Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἦν ἐν Ἐφέσῳ ἀνὴρ τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, Λυκομήδης ὄνομα. Τούτῳ τῷ Λυκομήδει ἐκ γυναικὸς ἐπιχωρίου Θεμιστοῦς γίνεται παῖς Ἁβροκόμης, μέγα τι χρῆμα κάλλους οὔτε ἐν Ἰωνίᾳ οὔτε ἐν ἄλλῃ γῇ πρότερον γενομένου.

Οὗτος ὁ Ἁβροκόμης ἀεὶ μὲν καὶ καθʼ ἡμέραν εἰς κάλλος ηὔξετο, συνήνθει δὲ αὐτῷ τοῖς τοῦ σώματος καλοῖς καὶ τὰ τῆς ψυχῆς ἀγαθά· παιδείαν τε γὰρ πᾶσαν ἐμελέτα καὶ μουσικὴν ποικίλην ἤσκει, θήρα δὲ αὐτῷ καὶ ἱππασία καὶ ὁπλομαχία συνήθη γυμνάσματα.

Ἦν δὲ περισπούδαστος ἅπασιν Ἐφεσίοις, ἀλλὰ καὶ τοῖς τὴν ἄλλην Ἀσίαν οἰκοῦσι, καὶ μεγάλας εἶχον ἐν αὐτῷ τὰς ἐλπίδας ὅτι πολίτης ἔσοιτο διαφέρων. Προσεῖχον δὲ ὡς θεῷ τῷ μειρακίῳ· καί εἰσιν ἤδη τινὲς οἳ καὶ προσεκύνησαν ἰδόντες καὶ προσεύξαντο.

Ἐφρόνει δὲ τὸ μειράκιον ἐφʼ ἑαυτῷ μέγα καὶ ἠγάλλετο μὲν καὶ τοῖς τῆς ψυχῆς κατορθώμασι, πολὺ δὲ μᾶλλον τῷ κάλλει τοῦ σώματος· πάντων δὲ τῶν ἄλλων, ὅσα δὴ ἐλέγετο καλά, ὡς ἐλαττόνων κατεφρόνει καὶ οὐδὲν αὐτῷ, οὐ θέαμα, οὐκ ἄκουσμα ἄξιον Ἁβροκόμου κατεφαίνετο·

καὶ εἴ τινα ἢ παῖδα καλὸν ἀκούσαι ἢ παρθένον εὔμορφον, κατεγέλα τῶν λεγόντων ὡς οὐκ εἰδότων ὅτι εἴη εἷς καλὸς αὐτός. Ἔρωτά γε μὴν οὐδὲ ἐνόμιζεν εἶναι θεόν, ἀλλὰ

πάντη ἐξέβαλεν οὐδὲν ἡγούμενος, λέγων ὡς οὐκ ἄν ποτέ τις ἐρασθείη οὐδὲ ὑποταγείη τῷ θεῷ μὴ θέλων·

εἰ δέ που ἱερὸν ἢ ἄγαλμα Ἔρωτος εἶδε, κατεγέλα, ἀπέφαινέ τε ἑαυτὸν Ἔρωτος παντὸς καλλίονα. Καὶ εἶχεν οὕτως· ὅπου γὰρ Ἁβροκόμης ὀφθείη, οὔτε ἄγαλμα καλὸν ἐφαίνετο οὔτε εἰκὼν ἐπῃνεῖτο.