Epistulae

Alciphron

Alciphron. Alciphronis Rhetoris Epistularum Libri IV. Schepers, M.A., editor. Leipzig: Teubner, 1905.

. . . μὴ δείσης· ἐξείργασαι γὰρ πάγκαλόν τι χρῆμα, οἷον ἤδη τίς σοι τῶν πώποτε . . . . . . . . . . οὐδεὶς τῶν κατὰ χειρῶν πονηθέντων, τὴν σεαυτοῦ ἑταίραν ἱδρύσας ἐν τεμένει. μέση γὰρ ἕστηκα[ἐπὶ] τῆς 〈σῆς〉 Ἀφροδίτης καὶ τοῦ Ἔρωτος ἅμα τοῦ σοῦ. μὴ φθονήσῃς δέ μοι τῆς τιμῆς· οἱ γὰρ ἡμᾶς θεασάμενοι ἐπαινοῦσι Πραξι- τέλη, καὶ ὅτι τῆς σῆς τέχνης γέγονα οὐκ ἀδοξοῦσί με θεσπιεῖς μέσην κεῖσθαι θεῶν. ἓν ἔτι τῇ δωρεῷ λείπει, ἐλθεῖν σε πρὸς ἡμᾶς, ἵνα ἐν τῷ τεμένει μετ᾿ ἀλλήλων κατακλινῶμεν. οὐ μιανοῦμεν γὰρ τούς θεοὺς οὓς αὐτοὶ πεποιήκαμεν. ἔρρωσο.

[*](x2 (Vat. 2 Flor. ΠΔ))[*](〈ΑΛΚΙΦΡΟΝΟΣ—ΕΤΑΙΡΙΚΑΙ〉 add. Ryck. | 1 inscr. add. Jacobs. | 3 ἤδη] ἴδη Π Δ | πώποτε. . . . .] πάνποτε . . . . . . Vat. 2, πάν . . . . Flor. | 4 κατὰ] διὰ Seil., rescribens οἷον δή τι οὐ- δεὶς εἶδε πώποτε πάντων τῶν διὰ | 5 [ἐπὶ] del. Cob., ἀπὸ Mein. | 〈σῆς〉 add. Herch. (ed.) | 6 ἅμα] del. Herch. | 11 οὓς—πεποιήκαμεν] corrupt. censet Mein. )
110

Ὁ Μένανδρος ἡμῖν ἐπὶ τὴν τῶν Ἰσθμίων θέαν εἰς τὴν Κόρινθον ἐλθεῖν βεβούληται· ἐμοὶ μὲν οὐ κατὰ νοῦν· οἶδα[ς] γὰρ οἷόν ἐστιν ἐραστοῦ τοιούτου καὶ βραχὺν ἐστερῆσθαι χρόνον· ἀποτρέπειν δʼ οὐκ ἐνῆν μὴ πολλάκις ἀποδημεῖν εἰωθότα. οὐδʼ ὅπως αὐτὸν παρεγ- γυήσω μέλλοντα ἐπιδημεῖν ἔχω, οὐδʼ ὅπως μή. βού- λομαι μὲν αὐτὸν σπουδασθῆναι ὑυπὸ σοῦ, κἀμοί τινα φέρειν φιλοτιμίαν τοῦτο λογίζομαι· οἶδε γὰρ τὴν οὖσαν ἡμῖν ἑταιρίαν πρὸς ἀλλήλας· δέδοικα δέ, ὦ φιλτάτη, οὐ 〈σὲ〉 τοσοῦτον — χρηστοτέρῳ γὰρ ἤθει κέχρησαι τοῦ βίου — ὅσον αὐτὸν ἐκεῖνον. ἐρωτικὸς γάρ ἐστι δαιμονίως, καὶ Βακχίδος οὐδʼ ἂν τῶν σκυθρωποτάτων τις ἀπόσχοιτο. τὸ μὲν γὰρ δοκεῖν αὐτὸν οὐκ ἔλαττον τοῦ σοὶ ἐντυχεῖν ἢ τῶν Ἰσθμίων ἕνεκεν τὴν ἀποδή- μησιν πεποιῆσθαι, οὐ πάνυ πείθομαι. ἴσως αἰτιάσῃ με τῆς ὑποψίας. συγγίνωσκε δὲ ταῖς ἑταιρικαῖς, ὦ φιλτάτη, ζηλοτυπίαις. ἐγὼ δʼ οὐ παρὰ μικρὸν ἂν ἡγοίμην Μενάνδρου διαμαρτεῖν ἐραστοῦ. ἄλλως τε [*](Φ x² (Vat. 2 Flor. Π Δ)) [*](2 ἡμῖν Bergl., ἡμῶν O | 4 [ς] del. Cob. Secunda persona hic non placet | 5 ἐστερῆσθαι Mein., ὑστερῆσαι O | 6 εἰωθότα ΠΔ, εἰωθότας cet., εἰωθότος Mein. (ed.) | 7 παρεγγυήσω] 〈σοι〉 παρεγγυήσω Reisk. | ἐπιδημεῖν scripsi, ἐπιδημήσειν x2, sed ita nunquam Alc. | 8 μή. βούλομαι μὲν (sublata plena interp. post ἀλλήλας) Boissevain, μή, βουλόμενον O | ὑπὸ] ἐπὶ Flor. Vat. 2 | 9 οἶδε Cob., οἶδα O | 11 〈σὲ〉 add. Ald. | 14 sq. οὐκ] del. Mein., pro sq. οὐ scrib. καὶ Bergl., ἀπωθοῦμαι pro πείθομαι Pol. | 15 ἀποδήμησιν] ἀποδήμην Δ, ἀποδημίαν Ald. | 17 ὑπο- ψίας] ὑπεροψίας Vat. 2 Flor. | 18—19 ἂν ἡγοίμην Seil., ἡγού- μην O, ἡγοῦμαι Ald. | 19sqq. ἄλλως—λοιδορεῖσθαι] ante ἐγὼ (vrs. 18) collocat Pol.)

111
κἄν μοι κνισμός τις πρὸς αὐτὸν ἢ διαφορὰ γένηται, δεήσει με ἐπὶ τῆς σκηνῆς ὑπὸ Χρέμητός τινος ἢ Φ〈ε〉 ι- δύλου πικρῶς λοιδορεῖσθαι. ἐὰν δʼ ἐπανέλθῃ μοι οἷος ᾤχετο, πολλὴν εἴσομαί σοι χάριν. ἄρρωσο.