Epistulae

Alciphron

Alciphron. Alciphronis Rhetoris Epistularum Libri IV. Schepers, M.A., editor. Leipzig: Teubner, 1905.

Ὁ γνώμων οὔπω σκιάζει τὴν ἕκτην, ἐγὼ δὲ ἀπο- σκλῆναι κινδυνεύω τῷ λιμῷ κεντούμενος. εἶεν, ὥρα σοι βουλεύματος, Λοπαδέκθαμβε, μᾶλλον δὲ μοχλοῦ καὶ καλῳδίου [ἀπάγξασθαι]· εἰ γὰρ ἢ ὅλην καταβα- λοῦμεν τὴν κίονα τὴν τὸ πικρὸν τοῦτο ὡρολόγιον ἀνέχουσαν, ἢ τὸν γνώμονα τρέψομεν ἐκεῖσε νεύειν οὗ τάχιον δυνήσεται τὰς ὥρας ἀποσημαίνειν, ἔσται τὸ βού- [*](x (Harl. Ven.) Neap.ª N x1 (Γ Vat. 1)) [*](1 Ἑκτοδιώκτης] pro Τρεχέδειπνος huc reduxi ex inscr. ep. sq. (cf. § 2) | Λοπαδεκθάμβῳ] Λοπαδεχθάμβῳ Ν x1. Om. inscr. Neap.ª, sed vid. § 1 | 2 ἀποσκλῆναι Ν x1, ἀπεσκληκέναι cet. Cf. ΙΙΙ 3, 2 et Εust. 1295, 39 | 3 κεντούμενος] del. Cob. | 4 σοι] τοι Arnald., μοι Mein. (ed.), om. Herch. (ed.) | Λοπαδέκθαμβε] Λοπαδέχθαμβε Ν x1 | 5 [ἀπάγξασθαι] del. Herel. | 5 sqq. εἰ γὰρ ἢ— ἢ— ἔσται Seil., εἰ γὰρ— ἢ—καὶ ἔσται x Νeap.ª, εἰ γὰρ καὶ — ἢ— ἔσται cet., εἰ γὰρ καὶ— ἢ— καὶ ἔσται Mein. (ed.), εἰ γὰρ — ἢ—ἔσται Herch. (ed.), εἰ γὰρ καὶ—εἰ 〈δὲ〉—ναὶ ἔσται Mein.(mox tamen delens Λοπαδέκθαμβε —ἀπάγξασθαι et ἢ— ἢ), εἰ ἄρα καὶ— ἢ τόν 〈γε〉—καὶ ἔσται Herm.)

58
λευμα Παλαμήδειον· ὡς νῦν ἐγώ σοι αὖος ὑπὸ λιμοῦ καὶ αὐχμηρός. Θεοχάρης δὲ οὐ πρότερον καταλαμβάνει τὴν στιβάδα πρὶν αὐτῷ τὸν οἰκέτην δραμόντα φράσαι τὴν ἕκτην ἑστάναι. δεῖ οὖν ἡμῖν τοιούτου σκέμματος, ὃ κατασοφίσασθαι καὶ παραλογίσασθαι τὴν τοῦ Θεο- χάρους εὐταξίαν δυνήσεται. τραφεὶς γὰρ ὑπὸ παιδα- γωγῷ βαρεῖ καὶ ὡφρυωμένῳ οὐδὲν φρονεῖ νεώτερον, ἀλλ᾿ οἷά τις Λάχης ἢ Ἀπόληξις αὐστηρός ἐστι τοὺς τρόπους καὶ οὐκ ἐπιτρέπει τῇ γαστρὶ πρὸ τῆς ὥρας ἐμπίπλασθαι.

Χθὲς δείλης ὀψίας Γοργίας ὁ Ἐτεοβουτάδης συμ- βαλών μοι κατὰ τύχην χρηστῶς ἠσπάσατο καὶ κατε- μέμφετο ὅτι μὴ θαμίζοιμι παρ᾿ αὐτόν. καὶ μικρὰ προσ- παίξας ‘ἴθι πρὸς Διός’· εἶπεν ‘ὦ βέλτιστε, καὶ μετὰ βραχὺ λουσάμενος ἧκε Ἀηδόνιον ἡμῖν τὴν ἑταίραν [*](x (Hαrl.. Ven.) Neapr.ª N x1 (Γ Vat. 1)) [*](1 σοι] om. Νeapr.ª | 2 Θεοχάρης] Θεοχάρις Νeapr.ª, Θεόχα- ρις x1 | 3 οἰκέτην] ἱκέτην Νeapr.ª, οἰκεῖον x1 | φράσαι] φθάσαι Nesp.ª | 5 κατασοφίσασθαι καὶ παραλογίσασθαι] ord. inv. x, del. καὶ παραλογίσασθαι Mein. (ed.) | τοῦ Θεοχάρους] om. τοῦ N, τοῦ Θεοχάριδος x1 | 7 νεώτερον] ἠπιώτερον Metr. | 8 οἷα— Ἀπόληξις (ita Hemst. pro Ἀποληξίας)] om. x Νeapr.ª | τοὺς τρόπους Hirsch., τοῖς τρόποις Ο | 9 post ὥρας add. ἢ ἐκεῖνοι Ν x1, ἢ ἐκείνης Bergl. (ed.) | 10 ἐμπίπλασθαι] τοῦ πίμπλασθαι N x1, τοὐμπίπλασθαι Bergl. | hic add. ἔρρωσο N x1, Vid. ad I 17,8) [*](11 Τρεχέδειπνος] vid. ΙΙΙ1 inscr. | Μανδυλοκολάπτῃ] Mαν- δυλικολάπτῃ x, Μανδιλοκολάπτῃ Ν, Μανδιλοκλέπτῃ Reisk., Μαινιδοκολάπτῃ vel Σκανδικοκολάπτῃ Gloss. Eichst., Μαν- δυοκλέπτρ vel κανδυλοκολάπτῃ Seil., Μανδηλοκολάπτῃ Mein., Mαγδαλιοκάπτῃ Herch. (ed.) | 12 Ἐτεοβουτάδης] Ἐτεροβουτά- δης Ven., Ἐτεοβουτάδου Ν | 13 χρηστῶς] ὁ χρυσοῦς vel ὁ χρηστὸς Μein. An οὐ κατὰ τύχην χρηστὴν?)

59
ἄγων. ἔστι δέ μοι συνήθης ἐπιεικῶς καὶ μένει, πάν- τως οὐκ ἀγνοεῖς, μικρὸν ἄπωθεν τοῦ Λεωκορίου· δεῖπνον [τε] ἡμῖν ηὐτρέπισται γεννικὸν ἰχθὺς τεμαχί- της καὶ σταμνία τοῦ Μενδησίου νέκταρος, εἴποι τις ἄν, πεπληρωμένα.᾿ καὶ ὁ μὲν ταῦτα εἰπὼν ᾤχετο· ἐγὼ δὲ παρὰ τὴν Ἀηδόνιον δραμὼν καὶ φράσας παῤ ὅτου καλοῖτο, ἐδέησα κινδύνῳ περιπεσεῖν. ἀγνώμονος γὰρ, ὡς ἔοικε, πειραθεῖσα τοῦ Γοργίου καὶ μικροπρε- ποῦς περὶ τὰς ἀποδόσεις, τὴν ὀργὴν ἔναυλον [ἐγκει- μένην] ἔχουσα, πλήρη τὴν κακ〈κ〉άβην ἀποσπάσασα τῶν χυτροπόδων ἐδέησέ μου κατὰ τοῦ βρέγματος κατα- χέαι ζέοντος τοῦ ὕδατος, εἰ μὴ φθάσας ἀπεπήδησα παρὰ βραχὺ φυγὼν τὸν κίνδυνον. οὕτως ἡμεῖς ἐλπίσιν ἀπατηλαῖς βουκολούμενοι πλείους τῶν ἡδονῶν τοὺς προπηλακισμοὺς ὑπομένομεν.

Ἀγχόνης μοι δεῖ, καὶ ὄψει με οὐ μετὰ μακρὸν ἐν [*](x (Harl. Ven.) Neap.ª Ν x1 Vat. 1)) [*](1 ἐπιεικῶς] ἐπιεικὸς Ven. | πάντως Nesp,ª πάντως ὡς cet., ὡς πάντως Reisk. | 2 ἄπωθεν Γ, ἄποθεν cet. | λεωκορίου] νεωκορίου Ν x1 | 3 [τε] del. Bergl. (ed.) | ηὐτρέπισται Bergl. (ed.), ηὐτρέπιστο Ο | γεννικὸν] γεννικὸς Neap.ª | ἰχθὺς τεμαχί- της] ἰχθύες τεμμαχίται (sic) Ν x1, idem sed τεμαχῖται Seil. | 5 ἄν] om. x | 6 παρὰ] περὶ Vat. 1 | καὶ φράσας] om. Neap.ª | 7 καλοῖτο] καλεῖτο Ven, καλεῖται Mein. (ed.) | ἐδέησα] requirit (vix recte) ὀλίγου vel μικροῦ Bergl., idem supplens ante sq. ἐδέησε | 9 περὶ] πρὸς Ν x1 | ἀποδόσεις] ἀποδώσεις Harl., ἀντι- δόσεις Ν x1 | [ἐγκειμένην] del. Hemst. | 10 ἔχουσα] ἔχουσαν Neap.ª | 〈κ〉 add. Herch. (ed.) | ἀποσπάσασα] ἀνασπάσασα Ν x1 | 11 βρέγματος] βρέχματος Vat. 1 | 12 τοῦ] om. Bergl. (ed.)) [*](16 Κνισοζώμῳ] Κνιζοζώμῳ x, Κνισσόζῳ Reisk. | 17 καὶ] ἢ Γ | μακρὸν Reisk., μικρὸν Ο, del. οὐ Βergl., in σὺ mutat)

60
βρόχῳ τὸν τράχηλον ἔχοντα. οὔτε γὰρ τὰ ῥαπίσματα οἷός τέ εἰμι φέρειν καὶ τὴν ἄλλην παροινίαν τῶν κά- κιστ᾿ ἀπολουμένων ἐρανιστῶν, οὔτε τῆς μιαρᾶς καὶ ἀδηφάγου γαστρὸς κρατεῖν· ἡ μὲν γὰρ αἰτεῖ, καὶ οὐ πρὸς κόρον μόνον ἀλλ᾿ εἰς τρυφήν· τὸ πρόσωπον δὲ τὰς ἐπαλλήλους πληγὰς οὐκ ἀνέχεται, καὶ κινδυνεύω τοῖν ὀφθαλμοῖν τὸν ἕτερον συσταλῆναι ὑπὸ τῶν ῥαπισμά- των ἐνοχλούμενος. ἰοὺ ἰοὺ τῶν κακῶν, οἷα ὑπομένειν ἡμᾶς ἀναγκάζει ἡ παμφάγος αὕτη καὶ παμβορωτάτη γαστήρ. ἔκρινα οὖν πολυτελοῦς τραπέζης ἀπολαύσας ἀποπτύσαι τὸ ζῆν, κρείττονα ὀδυνηροῦ βίου τὸν καθ᾿ ἡδονὴν θάνατον ἡγησράμενος.

Ἰατταταιάξ, τίς ἦν ἡ χθὲς ἡμέρα; ἢ τίς δαίμων ἢ θεὸς ἀπὸ μηχανῆς ἐρρύσατό μ᾿ ἐν ἀκαρεῖ μέλλοντα παρὰ τοὺς πλείονας ἰέναι; εἰ μὴ γὰρ ἀναζεύξαντά με τοῦ συμποσίου κατά τινα ἀγαθὴν τύχην Ἀκεσίλαος ὁ ἰατρὸς ἡμιθνῆτα, μᾶλλον δὲ αὐτόνεκρον, θεασάμενος [ἕνα τῶν κάτω], 〈τοῖς〉 μαθηταῖς ἐπέταττεν φοράδην [*](x (Harl. Ven.) Neapr.ª N x1 (Γ Vat. 1)) [*](Mein. | τὰ— φέρειν] οἷός τέ εἰμι τὰ ῥαπίσματα om. φέρειν Νeap.ª | 2 καὶ] om. Neapr.ª | 4 ἀδηφάγου Γ, ἀδδηφάγου cet. | 7 τὸν] om. Ο praeter Γ | συσταλῆναι] συσκλῆναι Reisk., στα- λάων εἶναι Metr. | 8 ἐνοχλούμενος] del. Cob. | 9 παμβορωτάτη] πάμβορος Vat. 1 | 11 κρείττονα ὀδυνηροῦ βίου] ὀδυνηροῦ βίου κρείττονα Ν, idem sed κρείττω x1) [*](13 Ετοιμόκοσσος] Ἑτοιμόκροσσος Vat. 1, Ἐτοιμόκορος Βergl. (ed.) | 15 μ᾿ ἐν ἀκαρεῖ Cob., με ἀκαρεῖ Harl, με ἀκαρῆ cet. | 17 Ἀκεσίλαος] Ἀγεσίλαος Neap.ª | 18 αὐτόνεκρον Mein. (ed.), αὐτονεκρὸν 0 | 19 [ ἔνα τῶν κάτω] del. Arnald., defend. cl. Plat. Conv. 185 cd Beaud. | 〈τοῖς〉 add. Herch. (ed))

61
ἀνελεῖν, 〈καὶ〉 ἤγαγεν ὡς ἑαυτὸν οἴκαδε καὶ ἀπερᾶν ἐπηνάγκασεν, ἔπειτα ῥυῆναι φλέβα διατεμὼν τὸ πολὺ τοῦ αἵματος ἐποίησεν, οὐδὲν ἂν ἐκώλυσεν ἀνεπαισθή- τῳ με τῶ θανάτῳ διαφθαρέντα ἀπολωλέναι. οἷα γὰρ οἷα [πάσχει τὰ δίκαια] 〈οἱ〉 λακκόπλουτοι εἰργάσαντό με ἄλλος ἄλλοθεν περιττὰ πίνειν καὶ πλείω ἢ κατὰ τὸ κύτος τῆς γαστρὸς ἐσθίειν. ἀναγκάζοντες. ὁ μὲν γὰρ ἀλλᾶντα ἐνέσαττεν, ὁ δὲ κόπαιον εὐμέγεθες παρ- ώθει ταῖς γνάθοις, ὁ δὲ κρᾶμα, οὐκ οἶνον, ἀλλὰ νᾶπυ καὶ γάρον καὶ ὄξος κερασάμενος, καθάπερ εἰς πίθον ἐνέχει. αὐτίκα λέβητας πιθάκνας ἀμίδας ἐμῶν ἀπεπλή- ρωσα, ὥστε αὐτὸν τὸν Ἀκεσίλαον θαυμάζειν ποῦ καὶ τίνα τρόπον ἐχώρησα τοσοῦτον βρωμάτων φορυτόν. ἀλλ᾿ ἐπειδὴ θεοὶ σωτῆρες καὶ ἀλεξίκακοι προὔπτου με κιν- [*](x (Harl. Ven.) Neap.ª N x1 (Γ Vat. 1)) [*](1 ἀνελεῖν Bergl., ἀνελών Ο | 〈καὶ〉 add. Bergl. (qui ἐπέταττεν ἀνελεῖν, καὶ φοράδην) | ἀπερᾶν—ἔπειτα] om. x1 2 ἐπηνάγκασεν Mein. (ed.), ἀπηνάγκασεν Ο, ἠνάγκασεν Wyt- tenb. | ῥυῆναι φλέβα διατεμὼν] διατεμὼν φλέβα ῥυῆναι N x1 3 οὐδὲν] οὐδὲ Ven. | 4 διαφθαρέντα] post ἀπολωλέναι hab. x 5 inducta delet addito 〈οἱ〉 Βergl., del. praeterea alterum οἷα Cob., οἷα γὰρ οἷα οὐκ ἀνασχετὰ δὴ ἐκεῖνοι οἱ Jacobs., οἷα γὰρ οἷα πάσχειν οἱ Νικίαι Reisk. | λακκόπλουτοι] λακκόπλου- τον x | εἰργάσαντο] εἰργάσατο Ven. Νeap.ª | 6 ἄλλος] ἄλλο Ven. 7 κύτος] κῦτος N x1 | 8 ἐνέσαττεν Harl., ἐνέσταττεν Ven., ἐνέσαττεν Vat. 1, ἐνέταττεν cet. | κόπαιον Ν x1, κώπαιον cet., κόπανον Bergl., πόπανον Reisk. | παρώθει] παρεώθει Cob., at cf. ΙΙΙ 19, 9 (οὔρει), IV 11,4 | 10 κερασάμενος Seil., ἐργασάμενος Ο, ὀργασάμενος Mein. (ed.) | 11 αὐτίκα] ἅτινα Νx1 | πι- θάκνας] πιθάκνα Ν, πιθαίκας Vat. 1, πιθάκνια Seil. | ἐμῶν] ἐκημεκὼς Nx1 | 12 ποῦ] πῶς Herch. (ed.) | 13 ἐχώρησα— φορυτόν Bergl., ἐχώρησε τοσούτων βρωμάτων φορυτόν Ven. Neap.ª, idem sed φορυτός Harl., ἐχώρησε τοσοῦτον ὁ τῶν βρω- μάτοων φορυτόν N, idem sed φορυτός Γ, ἐχώρησε τοσοῦτον τὸ σῶμα βρωμάτων φορυτὸν Vat. 1, add. κώρυκος Reisk., ὁ στό- μαχος Seil.)
62
δύνου φανερῶς ἐξείλοντο, ἐπ᾿ ἐργασίαν τρέψομαι καὶ Πειραιεῖ βαδιοῦμαι τὰ ἐκ τῶν νεῶν φορτία ἐπὶ τὰς ἀποθήκας μισθοῦ μετατιθείς. ἄμεινον γὰρ [ἐπὶ] θύμοις καὶ ἀλφίτοις διαβόσκειν τὴν γαστέρα, ὁμολογουμένην ἔχοντα τὴν τοῦ ζῆν ἀσφάλειαν, ἢ πεμμάτων ἀπολαύ- οντα καὶ φασιανῶν ὀρνίθων τὸν ἄδηλον ὁσημέραι θάνατον ἀπεκδέχεσθαι.

Ἴθι, λαβὼν τὴν σύριγγα καὶ τὰ κύμβαλα ἧκε περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐπὶ τὸν χρυσοῦν στενω- πὸν ἐπὶ τὴν Ἄγνον, ἔνθα συμβαλεῖν ἡμῖν ἐξέσται καὶ τὸ ἐντεῦθεν ἀπὸ Σκίρου λαβοῦσι Κλυμένην τὴν ἑταί- ραν ἀγαγεῖν παρὰ τὸν νεόπλουτον Θηριππίδην τὸν Αἰξωνέα. διακαῶς δὲ αὐτῆς οὗτος ἐρᾷ πολὺς ἐξ οὗ [*](x (Harl. Ven.) Neαp.ª (hic usque ad ΙΙΙ 5) Ν x1 (Γ Vat. 1)) [*](1 φανερῶς N x1, φανέντες cet. | ἐργασίαν] ἐργασία Neap.ª | 2 Πειραιεῖ—μετατιθείς] idem sed μετατιθοῖς (sic) Ven., μετατε- θείς Harl., Πειραιεῖ— νεκρῶν—μεταθείς Neap.ª, id. sed νεῶν N, Πειραιάδε—μετατιθείς] Reisk.,Πειραιοῖ—μετατιθείς Schäfer, idem sed μεταθήσων Seil., Πειραιοῖ [βαδιοῦμαι] —μεταθήσω Mein. (ed.) (qui deinde ἐπʼ ἐργασίαν βαδιοῦμαι καὶ Πειραιοῖ— μεταθήσω), εἰς Πειραιᾶ—μεταθήσων Herch. (ed.) | 3 [ἐπὶ] de- levi, ἐστι Herw. | 4 διαβόσκειν] ἐπιβόσκειν Neap.ª | ὁμολογου- μένην] ὡμολογημένην Neap.ª x (ὁμολογημένην Ven.). Cf. ΙΙ 13, 3 | 5 ἔχοντα—ἀπολαύοντα] ἐχοντι—ἀπολαύοντι Νeap.ª | 6 ὀρνί- θῶν] fort. delendum) [*](8 Οἰνοπνίκτης x, Οἰνοπήκτης cet., Οίνοπίπης Seil., Οἰνο- πύκτης Nauck. Cf. ΙΙΙ 14 inscr. | 10 στενωπὸν Βergl., στε- φιωπὸν 0. Cf. IV 14,7 | 11 ante ἐπὶ add. τὸν Reisk. | ἄγνον Γ, ἅγνον cet. | 12 ἑταίραν Seil. (ed.), ἑταῖρον 0 | 13 ἀγαγεῖν x, ἄγειν ἀγαγεῖν Vat. 1, ἄγειν cet. | παρὰ] περὶ x Vat. 1 | Θηριππίδην x, τὸν Θηριππίδην cet. | τὸν] om. x | 14 αὐτῆς οὗτος] ord. inv. Vat. 1 | οὖ] ὅτου Ven.)

63
χρόνος, καὶ δαπανᾶται οὐκ ὀλίγα μάτην· ᾐσθημένη γὰρ τὸν ἔρωτα ἐκκεκαυμένον τοῦ μειρακίου, θρύπτε- ται καὶ συνεχῶς ἀκκίζεται, καὶ πλείονα ἐπὶ πλείοσιν ἀποφερομένη οὔ φησιν ἑαυτὴν ἐπιδώσειν, εἰ μή τι χωρίον πρὸς τοῖς ἀργυρίοις λάβοι. ὥρα οὖν καὶ βίᾳ ταύτην, εἰ συνήθως ἀντιτείνοιτο ἡμῖν, ἀποσπᾶν. δύο δὲ ὄντε καὶ ἐρρωμένω τάχιστα αὐτὴν καὶ ἄκουσαν ἀπάξαι δυνησόμεθα. Θηριππίδης δὲ εἰ τοῦτο αἴσθοιτο καὶ τοὖργον ἐπιγνοίη τῆς ἡμετέρας ἀγρυπνίας κατόρ- θωμα, ληψόμεθα χρυσοῦς τοῦ νέου κόμματος οὐκ ὀλί- γους καὶ λαμπρὰν ἐσθῆτα, καὶ προσέτι τὴν οἰκίαν εἰσιέναι ἐπʼ ἀδείας ἕξομεν καὶ [τὸ] χρῆσθαι τὸ λοιπὸν ἀνεπικωλύτως. τάχα δὲ οὐδὲ παρασίτους ἡμᾶς ἀλλὰ φίλους ἡγήσεται· οἱ γὰρ παράκλησιν εἰς εὐποιίαν μὴ ἀναμείναντες οὐκέτι κόλακες ἀλλὰ φίλοι νομίζονται.

[*](x (Harl. Ven.) N (hic usque ad § 2 ἐξ οὖ) x1 (Γ Vat. 1))[*](1 μάτην—γὰρ] μάτην—δὲ Ven., unde μὰ τήν—δὲ Μein. | ᾐσθημένη] ᾐσθομένη (sic) Harl. | 2 τὸν—μειρακίου] εἰς ἔρωτα ἐκκεκαυμένον τὸ μειράκιον cl. ΙΙΙ 31,1 Stang. | 5 ἐπιδώσειν] ἐπιδοῦναι x | 4 τι Nab., τὸ Ο | 5 χωρίον] χρυσίον Nab. | 6 ἀντιτείνοιτο Vat. 1, ἀνατείνοιτο cet | 7 τάχιστα—δυνησό- μεθα x (ἀπᾶξαι Ven.), om. δυνησόμεθα x1, unde τάχιστα— ἀπάξαιμεν Βergl. (ed.), τάχιστ᾿ ἂν —ἀπάξαιμεν Lobeck., τά- χιστʼ ἂν—ἀρπάξαιμεν Gob., τάχιστα αὐτὴν κἂν ἄκουσαν ἀπα- γάγοιμεν Herch. (ed.), proponit ἀπαράξαι vel ἀπαλλάξαι Pol. | 8 Θηριππίδης] Θηριππίδη ως (sic) Ven, unde Θηριππίδῃ· ὁ δὲ vel Θηριππίδῃ· ὥστε Mein. | 19 κόμματος Hemst., σκέμ- ματος Ο (σκέματος Ven.) | 12 [τὸ] del. Mein. (ed., αὐτῶ Hirsch. | 14 εὐποιίαν] εὐπονίαν Vat. 1 | 15 ἀναμείναντες] ἐπιμείναντες x | νομίζονται Mein., λογίζονται Ο)
64

Ἄρδην ἀπόλωλά σοι· ὁ γὰρ χθὲς εὐπάρυφος, πινα- ροῖς, ὡς ὁρᾷς, καὶ τρυχίνοις ῥακίοις τὴν αἰδῶ περισκέπω. ἀπέδυσε γάρ με Παταικίων ὁ παμπόνηρος, ὃς τὰ κέρ- ματά με — εἶχον δέ, ὡς οἶσθα, ὑπόσυχνον ἀργύριον — δεξιαῖς χρώμενος ταῖς καλινδήσεσι τῶν κύβων ἄχρι δραχμῶν καὶ ὀβολῶν ἀπεσύλησεν. ἐξὸν δέ μοι παρι- δεῖν ὅσον ἐζημιώθην, εἶτʼ ἀθῴῳ γενέσθαι τοῦ πλείονος, ἐκ τῆς κατʼ ὀργὴν ἔριδος τὴν εἰς τοὔσχατον ὑπέμεινα βλάβην· καθʼ ἓν γὰρ ἕκαστον τῶν ἱματίων ἐκ προκλή- σεως ἀποτιθείς, τέλος ἁπάντων ἐψιλώθην τῶν ἐνδυμά- των. ποῖ δὴ οὖν βαδιστέον; χαλεπῶς γὰρ καὶ λάβρως ἐπαιγζων ὁ βορρᾶς δίεισί μου τῶν πλευρῶν ὥσπερ βέλος. ἐς Κυνόσαργες ἴσως οἰχητέον. ἢ γάρ τις τῶν ἐκεῖ νεανίσκων κατοικτείρας ἀμφιάσει με ἱματίοις, ἢ καταλήψομαι ἐγγύθεν τὰς καμίνους καὶ τῷ πυρὶ ὁ δύστηνος θάλψομαι· τοῖς γὰρ γυμνοῖς σισύρα καὶ ἐφεστρὶς ἡ φλὸξ [καὶ τὸ ἐκ τῆς εἵλης θέρεσθαι].

[*](x (Harl. Ven.) Neap.a x1 (Γ Vat. 1))[*](1 Ῥαγοστράγγισος] Ῥαγαστράγγισος Γ, Ῥαγγοστράγγισος Vat. 1, Ῥαγησιράπισος Reisk. | Στεμφυλοδαίμονι] Σταφυλο- δαίμονι Vat. 1, Σταφυλολυμεῶνι Reiak,, Σταφυλοθλίβωνι Valck., Σταφυλοδηλήμονι Seil. | 2–3 εὐπάρυφος—ὡς ὁρᾷς] ὡς ὁρᾷς εὐπάρυφος παναροῖς x1, idem sed ὡς ἑώρας Seil., del. ὡς ὁρᾷς Stang., sed cf. v. c. I 8, 2 | 3 τρυχίνοις Maehl., τριχίνοις Ο. Cf. IV 9, 2 | ῥακίοις—περισκέπω] ῥάκεσι καλύπτω τὴν αἰδῶ x1 | 7 δέ] om. Neap.a x1 | 10 προκλήσεως] προκλίκεως (sic) Neap.a | 11 ἀποτιθείς] ἐκτιθείς Nab. | 12 χαλεπῶς—λά- βροως] χαλεπὸς—λάβρος cl. Π. II 148 Pol. | 13 μου x, μοι cet. | 15 κατοικτείρας] ἐποικτείρας x1 | 16 ἐγγύθεν τὰς] inv. ord. Bergl. | 18 [καὶ—θέρεσθαι] del. Herch. (ed.). Pro εἵλης hab. ἕλης Neap.a, ὕλης x1)
65

Τῇ προτεραίᾳ ξυράμενοι τὰς κεφαλὰς ἐγὼ καὶ Στρου- θίας καὶ Κύναιθος οἱ παράσιτοι, λουσάμενοι εἰς τὸ ἐν Σηραγγείῳ βαλανεῖον, ἀμφὶ τὴν πέμπτην ὥραν δρόμον ἀφέντες εἰς τὸ προάστειον τὸ Ἀγκυλῆσι τὸ Χαρικλέους τοῦ μειρακίου ᾠχόμεθα, ἔνθα αὐτός τε ἀσμένως ὑσπεδέξατο φιλογέλώς τε ὢν καὶ φιλαναλώ- της, ἡμεῖς τε διατριβὴν αὐτῷ καὶ τοῖς συμπόταις παρ- έσχομεν, παρὰ μέρος ἀλλήλους ἐπιρραπίζοντες καὶ ἀνά- παιστα εὔκροτα ἐπιλέγοντες αὐτοσκωμμάτων ἁλυκῶν καὶ αὐτοχαρίτων ἀστεϊσμῶν αἱμυλίας γέμοντα. ἐν τούτῳ δέ, ἱλαρώτατα καὶ εὐφροσύνως διακειμένου τοῦ [*](x (Harl. Ven.) Neap.ª x1 (Γ Vat. 1)) [*](1 [υ] del. Valck., Ψιχοκλαύστης Νeap.ª, Ψυχοκλαύστης x, Ψιχοκναυστης Reisk., Ψιχοκάπτης Metr. | de Βουκίωνι vid. ΙΙΙ 24 inscr. | 2 Στρουθίας] Στρουθίων x1. Cf. Menandr. Rell. p.99 | 3 Κύναιθος] Κίναιθος | οἱ παράσιτοι] οἱ παράσιτοι Harl., οἱ παρασίτοι ος (sic) Ven., ὁ παράσιτος Neap.ª, οἱ παρὰ Τίσι- δος Mein., del. Κeil., at cf. II 32,1 | εἰς τὸ et βαλανεῖον] del. Herch.(ed.) | 4 Σηραγγείῳ] Σηραγγίῳ x, Συραγγίῳ Νeap.ª | τὴν] om x1 | 5 Ἀγκυλῆσι Seil. (ed.), Ἀγκύλης Ο Ἀγγύλης Ven). Ἀγγελῆσι vel Ἀγρυλῆσι Bergl. | τὸ] εἰς Seil. | 6 μειρακίου] μειρακίσκου x1 | τε] om. Neap.ª | ἀσμένως] ἄσμενος Cob., sed cf. III 30, 2 | 7 ὑπεδέξατο] ἐδέξατο x | φιλαναλώτης Ryckius, φιλαναλωτὴς Ο (φιλαναλωτῆς Ven., φιλαναλωτὴρ Νeap.ª) | 8 τε] δὲ Neap.ª | καὶ] τε καὶ x1 | 9 παρὰ μέρος Seil. (ed., παρὰ μέρους Νeap.ª, παραμέρος cet. | ἐπιρραπίζοντες] ἐπιρριπίζοντες Reis. | 10 αὐτοσκωμμάτων] αὐτῷ σκωμμάτων x1, del. αὐτο Lobeck., αὐτοῖς σκωμμάτων Mein. (ed.) | ἁλυκῶν] ἀστικῶν Hemst. | 11 αὐτοχαρίτων] αὐτοχθόνων Hemst. | ἀστεϊσμῶν Mein., ἀττικϊν (sic) Ven., ἀττικῶν cet., Ἀττικῆς Valck., del. Ruhnk., σκωμμάτων Ἀττικῶν καὶ αὐτοχαρίτων Mein. | αἱμυ- λίας x1, καὶ αἱμυλίας cet. | 12 δέ,— εὐφροσύνως Γ (qui quidem ἱλαρότατα), διʼ ἱλαρότητος καὶ εὐφροσύνης Vat. 1, δὲ εὐφροσύνης καὶ ἱλαρότητος cet., δέ, ἱλαρότητι καὶ εὐφροσύναις διακεχυμένου )

66
συμποσίου, ἐπέστη ποθὲν Σμικρίνης ὁ δύστροπος καὶ δύσκολος· εἵπετο δʼ αὐτῷ πλῆθος οἰκετῶν, οἳ δραμόν- τες ἐφʼ ἡμᾶς ὥρμησαν. αὐτὸς δὲ ὁ Σμικρίνης πρῶτον μὲν τῇ καμπύλη παίει τὸν νῶτον τοῦ Χαρικλέους, ἔπειτα ἐπὶ κόρρης πατάξας ἦγεν ὡς ἔσχατον ἀνδρα- πόδων. ἡμεῖς δὲ νεύματι μόνῳ τοῦ πρεσβύτου εἰς τοὐπίσω τὰς χεῖρας ἐστρεβλούμεθα· τὰ δὲ μετὰ ταῦτα ξήνας ἡμᾶς ὑστριχίσιν οὐκ ὀλίγας οὐδʼ εὐαριθμήτους, τέλος ἀγαγὼν εἰς τὸ δεσμωτήριον ἀπέθετο 〈ὁ〉 ἄγριος γέρων. καὶ εἰ μὴ συνήθης ὢν καὶ πολλὰ καθηδυπα- θήκας μεθʼ ἡμῶν ὁ χαρίεις Εὐθύδικος, ἀνὴρ ἐν τοῖς πρώτοις τοῦ συνεδρίου τῶν Ἀρεοπαγιτῶν, ἀνέῳξεν ἡμῖν τὸ δεσμωτήριον, τάχ᾿ ἂν καὶ τῷ δημίῳ παρεδό- θημεν. οὕτως ὁ δριμὺς γέρων καὶ πικρὸς ἐνεπίμπρατο καθ᾿ ἡμῶν, καὶ πάντα ἔπραττεν ὡς ἂν τὴν ἐπὶ θανά- τῳ ἴσα τοῖς ἀνδροφόνοις καὶ ἱεροσύλοις ἀπαχθείημεν.

[*](x (Harl. Ven.) Neap.ª x1 (Γ Vat. 1))[*](Herm. | 1—2 καὶ δύσκολος] om. x. Neap.ª | 3 πρῶτον] πρῶτα x1 | 4 τὸν] τὸ Pierson. | τοῦ Χαρικλέους] τὸν Χαρικλέα Cob. | 5 ἔπειτα x. ἔπειτα δὲ cet. | ἀνδραπόδων Cob., ἀνδράποδον Ο | 7 ἐστρεβλούμεθα x1, ἐδεσμούμεθα cet. | 8 ὑστριχίσιν Νeap.ª, ὑστριχίνδι (sic) Harl., ὑστριχίδι cet. | ὀλίγας οὐδ᾿ εὐαριθμήτους Mein., ὀλίγαις οὐδ᾿ εὐαριθμήτοις Ο, del. οὐκ ὀλίγας Cob. | 9 ante τέλος add. μάστιξι x1 | 〈ὁ〉add. Bergl. (ed.) | 10 πολλὰ καθηδυπαθήσας] πολλάκις ἡδυπαθήσας Cob., πολλὰ καὶ ἡδυ- παθήσας Herm. | 11 Εὐθύδικος] Εὔδημος x1 | 12 συνεδρίου] συμποσίου x1 | 13 δημίῳ] δήμῳ Vat. 1 | 14 ἐνεπίμπρατο Νeap.ª, ἐπίμπρατο cet. | 15 θανάτῳ] τῷ θανατῳ x, θάνατον Vat. 1 | 16 ἴσα] ἶσα Vat. 1)
67

Ἡμῶν ὡς Μεγαρέων ἢ Αἰγιέων οὐδεὶς λόγος, εὐ- δοκιμεῖ δὲ τὰ νῦν Γρυλλίων μόνος καὶ κατέχει τὸ ἄστυ, καὶ πᾶσα αὐτῷ καθάπερ Χράτητι τῷ Θήβηθεν κυνὶ ἀνέῳγεν [ἡ] οἰκία. ἐμοὶ δοκεῖν, Θετταλίδα τινὰ γραῦν ἢ Ἀκαρνανίδα φαρμακεύτριαν πεπορισμένος καταγοητεύει τοὺς ἀθλίους νεανίσκους. τί γὰρ καὶ στωμύλον ἔχει; τί δὲ ὁμιλητικὸν καὶ ἡδὺ φέρει; ἀλλ᾿ ἴσως εὐμενεστέροις ὄμμασιν ἐκεῖνον εἶδον αἱ Χάριτες, ὡς τοὺς μὲν ἀπομύττεσθαι πρὸς αὐτοῦ, ἡμᾶς δὲ ἀγα- πῶν εἰ τὰς ἀπομαγδαλίας ὡς κυσί τις παραρρίψειε. τάχα δὲ οὐ γόης, ἀλλὰ τύχη πέχρηται δεξιᾷ. [τύχη γὰρ παρὰ πάντα ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα.] οὐδὲν γὰρ ἐν ἀνθρώποις γνώμη, πάντα δὲ τύχη, καὶ ταύτης ὁ τυχὼν ἡδὺς ἔστι καὶ νομίζεται.

Ἤλγησα, ὦ καλὲ Ψιχίων, ἀκούσας τὴν συμβᾶσάν σοι περὶ τὸ πρόσωπον συμφοράν. εἰ δὲ καὶ τοῦτον [*](x (Harl. Ven.) (inde a ΙΙΙ 9) Neap. ª (inde a ΙΙΙ 9) x1(Γ Vat.1)) [*](1 [σ] del. Bergl. (ed.), Λοχοπίνακι Γ | 2 Αἰγιέων Βergl. (ed.), Αἰγινητῶν x1. Cf. v. c. Plut. Symp. 682f. | 3 κατέχει] κατάρχει Vat. 1 | τὸ ἄστυ Bergl., τοῦ ἄστεος x1 | 5 κυνὶ Here1., κοινῇ x1, κοινὴ Bergl. (ed.), del. Hirsch. | [ἡ] exp. Cob. 6 Ἀκαρνανίδα Γ, Ἀκαρνίδα Vat. 1 | 7 καταγοητεύει] καταγοη- τεύειν Vat. 1 | 8 φέρει] del. Hirsch. | 12—13 [τύχη— πράγμα- τα] del. Kühn., del. παρὰ Cob., sed videntur haec ex Dem. 0l. ΙΙ 22 adscr. ad sqq.) [*](16 Τραπεζολείκτης] Τραπεζολείχων Γ, Τραπεζολείων Vat. 1 Ψιχίωνι scripsi cl. § 1, Ψιχοδιαλέκτῃ Ο (Ψυχοδιαλέκτῃ Ven.) Ψιχοδιαλείκτῃ Seil., Ψιχοκλέπτῃ Mein., Ψιχιδιολείκτῃ N ab., Ψιχιοδιαλέκτῃ Nauck. | 17 Ψιχίων] Ψιχίον Neap.ª )

68
ἐγένετο τὸν τρόπον ὃν διηγήσατο ἡμῖν ἐπανελθοῦσα τοῦ συμποσίου ἡ Λειριόνη — λέγω δὴ τὴν παιδίσκην Φυλλίδος τῆς ψαλτρίας — πόλεμον ὑπέστης καὶ πόρ- θησίν καινὴν ἄνευ μηχανῆς καὶ ἑλεπόλεως. ἀκούω γὰρ τὸν καταπύγονα καὶ θηλυδρίαν περικατεάξαι σοι τὴν φιάλην, ὡς τὰ θραύσματα λωβήσασθαί σου τήν τε ῥῖνα καὶ τὴν δεξιὰν σιαγόνα, καὶ τοῦ αἵματος ἐνεχθῆ- ναι κρουνούς, οἵους ὕδατος αἱ ἐν Γερανείᾳ πέτραι σταλάττουσι. τίς ἔτι ἀνέξεται τῶν κακοδαιμόνων του- τωνί, τοσούτου τὸ γαστρίζεσθαι πωλούντων; ὠνούμεθα γὰρ κινδόνου τὸ ζῆν, καὶ τὸν ἐκ λιμοῦ θάνατον δε- διότες τὴν μετὰ κινδύνου πλησμονὴν ἀσπαζόμεθα.

Ὡς εὐτυχῶς, ὡς μακαρίως πέπραγα. ἐρήσῃ με ἴσως [*](x (Harl. Ven.) Neap.ª x1 Vat. 1)) [*](2 τοῦ] ἐκ τοῦ Cob., sed ita Alc. passim. | ἡ Λειριόνη scripsi, ἡ Ληριόνη Harl., Λειριόνη x1, Ληριόνη Ven., Ἡλεικτριόνη (sic) Neap.ª, Δηρινόη Herch. (ed.), Λειριώνη H. Steph. s. V. Λήριον | δὴ] δὲ Vat. 1 | τὴν] om. x | 4 καινὴν Reisk., ἱκανὴν | καὶ] om. Neap.ª | 5 καταπύγονα Lobeck., καταπύγωνα Ο | περι- κατεάξαι] περικατᾶξαί Mein. (ed.) | σοι Bergl., σου D | 6 θραύσματα x1, τραύματα cet., θραύματα Mein. (ed.) | λωβή- σασθαί σου x1, λογίσασθαί σου Neap.ª, σου λωβήσασθαι x (λω- βίσασθαι Ven.), ἀλοήσασθαί σου Boissonad., λωβήσασθαί σοι Bergl. (ed.) | τε] om. Bergl. (ed.) | 7 ἐνεχθῆναι] ἀναχθῆναι x1, unde ἀναχυθῆναι Bergl. | 8 αἱ] om. x Neap.ª | Γερανείᾳ] γὰρ ἀνία x1 | 9 σταλάττουσι] σταλάζουσι x. Cf. IV 13,4 | ἀν- έξεται Neap.ª, ἀνέχεται x, ἀνθέξεται x1 | τουτωνί Hemst., τού- των εἰ x1, om. εἰ cet. | 10 τὸ] τοῦ Γ | interr. sign. posuit Hemst. | 11 γὰρ] om. x1) [*](13 Στεμφυλοχαίρων] Στεμφυλοχάρων Herch. (ed.), at cf. ΙΙΙ 30, ΙΙΙ 36 | Τραπεζοχάροντι] Τραπεζοχάροντι x, Τραπεζοχά- ρητι Neap.ª | 14 εὐτυχῶς] εὐτυχῶ Cob. | πέπραγα] πέπραχα x Neap.ª | ἴσως] ante ἐρήσῃ hab. x1)

69
τίνα τρόπον, ὦ βέλτιστε Τραπεζοχάρων. ἐγὼ δῆτά σοι φράσω καὶ πρὶν ἐρέσθαι. ἦγε μὲν ἡ πόλις, ὡς οἶσθα, τὴν Κουρεῶτιν [ἑορτήν]· ἐγὼ δέ, παραληφθεὶς ἐπὶ δεῖ- πνον [ τέρπειν], ὠρχούμην τὸν κόρδακα. οἱ δαιτυμόνες δὲ ἐκ φιλονεικίας ἔπινον, ἕως, τῆς ἁμίλλης εἰς ἄπειρον προχωρούσης, κῶμα κατέσχε τὸ συμπόσιον καὶ πάντας ὕπνος ὑπειλήφει νυστακτὴς ἄχρι καὶ αὐτῶν τῶν οἰκε- τῶν· ἐγὼ δὲ περιέβλεπον μὲν εἴ τι τῶν ἀργυρῶν σκευῶν ὑφελέσθαι δυναίμην· ὡς δὲ ταῦτα ἔτι νηφόν- των ἐξ ὀφθαλμῶν ἐγεγόνει καὶ ἦν ἐν ἀσφαλεῖ, τὸ χειρόμακτρον ὑπὸ μάλης λαβων ἐξηλλόμην ὡς ἐν τῇ φυγῇ τοῖν διαβάθροιν θάτερον ἀποβαλεῖν. ὅρα δέ, ὥς ἐστι πολυτελές, ὀθόνης Αἰγυπτίας καὶ ἁλουργοῦ πορφύρας τῆς Ἑρμιονίδος λεπτὸν εἰς ὑπερβολὴν καὶ πολύτιμον ὕφασμα. εἰ τοῦτο ἀδεῶς ἀπεμπολήσαιμι, γαστριῶ σε ἀγαγὼν ἐπὶ τὸν πανδοκέα Πιθακ〈ν〉ίωνα. πολλὰς γὰρ ὁμοῦ πολλάκις παροινίας ἀνέτλημεν, καὶ χρή σε τὸν κοινωνὸν τῶν δυστυχημάτων μερίτην γενέ- σθαι καὶ τῆς εὐτυχούσης ἡμέρας.

[*](x (Harl. Ven.) Neap.ª x1 (Γ Vat. 1))[*](1 βέλτιστε] om. x1 | Τραπεζοχάρρων Cob., Τραπεζόχαρον Ο δῆτα] δὴ Vat. 1, δὲ Γ. Cf. Ι 13,2 | 2 ἐρέσθαι] ἐρεσθαι x1, ἐρεῖσθαι Neap.ª | 3 [ἑορτήν] expunxi, ἡμέραν Bergl. (ed.) 4 [τέρπειν] del. Cob. | 5 ἁμίλλης] ἀμύνης x1, unde ἀμύστιδος Hemst. | 6 κῶμα] κόμα Ven.. κῶμος x1 | 7 ὕπνος] om. Neap.ª ὑπειλήφει] ὑπείληφε Neap.ª | 8 μὲν] om. Neap.ª | 9 ὑφελέσθαι] ὑφαλέσθαι Ven. | 11 ὑπὸ μάλης] ὑπʼ ἀγκάλης Neap.ª | ante ὡς ponit lac. sign. Mein. (ed.) supplens 〈καὶ τοσοῦτον ἠπειγόμην〉, del. ὡς—ἀποβαλεῖν Herch.(ed.) | 12 τοῖν διαβάθροιν] τοῖν δια- βάθροις Ven., τῶν διαβάθρων x1 | θάτερον Reisk., ἅτερον x1, ἕτερον cet. | ὅρα] ὅσα Vat.1, ἄρα Ven. | 13 πολυτελὲς ὀθόνης] πολυτελέστερον σινδόνης x (σινδόνες Harl.), πολυτελέστερον ὀθό- νης Herch. (ed., mavult σινδόνος cl. Ι 15,2 ΙΙΙ 30, 2 Mein. 14 εἰς x, ἐπὶ cet. | 15 πολύτιμον] πολυτίμητον x, πολύμιτον Jahn. | ὕφασμα] om. x Neap.ª | 16 〈ν〉 add. Cob. | 18 κοινω- νὸν] κοινὸν Neap.ª | μερίτην] συμμεριτην Neap.ª Cf. I 20, 2 )
70

Ἑρμῆ κερδῷε καὶ ἀλεξίκακε Ἡράκλεις, ἀπεσώθην. οὐδὲν 〈ἂν〉 δεινὸν ἔτι γένοιτο. προχόην ὑφελόμενος ἀργυρᾶν Φανίου τοῦ πλουσίου δρόμῳ δοὺς φέρεσθαι — ἦν γὰρ ἀωρία τῆς νυκτός — ἠπειγόμην σώζειν ἑαυτόν. κύνες δὲ ἐξαίφνης οἰκουροὶ περιχυθέντες ἄλλος ἀλλαχόθεν χαλεποὶ καὶ βαρεῖς τὴν ὑλακὴν ἐπῄεσαν Μολοττοὶ καὶ Κνώσιοι, ὑφʼ ὧν οὐδὲν ἐκώλυσέ με ὡς ἠδικηκότα τὴν Ἄρτεμιν διεσπάσθαι μέσον, ὡς μηδὲ τὰ ἀκρωτήρια εἰς τὴν ὑστεραίαν περιλειφθῆναι πρὸς ταφὴν τοῖς ἑτοίμοις εἰς ἔλεον καὶ συμπάθειαν. εὑρὼν οὖν ὑδρορρόον ἀνεῳγότα οὐκ εἰς βάθος ἀλλʼ ἐπιπολῆς, [καὶ] ὑποδὺς εἰς τοῦτον κατεκρύβην. ἔτι σοι ταῦτα τρέμων καὶ παλλόμενος λέγω. ἑωσφόρου δὲ ἀνασχόντος τῶν μὲν ᾐσθόμην οὐκέθʼ ὑλακτούντων — οἴκοι γὰρ πάντες ἐδέδεντο — αὐτὸς δὲ εἰς Πειραιᾶ δραμὸν νηὶ Σικε- λικῇ λύειν μελλούσῃ τὰ πρυμνήσια περιτυχὼν ἀπεδόμην [*](x (Harl. Ven.) Neap.a x1 Vat. 1)) [*](3 οὐδὲν] οὐδὲ x | 〈ἂν〉 add. Mein. | ὑφελόμενος] ὑφελόμε- νοι Neap.a | 4 ἀργυρᾶν] om. x Neap.a | δρόμῳ δοὺς φέρεσθαι] om. x Neap.a | 5 ἀωρία] ἀωρὶ Nauck. | post νυκτός add. μεσούσης x1 | ἠπείγομην x1, καὶ ἠπειγόμην cet., κατηπειγόμην Mein. | 6 ἑαυτόν] ἐμαυτόν x1 | 7 τὴν—ἐπῄεσαν] om. Neap.a, om. ἐπῄεσαν x | 8 Μολοττοὶ] Μολοττικοὶ x | ἐκώλυσέ] ἐκώλυέ x1 | 8–9 ὡς—Ἄρτεμιν] del. Herw. | 9 διεσπάσθαι Γ, διεσπᾶσθαι (sic) cet., διασπᾶσθαι Wagn. (ed.), sed cf. III 4, 2 | 10 ἀκρω- τήρια Bergl., ἀκροθίνια Ο | εἰς τὴν ὑστεραίαν x1, τῇ ὑστεραίρᾳ cet. | πρὸς x1, εἰς cet. | 12 ὑδρορρόον Bergl., ὑδρορρόαν Ο (ὑδρορρόων Vat. 1) | ἐπιπολῆς] ἐπιπολὴς Harl, ἐπιπολὺ Neap.a, ἐπιστολὴς Ven. | [καὶ] del. Herch. (ed.) | 15 ᾐσθόμην οὐκέθʼ Neap.a, ᾐσθόμην οὐθ᾿ x, οὐκ ᾐσθόμην οὐκέθʼ x1, οὐκ ᾐσθόμην ἔθʼ Hemst, οὐκ ᾐσθόμην οὐδʼ Mein. | πάντες x, πάντως cet. | 16 Πειραιᾶ δραμὼν] Πῦρ ἀναδραμὼν (sic) Ven.)

71
τῷ ναυκλήρῳ τὴν προχόην. καὶ νυνὶ τὸ τίμημα ἔχων νένασμαι τοῖς κέρμασι καὶ νεόπλουτος ἐπανελήλυθα, καὶ τοσοῦτον ῥιπίζομαι ταῖς ἐλπίσιν, ὡς ἐπιθυμεῖν κόλακας τρέφειν καὶ κεχρῆσθαι παρασίτοις, οὐ παρα- σιτεῖν αὐτός. ἀλλʼ ἢν τουτὶ τὸ πορισθὲν ἀργύριον ἀπαναλώσω, πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐπιτήδευσιν τρέψο- μαι· οὐδὲ γὰρ κύων σκυτοτραγεῖν μαθοῦσα τῆς τέχνης ἐπιλήσεται.

Κακὸς κακῶς ἀπόλοιτο καὶ ἄφωνος εἴη Λικύμνιος ὁ τῆς τραγῳδίας ὑποκριτής. ὡς γὰρ ἐνίκα τούς ἀντι- τέχνους Κριτίαν τὸν Κλεωναῖον καὶ Ἵππασον τὸν Ἀμβρακιώτην τοὺς Αἰσχύλου Προπομπούς τορῷ τινι καὶ γεγωνοτέρῳ φωνήματι χρησάμενος, γαῦρος ἦν καὶ κιττοστεφὴς ἦγε συμπόσιον. ἔνθα παραληφθεὶς φεῦ τῶν κακῶν οἷα ὑπέμεινα, τοῦτο μὲν πιττούμενος τὴν κεφαλὴν καὶ γάρῳ τοὺς ὀφθαλμοὺς ῥαινόμενος, τοῦτο δὲ ἀντὶ πλακοῦντος, τῶν ἄλλων ἄμητας ἐσθιόντων καὶ [*](x (Harl. Ven.) Neap.a x1 Vat. 1)) [*](1 ναυκλήρῳ] ναυκλήρων Ven. | νυνὶ Mein. (ed.), νύνι (sic) x, νῦν cet. | 3 ὡς] ὥστʼ Cob. | 4 κεχρῆσθαι] χρῆσθαι Cob. | 6 ἀπαναλώσω] ἐπαναλώσω x, καταναλώσω Gob. | 7 οὐδὲ Seil. (ed.), οὔτε Ο | σκυτοτραγεῖν μαθοῦσα] ord. inv. Neap.a | 8 ἐπι- λήσεται] ἐπιλήθεται Herch. (ed.)) [*](9 Κεφαλογλύπτης Seil., Ἐφελογλύπτης Ο, Νεφελογλύπτης Bergl., Φλοιογλύπτης Herel. | Μαππαφανίσῳ] Μαπαφανίσῳ] Ven., Ματταφανίσσῳ Neap.a, Μαππαφασίῳ Γ. Cfrt Martial. XII 29, 11 Seil, | 10 κακὸς κακῶς Bergl., κακεγκάκως Neap.a, κακηγκάκως cet. (γ man. rec. Γ) | ἄφωνος x1, ἄχορος x, | ἄχωρος Neap.a. Cf. sqq. | 13 Αἰσχύλου] Αἰσχύλους x | τινι] τε Herch. | 14 γεγω- νοτέρῳ] γεγωνῶτερῳ (sic) Harl., γετονῷ τῷ (sic) Ven., γεγωνῷ τῷ Neap.a | 15 ἦγε] καὶ ἦγε x Neap.a | 16 πιττούμενος] πεττού- μενος Vat. 1, πεκτούμενος Bergl. | 18 ἄμητας] ἄμιτας Neap.a)

72
σησαμοῦντας, αὐτὸς μέλιτι δεδευμένους λίθους ἀπο- τρώγων. ἡ πασῶν δὲ ἰταμωτάτη, τὸ ἐκ Κεραμεικοῦ πορνίδιον, ἡ μέτοικος ἡ Φενεᾶτις, Υακινθίς, κύστιν αἵματος πληρώσασα καταφέρει μου τῆς κεφαλῆς, καὶ ὁμοῦ τῷ κτύπῳ 〈ἐ〉 λελούμην τῷ αἵματι. καὶ τῶν μὲν εὐωχου- μένων πολὺς καὶ καπυρὸς ἐξεχύθη γέλως, ἐγὼ δὲ ὧν ἔπαθον μισθὸν οὐκ ἀπηνεγκάμην ἄξιον, ἀλλά μοι γέ- γονε τῶν ὕβρεων ἀμοιβὴ τὸ μέτρον τῆς γαστρός, πέρα[ς] δὲ οὐδέν. μήτε οὖν ἐς νέωτα μήτε μὴν νικῴη ὁ θεοῖς ἐχθρὸς Λικύμνιος, ὃν ἐγὼ τῆς ἀχαρίστου φωνῆς ἕνεκεν ὁρθοκόρυζον καλεῖσθαι πρὸς ἡμῶν καὶ τοῦ χοροῦ τῶν Διονυσοκολάκων ἔκρινα.

Ὦ δαῖμον, ὅς με κεκλήρωσαι καὶ εἴληχας, ὡς πονη- [*](x (Harl. Ven.) Neap.ª x1 (Vat. 1)) [*](1 ἀποτρώγων Mein., ἀπέτρωγον x. ἀπέτραγον cet. | 2 δὲ] om. Neap.ª | 3 Φενεᾶτις Seil. (ed.), Φενεάτις Neap.ª x (φενεά- της Ven.), Φαινεάτις x1 | Ὑακινθίς Bergl.(ed.), Ὑακινθός Neap.ª, Ὑάκινθος cet. | 4 πληρώσασα x1, πλήσασα cet. | 5 〈〉ἐ〉 add. Herch. | 6 πολὺς—γέλως] πολὺς ὑπάρχων ὁ θόρυβος περιεβόμβει τὸ δῶμα x Neap.ª, ad quae cfrt Od. X 398, 454 Seil., deinde scribens πολὺς —γέλως 〈καὶ〉 πολὺς—δωμάτιον | 8 [ς] del. Bergl. (ed.) | 9 μήτε—νικῴη] μήτε οὖν ἐς νέωτα εἴη μήτε μὴν βιῴη x1. Requirit μὴ οὖν ὥρασιν ἵκοιτο Bergl., μητ᾿ ἐπιβιῴη Hemst., μήτε οὖν ἐς νέωτα μήτε νῦν νικῴη Nauck. (at jam vicit Licymnius!), μὴ οὖν ἐς νέωτα, εἰ καὶ νῦν, νικῴη Pol., μήτε οὖν ἐς νέωτα ἔτι μήτε μὴν (〈ὕστερον〉 νικῴη Herw. | 10 ἀχα- ρίστου] ἀχαρίτου Cob. | 11 ὀρθοκόρυζον] ὀρθοκόρυδον Bergl., ὀρθιοκόρυδον Seil., κρονοκόρυζον Reisk., ἀρχοκόρυζον Gloss. Eichst., ὀρνιθοκόρυδον Machl., αὐτοκόρυδον vel ὀρφεοκό- ρυδον Mein. An ὀρθιόκρῳζον? | καλεῖσθαι] καλὸν ἀσθαῖ (sic) Ven., unde καλῶν 〈χάριν οἴσ〉εσθαι Mein. | πρὸς] παρ᾿ x Neap.ª | ἡμῶν] ὑμῶν Neap.ª | ἔκρινα] ἔκρινον x | 12 Post ἔκρινα add. ἔρρωσο x1) [*](14 κεκλήρωσαι καὶ] del. Cob.)

73
ρὸς εἶ καὶ λυπεῖς ἀεὶ τῇ πενίᾳ συνδέων. ἢν γὰρ ἀπορία τοῦ καλοῦντος γένηται, ἀνάγκη με σκάνδικας ἐσθίειν καὶ γήθυα, ἢ πόας ἀναλέγειν καὶ τῆς Ἐννεακρούνου πίνοντα πίμπλασθαι τὴν γαστέρα. εἶτα, ἕως μὲν τὸ σῶμα τὰς ὕβρεις ὑπέμενε καὶ ἦν ἐν ὥρᾳ τοῦ πάσχειν νεότητι καὶ ἀκμῇ νευρούμενον, φορητὸς ἡ ὕβρις· ἐπειδὴ δὲ ἐγώ σοι μεσαιπόλιος, καὶ τὸ λειπόμενον τοῦ βίου πρὸς γῆρας ὁρᾷ, τίς ἴασις τῶν κακῶν; Ἁλιαρτίου σχοι- νίου χρεία, καὶ κρεμήσομαι πρὸ τοῦ Διπύλου, ἢν μή τι δεξιὸν ἡ τύχη βουλεύσηται. εἰ δὲ [καὶ] τοῖς αὐτοῖς ἐπιμείνειεν, οὐ πρότερον στραγγαλιῶ τὸν τράχηλον, πρὶν τραπέζης ἀπολαῦσαι πολυτελοῦς· οὐκ εἰς μακρὰν δὲ ὁ περίβλεπτος οὗτος καὶ ἀοίδιμος ἔσται γάμος Χαρι- τοῦς καὶ Λεωκράτους, μετὰ τὴν ἕνην καὶ νέαν τοῦ Πυανεψιῶνος, εἰς ὃν πάντως ἢ παρὰ τὴν πρώτην ἡμέραν ἢ τοῖς ἐπαυλίοις κεκλήσομαι. δεῖ γὰρ θυμη- δίας καὶ παρασίτων τοῖς γάμοις, καὶ ἄνευ ἡμῶν ἀνέ- ορτα πάντα καὶ συῶν οὐκ ἀνθρώπων πανήγυρις.

[*](x (Harl. Ven.) Neap.ª x1 (Vat. 1))[*](1 συνδέων] συνδῶν Cob. | ἢν] ἡ Neap.ª | 2 γένηται—με] om. x Neap.ª | 3 γήθυα Reisk., τηθεία Neap.ª, τήθεα cet. πόας] πόδας Vat. 1, ὄα Herch. (ed.) | ἀναλέγειν—πίνοντα] om. x Νeap.ª | 3 καὶ τῆς] κὰκ τῆς Herw. | 4—5 τὸ—ὕβρεις] τὰς ὕβρεις τὸ σῶμα x1 | 6 φορητὸς] φορητὴ Vat. 1 | ἐπειδὴ] ἐπεὶ Herch. (ed.) | 7 post δὲ add. τὸ λοιπὸν x1, unde ἐπεὶ δ᾿ ἤδη Mein. | μεσαιπόλιος Bergl. (ed.), μεσαίπονος Ο | 9 καὶ] ᾧ Herm. | Διπύλου] Διιπύλου Ven, διπήχου Neap.ª | 10 βου- λεύσηται] βραβεύσῃ cl. ΙΙ 4, 2 Lennep., πορίσηται Pol. | [καὶ] del. Herch. (ed.), δὴ Pol. | 11 ἐπιμείνειεν] ἐπιμείνοιεν Vat. 1 στραγγαλιῶ Mein. (ed., στραγγαλίσω Ο | 12 πολυτελοῦς] λυσι- τελοῦς Neap.ª | μακρὰν Neap.ª, μακρὸν cet. | 13 ἔσται] om. x1 15 εἰς] δὲ εἰς Γ | παρὰ] μετὰ x, unde πάντως μετὰ τὴν πρώτην ἡμέραν τοῖς Mein. | 18 πανήγυρις] πανηγύρεις Seil.)
74

Οὐκ ἀνέχομαι ὁρῶν Ζευξίππην τὴν ἱππόπορνον ἀπηνῶς τῷ μειρακίῳ χρωμένην. οὐ γὰρ δαπανᾶται· εἰς αὐτὴν χρυσίον μόνον καὶ ἀργύριον, ἀλλὰ καὶ συνοικίας καὶ ἀγρούς. ἡ δέ, ἐπὶ πλέον ἐκτύφεσθαι τὸν ἔρωτα τούτῳ μηχανωμένη, τοῦ Εὐβοέως ἐρᾶν προσποιεῖται [τοῦ] νεανίσκου, ἵνα 〈τὰ〉 τούτου κατασπαθήσασα οὕτως ἐπʼ ἄλλον τρέψῃ τὸν ἔρωτα. ἐγὼ δὲ ὀδυνῶμαι τὴν καρδίαν ὁρῶν ὑπορρέοντα τοσοῦτον πλοῦτον, ὃν οἱ μακαρῖται αὐτῷ Λυσίας καὶ Φανοστράτη κατέλιπον. ἃ γὰρ ἐκεῖνοι κατ᾿ ὀβολὸν συνήγαγον, ἀθρόως ἀναλοῖ τὸ πολύκοινον τοῦτο καὶ αἰσχρότατον γύναιον. πάσχω μὲν οὖν τι καὶ ἐπὶ τῷ μειρακίῳ· κύριος γὰρ γενόμενος τῆς οὐσίας πολλὴν τὴν εἰς ἡμᾶς φιλανθρωπίαν ἐνεδεί- ξατο· ὁρῶ δὲ καὶ τὰ ἡμέτερα σκάζοντα· εἰ γὰρ εἰς ταύτην ἅπαντα 〈ἀνα〉τεθείη τὰ προσόντα τούτῳ τῷ βελτίστῳ, καλῶς, ὦ θεοί, καλῶς ἀπολαύσομεν τῆς πλη- [*](x (Harl. Ven.) x1 (Γ Vat. 1)) [*](1 Βουκοπνίκτης] βουβοπνίκτης x. De sensu vid. ΙΙΙ 24 inscr. | Ἀρτοπύκτῃ] Ἀντοπύκτῃ Vat. 1, Ἀντοπήκτη Γ, Ἀντοπίκτῃ Bergl. (ed.), Ἐτνοπήκτῃ vel Ἐτνολείκτῃ Seil., Ἀντιπύκτῃ Immisch. | 2 Ζευξίππην] Ζευγίππην x | ἱππόπορνον] ὑπόπορνον Γ | 4 ἀλλὰ] ἀλλ᾿ ἢ x1, ἀλλ᾿ ἤδη Bergl. (ed.) | συνοικίας] συνοικίαι x1 | 5 ἀγρούς] ἄγράς Ven. ἀγροί x1 | 7 [τοῦ] del. Herch. (ed.) | ἵνα] ἵνα καὶ Ven. Vat. 1 | 〈τὰ〉 add. Bergl. | κατασπα- θήσασα] σπαθήσασα x1 | οὕτως] om. x1, εἶτ᾿ Cob. | 10 μακαρῖ- ται Seil. (ed.), μακαρίται Ο | Λυσίας] Φαννίας Harl., Φανίας Ven. | Φανοστράτη Bergl. (ed.), Φανοστράτης x, Φαινοστράτη x1 | 11 συνήγαγον] ἀνήγαγον x | 14 τὴν] del. Cob. | ἐνεδείξατο] ἀνεδείξατο Γ | 16 ταύτην] Γλαύκην Reisk. | 〈ἀνα〉 add. cl. ΙΙΙ 23, 2 Reisk. | τούτῳ] αὐτῷ x | 17 καλῶς—πλησμονῆς] καλήν— καλὴν— τὴν πλησμονήν x. unde ἀπολάψομεν pro ἀπολαύσομεν Mein.)

75
σμονῆς. ἔστι γάρ, ὡς οἶσθα, ἁπλοϊκὸς ὁ Φίληβος καὶ πρὸς ἡμὰς τοὺς παρασίτους ἐπιεικὴς καὶ μέτριος τὸν τρόπον, ᾠδαῖς μᾶλλον καὶ γέλωτι ἢ ταῖς εἰς ἡμᾶς ὕβρεσι θελγόμενος.

Ἰδοὺ μετὰ τὸν Εὐρώταν καὶ τὸ Λερναῖον ὕδωρ καὶ τὰ Πειρήνης νάματα ἔρωτι τῆς Καλλιρρόης ἐκ Κορίνθου πάλιν Ἀθήναζε κατεπείγομαι. οὐ γάρ με τῶν τρυφημάτων τῶν ἐν τούτοις οὐδὲν ἤρεσεν, ἀλλ᾿ ἕτοιμος ἐντεῦθεν ἀποσοβεῖν καὶ σπεύδειν ὡς ὑμᾶς. ἀχάριστοι γὰρ ὤφθησαν οὗτοι καὶ ἥκιστα συμποτικοί, καὶ πλείους παρ᾿ αὐτοῖς αἱ παροινίαι τῶν ἀπολαύσεων. ὡς ἄμεινον ἐμοὶ ὀλύνθους ἢ παλάθας ἐπιμασᾶσθαι τῶν Ἀττικῶν, ἢ τοῦ παρὰ τούτοις χρυσίου ἀποδρέπε- σθαι. οἷα γὰρ καινουργεῖν ἐπιχειροῦσιν ἀναγκάζοντες ἀσκωλιάζοντας πίνειν, διάπυρόν τε τὸν οἶνον καὶ θερ- [*](x (Harl. Ven.) x1 (Γ Vat. 1)) [*](1 ἔστι] ἔτι Ven., ἔστι—θελγόμενος ante ὁρῶ δὲ collocat Pol. | 2 ἐπιεικὴς καὶ μέτριος] ord. inv. x | τὸν τρόπον] om. x 5 Κρεολώβῃ Mein. (ed., Κλεολώβῃ x1, Κλεολάβῃ x | 6 ἰδοὺ] ἰδοῦ Ven. | 7 καὶ τὰ—νάματα] om. x | ἔρωτι τῆς] ἐρωτικῆς x1 Καλλιρρόης] καλιρρόης Vat. 1 | 8 κατεπείγομαι] κατεπείγομεν Ven. | 8—9 οὐ— ἤρεσεν] οὐ γάρ μέ τι τῶν—τούτοις ἤρεσεν x, idem sed οὔ με γὰρ τῶν τι Mein. | 10 ἐντεῦθεν] ἐνθένδε x1 σπεύδειν] φεύγειν x | ὑμᾶς] ἡμὰς x | ἀχάριστοι] ἀχάριτοι Reisk. | 11 οὗτοι] οἵδε x1 | συμποτικοί] συμποτικόν Ven. 12 αὐτοῖς] ἑαυτοῖς x | 13 ὡς] ὥστ᾿ Cob. | παλάθας] λαπά- θας x | ἐπιμασᾶσθαι] ἐπιμάσσασθαι x. del. ἐπι Cob., ἐκεῖ μα- σᾶσθαι Pol. | 14 ἢ τοῦ—ἀποδρέπεσθαι] ἢ τὸ—χρυσίον ἀπο- δρύπτεσθαι x1, unde ἢ 〈διὰ〉 τὸ—ἀποδρύπτεσθαι Bergl. χρυσίου] χρυσοῦ Mein. | 15 καινουργεῖν] καὶ νεουργεῖν x1, οἷα νεουργεῖν Herel. | ἀναγκάζοντες ἀσκωλιάζοντας] ord. inv. x τὸν] om. x1 | 16 καὶ θερμὸν] del. Valck.)

76
μὸν ἄνευ τοῦ πρὸς ὕδωρ κράματος καταχέοντες, εἶτα [ὀστέα] κῶλά τε καὶ ἀστραγάλους καθάπερ τοῖς κυσὶ παραρριπτοῦντες καὶ νάρθηκας ἐπιρρηγνύντες, καὶ σκύτεσι καὶ τοῖς ἄλλοις ἱμᾶσιν ἀντὶ παιδιᾶς πλήττοντες. ἐμοὶ γένοιτο, πρόμαχε Ἀθηνᾶ καὶ πολιοῦχε τοῦ ἄστεος, Ἀθήνησι καὶ ζῆσαι καὶ τὸν βίον ἀπολιπεῖν. ἄμεινον γὰρ πρὸ τῆς Διομηΐδος πύλης ἢ πρὸ τῶν Ἱππάδων ἐκτάδην κεῖσθαι νεκρὸν τύμβου 〈οὐ〉 περιχυθέντος, ἢ τῆς Πελοποννησίων εὐδαιμονίας ἀν〈τ〉έχεσθαι.

Οὔ μοι μέλει· ποιούντων ὅσα καὶ βούλονται 〈οἱ〉 ῥιψοκίνδυνοι Γρόνθων καὶ Σαρδανάπαλλος· ἐμὲ γὰρ κοινωνῆσαι τῆς ἀτόπου πράξεως ἀδύνατον, οὐδ᾿ εἰ μάντευμά μοι ἐκ τῆς Δωδωναίας δρυὸς ἐπιτρέποι τὸ [*](x (Harl. Ven.) Neap.ª (hic inde a III 16) x1 (Γ Vat. 1)) [*](1. πρὸς] πυρὸς x | 2 [ὀστέα] del. Herch. (ed.) | 3 ἐπιρρη- γνύντες] περιρρηγνύντες Herch. (ed.) | 4 σκύτεσι] σκύτει x | καὶ τοῖς ἄλλοις] καὶ τοῖς πολλοῖς cl. III 16, 3 (ubi nunc corr.) Mein., ἄλλοις τε καὶ τοῖς Metr., καὶ τοῖς τμητοῖς Pol., del. τοῖς Herw. | παιδιᾶς] παῖδας Vat. 1 | 5 ἐμοὶ] ἐμοὶ δὲ Harl. | πρόμαχε] om. Vat. 1 | τοῦ ἄστεος] del. Herch. (ed)., at cf. e. g. II 10, 2 | 7 Διομηΐδος L. Dindorf., διάμιδος x, Διομήδους x1 | πρὸ Βergl., παρὰ Ο | 8 κεῖσθαι] ὑεῖσθαι Ven.. πατεῖσθαι x1 | 〈οὐ〉 add. Mein. (qui etiam 〈οὐδὲ〉 τύμβου) | 9 Πελοποννη- σίων] Πελοποννήσου x1 | εὐδαιμονίας] κηδεμονίας Metr. | 〈τ〉 add. Valck.) [*](10. Inscr. ante me erat inscr. ep. sq., ubi vid. | Χωνοκράτει Seil. (ed.), Χανοκράτῳ Ο | 11 μέλει] μέλλει Harl., μέλοι ει Ven., μέλον Vat. 1 | ποιούντων] τοιούτων Neap.ª | βούλονται] βούλων- ται Ven. | 〈οἱ〉 add. Seil. | 12 ῥιψοκίνδυνοι] ῥιψοκίνδυνον. Neap.ª | Γρόνθων Βergl. (ed.), Γρόνθον Neap.ª Γορθων x, Τρίθων x1, Γρίφων Mein., Γενθίων Herch. (ed.) | 14 ἐπιτρέ- ποι] ἐπιτρέπει x)

77
δρᾶμα. [ὥς ἐστιν ἐργάζεσθαι χρηστόν· φύεται γὰρ σπα- νίως καὶ ἐν παισὶ τὸ χρηστὸν καὶ πιστὸν ἦθος καὶ ὑγιές· πάντως οὖν ἀφεκτέον.] ὑποπειρῶσι γὰρ τὴν παλλακὴν τοῦ τῆς οἰκίας δεσπότου, καὶ ἤδη αὐτοῖς ἡ πρᾶξις εἰς τὴν ἀκμὴν προκεχώρηκε. καὶ οὐκ ἀρκοῦνται τῆ τῶν ἀφροδισίων ἀθέσμῳ πλησμονῇ, ἀλλὰ γὰρ 〈καὶ〉 τὰ ἐκ τῆς οἰκίας σκεύη καθ᾿ ἓν ἐκλαμβάνουσι. καὶ ἴσως μὲν ἄχρι τινὸς λήσεται τοὖργον πραττόμενον, πάντως δέ ποτε ἢ λάλος γείτων ἢ ψιθυρὸς οἰκέτης ἀγορεύσει τὸ πρᾶγμα εἰς τοὐμφανές, καὶ ἀνάγκη μετὰ πῦρ καὶ σίδηρον καὶ τὰς ἄλλας βασάνους τέλος αὐτοῖς γενέσθαι τῆς ἡδονῆς τὸ κώνειον ἢ τὸ βάραθρον. ἀφει- δῶς γὰρ χρώμενοι τῷ τολμήματι ἰσόρροπον τῇ πράξει τὴν τιμωρίαν ἐκτίσουσιν.

Χθὲς Καρίωνος περὶ τὸ φρέαρ ἀσχολουμένου εἰσέ- φρησα εἰς τοὐπτάνιον· ἔπειτα εὑρὼν λοπάδα εὖ μάλα [*](x (Harl. Ven.) Neap.ª x1 (Γ Vat. 1)) [*](1—3 [ὡς—ἀφεκτέον] expunxi, del. ὡς—ὑγιές Bergl., om. τὸ χρηστὸν καὶ Neap.ª x (Harl. retinet τὸ), δρᾶμα, ὡς ἐργά- ζεσθαι χρηστήν Reisk. | 4—5 καὶ ἤδη—προκεχώρηκε] om. x, τὴν ἀκμὴν scripsi, τὴν ἀρχὴν Ο, ἀκμὴν Bergl., ἁρπαγὴν Lennep. | 6 〈καὶ〉 addidi cl. I 17, 3, ἀλλὰ καὶ Bergl., ἅμα γὰρ Mein. | 7 post ἓν add. ὡς ἐπέμφωρα (sic) x1, unde ὥσπερ φώρια Toup., ὡς ἐπ᾿ ἐκφορᾷ Bergl., ὥσπερ φῶρες Seil. | 8 τινὸς] τινὰ Neap.ª | 11 σίδηρον] σιδήρου Neap.ª | ἄλλας Herch. (ed.), πολ- λὰς Ο. Cf. III 15, 3 | βασάνους] δαπάνας Γ | αὐτοῖς] αὐτῷ Γ, om. Neap.ª | 12 τῆς ἡδονῆς] om. x1 | ἢ] καὶ Neap.ª | 14 ἐκτί- σουσιν] ἐκτίσαιντο Neap.ª) [*](15 Inscr. (quam om. Neap.ª) ante me erat incr. ep. praep.; transtuli imprimis cl. § 1 propter Λοπαδίων (ita pro Κοπαδίων Schäfer., Κωπᾳδίων Herch. (ed.) | Εὐκνίσσῳ] Εύηνίσσῳ Ven., Εὐκνίσῳ Vat. 1 | 17 τοὐπτάνιον] τοὐπτανεῖον x Nesp.ª | ἔπειτα] εἶτα x1 | εὑρὼν] εὗρον Γ | εὖ] οὐκ εὖ Ven. | μάλα] om. x Neap.ª )

78
κεκαρυκευμένην καὶ ἀλεκτρυόνα ὀπτὸν καὶ χύτραν μεμ- βράδος ἔχουσαν καὶ ἀφύας Μεγαρικὰς ἐξήρπασα, καὶ ἀποπηδήσας, ποῖ καταχθείην ἐζήτουν καὶ εὐκαίρως ἐμ- φάγοιμι μόνος. ἀπορίᾳ δὲ τόπου δρομὼν ἐπὶ τὴν Ποικίλην — καὶ γὰρ οὐκ ἠνώχλει ταύτην οὐδὲ εἷς τῶν ἀδολέσχων τουτωνὶ φιλοσόφων — κεῖθι τῶν πόνων ἀπέλαυον. ἀνανεύσας δὲ τῆς λοπάδος ὁρῶ προσιόντας τῶν ἀπὸ τῆς τηλίας τινὰς νεανίσκων, καὶ δείσας τὰ μὲν βρώματα ὄπισθεν ἀπεθέμην, αὐτὸς δὲ εἰς τοὔδαφος ἐκείμην κρύπτων τὰ κλέμματα εὐχόμενός τε τοῖς Ἀπο- τροπαίοις τὸ νέφος παρελθεῖν, χόνδρους ὑποσχόμενος λιβανωτοῦ ἱκανούς, οὓς οἴκοι ἀναλεξάμενος τῶν ἱερῶν ἔχω εὖ μάλα εὐρωτιῶντας. καὶ οὐκ ἠστόχησα· οἱ θεοὶ γὰρ αὐτοὺς ἄλλην ὁδὸν ἔτρεψαν. κἀγὼ σπουδῇ κατα- βροχθίσας πάνθ᾿ ὅσα ἐνέκειτο τοῖς σκεύεσι, φίλῳ παν- δοκεῖ τὴν χύτραν καὶ τὸ λοπάδιον, τὰ λείψανα τῶν κλεμμάτων, χάρισμα δοὺς ἔχειν ἀπεχώρησα, ἐπιεικής τις καὶ δεξιὸς ἐκ τῶν δωρημάτων ἀναφανείς.

[*](x (Harl. Ven.) Neap.ª x1 (Γ Vat. 1))[*](1 κεκαρυκευμένην] κεκρασμένην Neap.ª | καὶ χύτραν x1, χύτραν τε cet. | 2 Μεγαρικὰς Piersoo., μεγειρικὰς Neap.ª, μαγειρικὰς cet., Φαληρικὰς Bergl. | 3 ποῖ] πῆ x | καὶ] ἵν᾿ Pol. | εὐκαίρως] εὐκέρως Ven., εὐχερῶς Mein. | ἐμφάγοιμι Reisk., ἂν φάγοιμι O (post μό- νος hab. x1) | 4 τόπου] . . που Neap,ª | 5 ἠνώχλει] ἠνόχλει x1 | 6 ἀδολέσχων] ἀδολεσχῶν Cob. | 7 ἀπέλαυον] ἀπέλαβον Ven., ἀπή- λαυον Vat. 1 | 8 τηλίας] τιλίας x1, Τηλίας Seil. (ed.) | τινὰς Neap.ª, τινὰ cet. | 9 ὄπισθεν] ὄπιθεν x1 | 10 εὐχόμενός τε] om. τε x, καὶ ηὐχόμην Bergl. (ed.) | post Ἀποτροπαίοις add. θεοῖς Cob., sed cf. II 33, 1 | 11 τὸ νέφος παρελθεῖν (ἀπελθεῖν sed a prima man. corr. Hart.)] ord. inv. x1 | χόνδρους—λιβανωτοῦ] ὑποσχόμενος λιβανωτοῦ χόνδρους x1 | 12 ἱκανούς] om. x Neap.ª | ἀναλεξάμενος x1, ἀναδεξάμενος Harl., ἀναδεξαμένους cet. | 15 φίλῳ πανδοκεῖ] φίλῳ πανδοχεῖ Hart., Φιλοπανδοχεῖ Ven. | 16 χύτραν καὶ τὸ λοπά- διον] λοπάδα καὶ τὸ χυτρίδιον x1 | τὰ λείψανα] om. Neap.ª | 17 χάρισμα] χάριν x | ἔχειν] om. x1 | 18 δεξιὸς] μέτριος x1, ἀστεῖος Pol. | δωρημάτων] φωραμάτων vel ἀδικηάτων Mein. )
79

Τί δακρύω, ἴσως ἐρήσῃ με, ἢ πόθεν κατέαγα τὸ κρανίον, ἢ πῶς τὸ ἀνθηρὸν τοῦτο εἰς μέρη κατερρωγὸς μάτιον φορῶ; ἐνίκησα κυβεύων, ὡς μήποτ᾿ ὤφελον. τί γὰρ ἔδει με ἀσθενέστερον ὄντα ῥωμαλέοις συνεξε- τάζεσθαι νεανίαις; ἐπεὶ γὰρ εἰς ἐμαυτὸν ὅλας τὰς ἐκ- θέσεις συνελεξάμην, ἀπορία δὲ ἦν αὐτοῖς παντελὴς ἀργυρίου, ἐπ᾿ ἐμὲ πάντες ὥρμησαν. καὶ οἱ μὲν πύξ ἔπαιον, ἄλλοι δὲ λίθοις ἐχρῶντο, οἱ δὲ διέσχιζον τὸ ἱμάτιον. ἐγὼ δ᾿ ἀπρὶξ τῶν κερμάτων εἰχόμην, ἀπο- θανεῖν πρότερον ἢ προέσθαι τι ἐκείνοις τῶν μοι πεπορισμένων αἱρούμενος· καὶ δὴ μέχρι γέ τινος ἀντ- έστην γεννικῶς καὶ τὰς φορὰς τῶν πληγῶν ὑπομένων καὶ τὰς ἐκστροφὰς τῶν δακτύλων ἀνεχόμενος, καὶ ἤμην οἷά τις Σπαρτιάτης ἀνὴρ ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας τυπτόμενος. ἀλλ᾿ οὐκ ἦν Λακεδαίμων ἐν ᾗ ταῦτα ὑπέμενον, ἀλλ᾿ Ἀθῆναι καὶ τῶν Ἀθήνησι κυβευτῶν οἱ [*](x (Harl. Ven.) Neap.ª x1 (Γ Vat. 1)) [*](1 Πατελλοχάροντι] Πατελλοχάρωνι Herch., sed cf. III 10 inscr. | 2 δακρύω] δακρύεις x1 | κατέαγα] κατέαγε Γ | 3 ante εἰς add. καὶ x | 7 συνελεξάμην] συνεζευξάμην x | παντελὴς] παν- τελῶς Bergl. (ed.) | 9 λίθοις ἐχρῶντο] λὰξ ἐνήλλοντο Bergl. | 10 τῶν κερμάτων εἰχόμην] ord. inv. x1 | 11 ἐκείνοις τῶν Bergl. (ed.), ord. inv. Ven. x1, τῶν ἐκείνων cet., del. ἐκείνοις Mein. | μοι] ἐμοὶ Bergl. | 12 πεπορισμένων] πορισμένων Harl., περι- σμένων Ven. | 13 γεννικῶς] γενναίως x1 | 14 ἤμην] ἦν Herch. (ed.), ἥμην Metr. | 15 ἀνὴρ] ἄνηβος Metr. | Ὀρθίας Bergl., Πυθίας Ο, Πειθοῦς Metr. | 16 οὐκ—ᾗ Bergl., οὐκ ἐν Λακεδαίμονι ἐμὴ Ο (οὔκαι [sic] Ven. τῇ ἐμῇ x1), del. ἐν ᾖ et ὑπέμενον Boissevain | 17 ἀλλ᾿ — ἐξωλέστατοι] Ἀθήνησι (Ἀθή- νης οι [sic] Ven.) δέ· Ἀθηνᾶ γὰρ καὶ τῶν ἐνταῦθα κυβευτῶν (κυβευτὰρν [sic] Ven.) οἱ ἐξωλέστατοι x, om. haec omnia Neap.ª)

80
ἐξωλέστατοι. τέλος δ᾿ οὖν λιποθυμήσας ἀφῆκα τοῖς ἐναγέσι λαμβάνειν. οἱ δὲ καὶ τὸ προκόλπιον διηρεύ- νησαν, καὶ τὰ ἐν τούτῳ ἐγκείμενα φέροντες ᾤχοντο, τοῦτ᾿ ἐμοῦ λῶον ἡγησαμένου τὸ ζῆν δίχα χρημάτων ἢ μετὰ χρημάτων τεθνάναι.

Ὀλίγα ἢ οὐδὲν διαφέρουσι ἰδιωτῶν οἱ σεμνοὶ καὶ τὸ καλὸν καὶ τὴν ἀρετὴν ἐξυμνοῦντες· τούτους λέγω τοὺς ἐργολαβοῦντας τὰ μειράκια. οἷον γὰρ οἷον ἔλαθέ σε συμπόσιον Σκαμ〈β〉ωνίδου γενέσια τῆς θυγα- τρὸς ἑορτάζοντος. καλέσας γὰρ ἔναγχος οὐκ ὀλίγους τῶν προὔχειν δοκούντων Ἀθήνησι πλούτῳ καὶ γένει, ᾠήθη δεῖν καὶ τοῖς φιλοσοφοῦσι κοσμῆσαι τὴν εὐωχίαν. παρῆν οὖν ἐν πρώτοις Ἐτεοκλῆς ὁ στωικὸς οὗτος, ὁ πρεσβύτης, ὁ κουρ[ε]ιῶν τὸ γένειον, ὁ ῥυπαρός, ὁ τὴν κεφαλὴν αὐχμηρός, ὁ ῥυσ[σ]ότερον τῶν βαλαντίων ἔχων τὸ πρόσωπον. παρῆν δὲ καὶ Θεμισταγόρας ὁ ἐκ τοῦ [*](x (HarI. Ven.) Neap.ª x1 (Γ Vat. 1)) [*](1 δ᾿ οὖν Seil. (ed.), οὖν x1, γοῦν cet. | λιποθυμήσας Cob., λυποθυμήσας Neap.ª, λειποθυμήσας cet. | 2 ἐναγέσι] ἐνακίσι Vat. 1 | προκόλπιον] in Γ inter ι et ον rasura | 4 τοῦτ ἐμοῦ] τούτου ἐμοῦ Harl., τοῦ΄του (sic) Ven., τοῦτό μου Mein., σπουδῇ, ἐμοῦ Pol. | λῷον Seil., λώιον Ο (λόγον Ven.) | τὸ] fort. delendum | δίχα] ἄνευ x1) [*](6 In x errore est inscr. ep. sq. | 8 καὶ (ante τὸ)] om. Neap.ª | 10 〈β〉 add. Bergl., Σκαμανίδου x Neap.ª | τῆς] om. x1 | 13 φιλοσοφοῦσι] φιλοσόφοις Neap.ª | 14 πρώτοις] τού- τοις x1 | Ἐτεοκλῆς] Εὐοκλῆς x1 | 15 ὁ—γένειον] om. x Neap.ª, [ε] del. J. G. Schneid. | 16 post αὐχμηρός add. ὁ γεγηρα- κὼς x1 | [σ] del. Mein. (ed.), ῥυσσώτερον Neap.ª | βαλαντίων] βαντίων Neap.ª | 17 πρόσωπον Neap.ª, μέτωπον cet. | δὲ] om. x Neap.ª | ὁ ἐκ τοῦ περιπάτου] om. Neap.ª)

81
περιπάτου, ἀνὴρ οὐκ ἄχαρις ὀφθῆναι, οὔλῃ τῇ γένυϊ λαμπρυνόμενος. ἦν δὲ καὶ ὁ Ἐπικούρειος Ζηνοκράτης, οὐκ ἀτημέλητος τούς κικίννους καὶ ἐπὶ βαθεῖ τῷ πώ- γωνι σεμνυνόμενος, ὅ τε ἀοίδιμος — τοῦτο γὰρ πρὸς ἁπάντων ἐκέκλητο — Ἀρχίβιος ὁ Πυθαγορικός, ὦχρον ἐπὶ τοῦ προσώπου πολὺν ἐπιβεβλημένος, πλοκάμους ἀπʼ ἄκρας τῆς κεφαλῆς ἄχρι στέρνων αὐτῶν ἀπαιωρῶν, ὀξὺ καὶ ἐπίμηκες τὸ γένειον καθεικώς, τὴν ῥῖνα ἐπι- παμπής, τὸ στόμα ἐπιχειλής, αὐτῷ τῷ πεπιέσθαι καὶ λίαν μεμυκέναι τὴν ἐχεμυθίαν ὑποσημαίνων. ἐξαίφνης δὲ καὶ Παγκράτης ὁ κύων ῥύμῃ τοὺς πολλοὺς παρω- σάμενος εἰσήρρησε, στελέχῳ πρινίνῳ ἐπερειδόμενος, ἦν γὰρ ἀντὶ τοῦ πυκνώματος τῶν ὄζων χαλκοῖς τισιν ἥλοις ἐμπεπαρμένην ἔχων βακτηρίαν, καὶ τὴν πήραν διάκενον καὶ πρὸς τὰ λείψανα ἐντόνως ἠρτημένην. οἱ μὲν οὖν ἄλλοι ἀπʼ ἀρχῆς εἰς τέλος παραπλησίαν τινὰ καὶ τὴν αὐτὴν εἶχον τῆς ἑστιάσεως ἀκολουθίαν, [*](x (Harl. Ven.) Neap.a x1 (Γ Vat. 1)) [*](2 ἦν] παρῆν Seil. | 3 οὐκ—καὶ] om. x Neap.a, κικίννους Bergl., κίκωνας Γ, κίνωνας Vat. 1. Pro ἐπὶ (ita Hemst.) hab. ὑπὸ x Neap.a, αὐτὸς ὑπὸ x1. Fort. igitur ἀνὴρ—ὀφθῆναι, οὐκ ἀτημέλητος τοὺς κικίννους 〈καὶ〉 οὔλῃ—λαμπρυνόμενος. ἦν δὲ—Ζηνοκράτης, καὶ αὐτὸς—σεμνυνόμενος | 4 ὅ τε] καὶ ὅ τε x Neap.a | 5 ἐκέκλητο] ἐκαλεῖτο x1 | Πυθαγορικός] Πυθαγόρειος cl. § 7 Cob. | 7 ἄκρας] om. x1 | ἄχρι] μέχρι x1 | ἀπαιωρῶν] ἀπ om. x1 | 8 ἐπίμηκες] μακρὸν x Neap.a | τὸ γένειον post καθεικὼς hab. x Neap.a | ῥῖνα x, ῥίνα cet. | 9 αὐτῷ τῷ eb ὑποση- μαίναων x1, ὡς ἀπὸ τοῦ et ὑποσημαίνειν cet. | πεπιέσθαι Hemst., πεπεῖσθαι Ο, κεκλεῖσθαι Bergl., πεπρῖσθαι Mein. | 12 εἰσήρ- ρησε] εἰσήρησε x1, εἰσέφρησε Herm. | στελέχῳ cl. Poli. X 166 Mein., στελεῷ Ο, στελέχει Bergl. Cfrt Luc. V. H. I 8 Pol. | 14 ἔχων Neap.a, φέρων cet., εἶχε γὰρ (pro ἦν γὰρ ἔχων) Cob. | βακτηρίαν] βακτηρίαις Ven. | 16 ante διάκενον add. δὲ x Neap.a | ἐντόνως x, εὐτόνως Neap.a, εὐζόνως Γ, εὐζώνως Vat. 1 εὐχώρως Machl., εὖ τόνοις Mein. | ἠρτημένην] ἠρτυμένην Jacobs.)
82
οἱ φιλόσοφοι δέ, προϊόντος τοῦ συμποσίου καὶ τῆς φιλοτησίας συνεχῶς περισοβουμένης, ἄλλος ἄλλην τε- ρατείαν ἐπεδείξαντο. Ἐτεοκλῆς μὲν γὰρ ὁ στωϊκὸς ὑπὸ γήρως καὶ πλησμονῆς ἐκτάδην κείμενος ἔ〈ρ〉 ρεγχεν· ὁ Πυθαγόρειος δὲ τὴν σιωπὴν λύσας τῶν χρυσῶν ἐπῶν τινα κατὰ μουσικὴν ἁρμονίαν ἐτερέτιζεν. ὁ βέλτιστος δὲ Θεμισταγόρας, ἅτε τὴν εὐδαιμονίαν κατὰ τὸν τοῦ περιπάτου λόγον οὐ ψυχῇ καὶ σώματι μόνον ἀλλά καὶ τοῖς ἐκτὸς ὁριζόμενος, ἀπῄτει πλείονα πέμματα καὶ ποικιλίαν τῶν ὄψων δαψιλῆ. Ζηνοκράτης δὲ ὁ Ἐπι- κούρειος τὴν ψάλτριαν ὡς αὐτὸν ἐνηγκαλίζετο τακερὸν καὶ ὑγρὸν προσβλέπων ὑπομεμυκόσι τοῖς ὄμμασι, λέγων τοῦτο εἶναι τὸ τῆς σαρκὸς ἀόχλητον καὶ τὴν καταπύκ- νωσιν τοῦ ἡδομένου. ὁ κύων δὲ πρῶτα μὲν οὔρει κατὰ τὴν κυνικὴν ἀδιαφορίαν εἰς σύρμα χαλάσας καὶ καθεὶς τὸ τριβώνιον, ἔπειτα καὶ Δωρίδα τὴν μουσουρ- γὸν οἷος ἦν ἐν ὀφθαλμοῖς ἁπάντων [ὁρώντων] ἐνεργεῖν, φάσκων ἀρχὴν γενέσεως εἶναι τὴν φύσιν· ὥστε ἡμῶν [*](x (Hart. Ven.) Neap.a x1 (Γ Vat. 1)) [*](2 περισοβουμένης] περισοβούσης Herch. (ed.), sed cf. III 39, 2 | τερατείαν] παραιτίαν Neap.a, τερθρείαν Bergl. | 3 Ἐτεο- κλῆς] νεοκλῆς Neap.a, εὐοκλῆς x1 | μὲν] om. x1 | 4 〈ρ〉  add. Seil. | 6 Πυθαγόρειος] Πυθαγορικὸς cl. § 4 Mein. | τῶν— τινα κατὰ Machl., τῶν—κατά τινα Ο, τῶν—κατὰ τέττιγα Fried., τῶν τι—κατά τινα Herch. (ed.) | 10 ποικιλίαν] ποι- κίλων Neap.a | δαψιλῆ] δαψιλῶς Neap.a | 11 ὡς αὑτὸν Γ, ὡς αὐτὸν cet., ἄσωτον vel ἀσώτως Arnald., ὡσαύτως Gloss. Eichst., Ερώτοπμ Reisk., ὡς αὑτὸν 〈ἕλκων〉  Mein., νεα- νίσκην Maehl., om. Herch. (ed.) | ἐνηγκαλίζετο] ἐγκεκαλίζετο Neap.a | 13 τοῦτο] τοῦτι Ven., τουτὶ Mein. | 13 καὶ—ἡδο- μένου] om. Neap.a | 14 μὲν] om. x1 | οὔρει] ἐούρει Lehmanm., sed cf. III 4,4 | 15 καὶ] δὲ καὶ Harl. | 17 [ὁρώντων] del. Cob. | 18 ἀρχὴν] ἀρχὴν καὶ Ven. | ὥστε] ὡς Neap.a | 19 ἔτι Reisk., ἐστι Ο, ἦν vel [ἐστι] Mein., ἔτι ἦν Cob.)
83
τῶν παρασίτων οὐδεὶς ἔτι λόγος· τὸ γὰρ θέαμα καὶ τὴν θυμηδίαν παρεῖχεν οὐδεὶς τῶν εἰς τοῦτο κεκλη- [ρω]μένων, καίτοι γε καὶ Φοιβυάδης ὁ κιθαρῳδὸς καὶ μῖμοι γελοίων οἱ περὶ Σαννυρίωνα καὶ Φιλιστί[α]δην οὐκ ἀπελείποντο. ἀλλά πάντα φροῦδα καὶ οὐκ ἀξιό- χρεα, εὐδοκίμει δὲ μόνος ὁ τῶν σοφιστῶν λῆρος.

Ἐπαίρεις σαυτὸν οὐδὲν δέον καὶ τύφου πλήρης εἶ καὶ βαδίζεις ἴσα [μὴ δεῖ], τοῦτο δὴ τὸ τοῦ λόγου, Πυθοκλεῖ, καὶ ἀρίστων ἀποφέρῃ μερίδας, τὰς σπυρίδας καθ᾿ ἡμέραν ἐξογκῶν σύ μεγέθει λειψάνων. οὐκοῦν καθάπερ πρῴην Ἀρητάδης ὁ γρραμματικὸς ἐποίει, Ὁμήρου ὡς ἔφασκεν ἐπιλέγων στιχίδιον εὐμηχάνως αὐτῷ πρὸς [*](x (Harl. Ven.) Neap.ª (hic usque ad III 20) x1 (Γ Vat. 1 [hic subsistens ad III 20])) [*](2 [ρω] del. Bergl., πεπληρωμένων Mein. | 3 γε καὶ] γε x1 | Φοιβάδης] Φοιβιάδης x1 | 4 Σαννυρίωνα] Σαννουρίωνα Vat. 1, Σουσαρίωνα Mein. | [α] del. Bergh., Φιλιστίωνα Bergl. | 5 ἀπελείποντο] κατελείποντο Neap.ª | ἀξιόχρεα Neap.ª, ἀξιόθεα cet. | 6 εὐδοκίμει] μει om. Ven, εὐδόκιμος Mein., ηὐδοκίμει Herch. (ed.) | σοφιστῶν x1, σοφῶν cet. Illud Alc. semper de philosophis) [*](7 Θαμβοφάγος Γ (in x est inscr. ep. praec.), θυμβροφάγος Bergl., Ιαμβοφάγος Mein., Θαμβοφάγρος Herch. (ed.) | 〈λ〉 add. Bergl. | 8 οὐδὲν] οὐδὲ Ven. | καὶ—εἶ] ante τοῦτο hab. Γ, del. Hemst. | 9 ἴσα [μὴ δεῖ] Ruhnk., εἰς ἃ (ἂ Ven.) μὴ (οὐ Γ) δεῖ Ο, ἴσα δὴ Bergl. | 10 Πυθοκλεῖ Γ man. sec, Πυ- θομ καὶ (sic) Γ man. pr., Πυθόκλεια x | καὶ—μερίδας] καὶ ἀποφέρῃ μερίδας τῶν ἀρίστων Γ | 11 οὐκοῦν] hic collocavit Po1., in Ο est post μερίδας (ubi plene interp.), non inter- puncto post λειψάνων (ubi sign. interr. Mein. ed.) | 12 Ἀρητά- δης Mein. (ed), Ἀρπτάδης Harl., Ἁρπτάδης Ven., Ἁρπάδης Γ | 13 στιχίδιον] στίχον x)

84
τὰς ρππγὰς sῶν βDmῳάτmν ἔρφφέυνν mi φ aγέέὼμεν | mιέμεν τε, ἄπατπ δὲ mί sa φφsύm . mmωυsο, κατά- ) βαλὲ τὴν ἀλαζονeiπν, sρνiύθλιε, ξ ἀνῶrπg σε |τῆς οἶ- | πίπς] γυῳνθν θύρπζε ἄν φαmρεd χρόννυ |ἐxὅληθέντα] | ἐcmeεfsλ.