Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Καὶ ὁ μὲν Εὔξεινος καὶ ὁ Κόρυμβος μετʼ ἀλλήλων ἦσαν περιμένοντες ὅ τι ἀκούσονται, ἤλπιζον δʼ αὐτοὺς ῥᾳδίως πείσειν· ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἧκον εἰς τὸ δωμάτιον ἔνθα συνήθως διῃτῶντο, καὶ πρὸς ἀλλήλους εἰπόντες ἅπερ ἠκηκόεσαν, καταβαλόντες ἑαυτοὺς ἔκλαον, ὠδύροντο.

Ὦ πάτερ ἔλεγον, ὦ μῆτερ, ὦ πατρὶς φιλτάτη καὶ οἰκεῖοι καὶ συγγενεῖς. Τελευταῖον δὲ ἀνενεγκὼν ὁ Ἁβροκόμης ὦ κακοδαίμονες ἔφησεν ἡμεῖς, τί ἄρα πεισόμεθα ἐν γῇ βαρβάρῳ, πειρατῶν ὕβρει παραδοθέντες; Ἄρχεται τὰ μεμαντευμένα· τιμωρίαν ἤδη με ὁ θεὸς τῆς ὑπερηφανίας εἰσπράττει· ἐρᾷ Κόρυμβος ἐμοῦ, σοῦ δὲ Εὔξεινος.

Ὢ τῆς ἀκαίρου πρὸς ἑκατέρους εὐμορφίας.

εἰς τοῦτο ἄρα μέχρι νῦν σώφρων ἐτηρήθην, ἵνα ἐμαυτὸν ὑποθῶ λῃστῇ ἐρῶντι τὴν αἰσχρὰν ἐπιθυμίαν; Καὶ τίς ἐμοὶ βίος περιλείπεται πόρνῃ μὲν ἀντὶ ἀνδρὸς γενομένῳ, ἀποστερηθέντι δὲ Ἀνθείας τῆς ἐμῆς;

Ἀλλʼ οὐ μὰ τὴν μέχρις ἄρτι σωφροσύνην ἐκ παιδός μοι σύντροφον, οὐκ ἂν ἐμαυτὸν ὑποθείην Κορύμβῳ· τεθνήξομαι δὲ πρότερον καὶ φανοῦμαι νεκρὸς σώφρων.

Ταῦτα ἔλεγε καὶ ἐπεδάκρυεν· ἡ δὲ Ἄνθεια φεῦ τῶν κακῶν εἶπεν, ταχέως τι τῶν ὅρκων ἀναγκαζόμεθα, ταχέως τῆς δουλείας πειρώμεθα· ἐρᾷ τις ἐμοῦ καὶ πείσειν ἤλπιζεν καὶ εἰς εὐνὴν ἐλεύσεσθαι τὴν ἐμὴν μετὰ Ἁβροκόμην καὶ συγκατακλιθήσεσθαι καὶ ἀπολαύσειν ἐπιθυμίας.

Ἀλλὰ μὴ οὕτως ἐγὼ φιλόζωος γενοίμην, μηδʼ ὑπομείναιμι ὑβρισθεῖσα ἰδεῖν τὸν ἥλιον. Δεδόχθω ταῦτα· ἀποθνήσκωμεν, Ἁβροκόμη· ἕξομεν ἀλλήλους μετὰ θάνατον, ὑπʼ οὐδενὸς ἐνοχλούμενοι.