Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Τοῖς δὲ ἑκατέροις πάθος συνέβη ταὐτόν, καὶ οὔτε προσειπεῖν ἔτι ἀλλήλους ἠδύναντο οὔτε ἀντιβλέψαι τοῖς ὀφθαλμοῖς, ἔκειντο δὲ ὑφʼ ἡδονῆς παρειμένοι, αἰδούμενοι, φοβούμενοι, πνευστιῶντες· ἐπάλλετο δὲ αὐτοῖς τὰ σώματα καὶ ἐκραδαίνοντο αὐτοῖς αἱ ψυχαί.

Ὀψὲ δὲ ὁ Ἁβροκόμης ἀνενεγκὼν περιέλαβε τὴν Ἄνθειαν· ἡ δὲ ἐδάκρυε τῆς ψυχῆς αὐτῆς σύμβολα προπεμπούσης τῆς ἐπιθυμίας τὰ δάκρυα. Καὶ ὁ Ἁβροκόμης ὢ τῆς ἐμοὶ φησὶ ποθεινοτάτης νυκτός, ἣν μόλις ἀπείληφα, πολλὰς πρότερον νύκτας δυστυχήσας.

Ὢ φωτὸς ἡδίων ἐμοὶ κόρη καὶ τῶν πώποτε λαλουμένων εὐτυχεστέρα· τὸν ἐραστὴν ἔχεις ἄνδρα, μεθʼ οὗ ζῆν καὶ ἀποθανεῖν ὑπάρξει γυναικὶ σώφρονι. Εἰπὼν κατεφίλει τε καὶ ὑπεδέχετο τὰ δάκρυα, καὶ αὐτῷ ἐδόκει παντὸς μὲν εἶναι νέκταρος ποτιμώτερα τὰ δάκρυα, παντὸς δὲ τοῦ πρὸς ὀδύνην φαρμάκου δυνατώτερα.

Ἡ δὲ ὀλίγα αὐτὸν προσφθεγξαμένη ναὶ φησὶν Ἁβροκόμη, δοκῶ σοι καλή, καὶ μετὰ τὴν σὴν εὐμορφίαν ἀρέσκω σοι; Ἄνανδρε καὶ δειλέ, πόσον ἐβράδυνας ἐρῶν χρόνον; πόσον ἠμέλησας; ἀπὸ τῶν ἐμαυτῆς κακῶν ἃ πέπονθας οἶδα.

Ἀλλʼ ἰδού, δάκρυα μὲν ὑποδέχου τἀμά, καὶ ἡ καλή σου κόμη πινέτω πῶμα τὸ ἐρωτικόν, καὶ συμφύντες ἀλλήλοις ἀναμιγῶμεν, καταβρέχωμεν δὲ καὶ τοὺς στεφάνους τοῖς παρʼ ἀλλήλων δάκρυσιν, ἵνʼ ἡμῖν καὶ οὗτοι συνερῶσιν.

Εἰποῦσα ἅπαν μὲν αὐτοῦ τὸ πρόσωπον ἠσπάζετο, ἅπασαν

δὲ τὴν κόμην τοῖς αὑτῆς ὀφθαλμοῖς προσετίθει καὶ τοὺς στεφάνους ἀνελάμβανε καὶ τὰ χείλη τοῖς χείλεσι φιλοῦσα συνηρμόκει, καὶ ὅσα ἐνενόουν, διὰ τῶν χειλέων ἐκ ψυχῆς εἰς τὴν θατέρου ψυχὴν διὰ τοῦ φιλήματος παρεπέμπετο.

Φιλοῦσα δὲ αὐτοῦ τοὺς ὀφθαλμοὺς ὦ φησὶ πολλάκις με λυπήσαντες ὑμεῖς, ὦ τὸ πρῶτον ἐνθέντες τῇ ἐμῇ κέντρον ψυχῇ, οἱ τότε μὲν σοβαροί, νῦν δὲ ἐρωτικοί, καλῶς μοι διηκονήσατε, καὶ τὸν ἔρωτα τὸν ἐμὸν καλῶς εἰς τὴν Ἁβροκόμου ψυχὴν ὡδηγήσατε.

Τοιγαροῦν ὑμᾶς πολλὰ φιλῶ καὶ ὑμῖν ἐφαρμόζω τοὺς ὀφθαλμοὺς τοὺς ἐμούς, τοὺς Ἁβροκόμου διακόνους· ὑμεῖς δὲ ἀεὶ βλέποιτε ταῦτα, καὶ μήτε Ἁβροκόμῃ ἄλλην δείξητε καλήν, μήτε ἐμοὶ δόξῃ τις ἄλλος εὔμορφος· ἔχετε ψυχάς, ἃς αὐτοὶ ἐξεκαύσατε· ταύτας ὁμοίως τηρήσατε.

Ταῦτα εἶπε, καὶ περιφύντες ἀνεπαύοντο καὶ τὰ πρῶτα τῶν Ἀφροδίτης ἀπέλαυον· ἐφιλονείκουν δὲ δι’ ὅλης τῆς νυκτὸς πρὸς ἀλλήλους, φιλοτιμούμενοι τίς φανεῖται μᾶλλον ἐρῶν.