Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Λαβὼν δὴ τὴν κόμην ὁ Ἁβροκόμης καὶ σπαράξας τὴν ἐσθῆτα φεῦ μοι τῶν κακῶν εἶπε, τί πέπονθα ὁ δυστυχής; ὁ μέχρι νῦν ἀνδρικὸς Ἁβροκόμης, ὁ καταφρονῶν Ἔρωτος, ὁ τῷ θεῷ λοιδορούμενος ἑάλωκα καὶ νενίκημαι καὶ παρθένῳ δουλεύειν ἀναγκάζομαι,

καὶ φαίνεταί τις ἤδη καλλίων ἐμοῦ καὶ θεὸν Ἔρωτα καλῶ.

Ὦ πάντα ἄνανδρος ἐγὼ καὶ πονηρός· οὐ καρτερήσω νῦν; οὐ μενῶ γεννικός; οὐκ ἔσομαι καλλίων Ἔρωτος;

νῦν οὐδὲν ὄντα θεὸν νικῆσαί με δεῖ. Καλὴ παρθένος· τί δέ; τοῖς σοῖς ὀφθαλμοῖς, Ἁβροκόμη, εὔμορφος Ἄνθεια, ἀλλ’, ἐὰν θέλῃς, οὐχὶ σοί. Δεδόχθω ταῦτα· οὐκ ἂν Ἔρως ποτέ μου κρατήσειε.

Ταῦτα ἔλεγε, καὶ ὁ θεὸς σφοδρότερος αὐτῷ ἐνέκειτο καὶ εἷλκεν ἀντιτείνοντα καὶ ὠδύνα μὴ θέλοντα. Οὐκέτι δὴ καρτερῶν, ῥίψας ἑαυτὸν εἰς γῆν νενίκηκας εἶπεν, Ἔρως, μέγα σοι τρόπαιον ἐγήγερται καθ’ Ἁβροκόμου τοῦ σώφρονος·