Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἔτυχον μὲν ἐν Ῥόδῳ πειραταὶ παρορμοῦντες αὐτοῖς, Φοίνικες τὸ γένος, ἐν τριήρει μεγάλῃ· παρώρμουν δὲ ὡς φορτίον ἔχοντες καὶ πολλοὶ καὶ γεννικοί. Οὗτοι κατεμεμαθήκεσαν τῇ νηὶ ὅτι χρυσὸς καὶ ἄργυρος καὶ ἀνδράποδα πολλὰ καὶ τίμια.

Διέγνωσαν οὖν ἐπιθέμενοι τοὺς μὲν ἀντιμαχομένους ἀποκτιννύειν, τοὺς δὲ ἄλλους ἄγειν εἰς Φοινίκην πραθησομένους καὶ τὰ χρήματα· κατεφρόνουν δὲ ὡς οὐκ ἀξιομάχων αὐτῶν.

Τῶν δὲ πειρατῶν ὁ ἔξαρχος Κόρυμβος ἐκαλεῖτο, νεανίας ὀφθῆναι μέγας, φοβερὸς τὸ βλέμμα· κόμη ἦν αὐτῷ αὐχμηρὰ καθειμένη.

Ὡς δὲ ταῦτα οἱ πειραταὶ ἐβουλεύσαντο, τὰ μὲν πρῶτα παρέπλεον ἡσυχῆ τοῖς περὶ Ἁβροκόμην· τελευταῖον δὲ (ἦν μὲν περὶ μέσον ἡμέρας, ἔκειντο δὲ πάντες οἱ ἐν τῇ νηὶ ὑπὸ μέθης καὶ ῥᾳθυμίας οἱ μὲν καθεύδοντες, οἱ δὲ ἀλύοντες) ἐφίστανται δὲ αὐτοῖς οἱ περὶ τὸν Κόρυμβον ἐλαυνομένῃ τῇ νηὶ σὺν ὀξύτητι πολλῇ.