶ μικρὰ εὔελπις ἦν.