Epistulae

Alciphron

Alciphron. Alciphronis Rhetoris Epistularum Libri IV. Schepers, M.A., editor. Leipzig: Teubner, 1905.

Ἀποπειρώμενος τῶν σκυλακίων εἰ λοιπὸν ἐπιτή- δεια εἰς δρόμον, λαγωὸν ἔν τινι θάμνῳ διπστροβήσας ἐξαίφνης ἀνέστησα, τὰ δὲ σκυλάκια οὑμοὶ υἱεῖς ἐκ τῶν ἱμαντίων ἀπέλυσαν. καὶ τὰ μὲν ἐθορύβει καὶ ἐγγὺς ἦν ἑλεῖν τὸ θηρίον, ὁ λαγωὸς δέ, . . . τοῦ κιν- δύνου φυγῇ ὑπερβὰς τὸ σιμὸν, φωλεοῦ τινος κατάδυσιν εὕρετο. μία δὲ ἡ προθυμοτέρα τῶν κυνῶν ἤδη περι- κεχηνυῖα καὶ ψαῦσαι προσδοκῶσα τῷ δήγματι συγκατ- ῆλθεν εἰς τὴν ὀπὴν τῆς γῆς, 〈καὶ〉 ἐντεῦθεν ἀνελ- κύσαι βιαζομένη τὸ λαγῴδιον, [καὶ] θραύει τοῖν B [*](3 εἰς Herch. (ed.), κατὰ B | λαγωὸν Bergl.(ed.), λαγῳὸν B, λαγὼ Herch. (ed.,) at cf. sqq. | διαστροβήσας] διασοβήσας Herch. (ed.) | 4 οὑμοὶ Mein. (ed.), οἱ μοὶ B, οἱ ἐμοὶ Wagn. | 5 ἱμαν- τίων] ἱμάντων Nab. | ἀπέλυσαν] ἐπέλυσαν Herch. (ed.) | ἐθο- ρύβει] ἔθει ῥύμῃ Cob., at cfrt Xen. cyn. III 7, X 9 Pol. | 6 λαγωὸς] λαγὼς Herch. (ed.). Vid. supra | Lac. sign. posuit Pol. supplens 〈 ἐνστάντος〉 | 8 εὕρετο] ηὗρε Cob., ηὕρετο Herch. (ed.) | προθυμοτέρα] προθυμοτάτη Herch. (ed.) | 1011 〈καὶ〉—[καὶ] scripsi, καταθραύει Bergl.)

26
προσθίοιν ποδοῖν τὸν ἕτερον. καὶ ἀνειλόμην χωλεύ- ουσαν σκύλακα ἀγαθὴν καὶ τὸ ζῷον ἡμίβρωτον, καὶ γέγονέ μοι κέρδους ἐφιεμένῳ λυπροῦ ζημίαν μεγάλην ἀπενέγκασθαι.

Ἐπιτριβείη καὶ κακὸς κακῶς ἀπόλοιτο ὁ μιαρὸς ἀλεκτρυών, ὅς με ἡδὺν ὄνειρον θεώμενον ἀναβοήσας ἐξήγειρεν. ἐδόκουν γάρ, ὦ φίλτατε γειτόνων, λαμπρός τις εἶναι καὶ βαθύπλουτος, εἶτα οἰκετῶν ἐφέπεσθαί μοι στῖφος, οὓς οἰκονόμους καὶ διοικητὰς ἐνόμιζον ἔχειν. ἐῴκειν δὲ καὶ τὼ χεῖρε δακτυλίων πεπληρῶσθαι καὶ πολυταλάντους λίθους περιφέρειν· καὶ ἦσαν οἱ δάκτυ- λοί μου μαλακοὶ καὶ ἥκιστα τῆς δικέλλης ἐμέμνηντο. ἐφαίνοντο δὲ καὶ οἱ κόλακες ἐγγύθεν, Γρυλλίωνα εἴ- ποις ἂν καὶ Παταικίωνα παρεστάναι. ¦ἐν τούτῳ δὴ καὶ ὁ Ἀθηναίων δῆμος εἰς τὸ θέατρον παρελθόντες ἐβόων προχειρίσασθαί με στρατηγόν. μεσούσης δὲ της χειροτονίας ὁ παμπόνηρος ἀλεκτρυὼν ἀνεβόησε [*](B x (Harl. Ven.) x1 (Γ Vat. 1) et [inde a ΙΙ 2, 2] x² (Vat. 2 Flor. ΠΔ)) [*](6 καὶ— ἀπόλοιτο] del. Herch., del. κακὸς Mein. | ὁ μια- ρὸς ἀλεκτρυών B, ὁ κάκιστος ἀλεκτρυὼν καὶ μιαρώτατος cet. | 9 βαθύπλουτος] βαθύτατος B | ἐφέπεσθαι] ἕπεσθαι x | 10 μοι] in B erasum | στῖφος B, στίφος cet. | οἰκονόμους] οἰκετῶν νό- μους B | 11 ἐῴκειν] ἐδόκουν vel ᾤμην Herch. | δὲ] om. B | 12 περιφέρειν] περιφέρει Flor. | 14 καὶ] om. x2 | εἴποις Bergl. (ed.), εἴπαις Flor. Vat. 2, εἶπες B, εἶπας ΠΔ, εἶπες cet. | 15 Παταικίωνα] Πατακίωνα Γ, Παταίκινα Vat. 1. | δὴ Γ, δὲ x Vat. 1, om. cet. | 16 Ἀθηναίων δῆμος scripsi, δῆμος Ἀθηναίων Ο, δῆμος 〈ὁ〉 Ἀθηναίων Cob. | παρελθόντες] προσελθόντες xx1, ροελθόντες Flor. Δ | 18 ἀνεβόησε] ἐβόησε x1. Vid. § 1)

27
καὶ τὸ φάσμα ἠφανίσθη. ὅμως〈δ᾿〉 ἀνεγρόμενος περι- χαρὴς ἦν ἐγώ, ἐνθύμιον δὲ ποιησάμενος τοὺς φυλλο- χόους ἑστάναι μῆνας ἔγνων εἶναι τὰ ἐνύπνια ψευδῆ.

Ἀπέκειρεν ἡμῶν ἡ χάλαζα βαρέως ἐμπεσοῦσα τὰ λήια, καὶ λιμοῦ φάρμακον οὐδέν. ὠνεῖσθαι δὲ ἡμῖν ἐπακτοὺς πυροὺς οὐχ οἷόν τε διὰ σπάνιν κερμάτων. ἔστι δέ σοι, ὡς ἀκούω, τῆς πέρυσιν εὐετηρίας λείψανα. δάνεισον οὖν μοι μεδίμνους εἴκοσιν, ὡς ἂν ἔχοιμι σώζεσθαι αὐτὸς καὶ ἡ γυνὴ καὶ τὰ παιδία. καρπῶν δὲ εὐφορίας γενομένης ἐκτίσομεν ‘αὐτῷ τῷ μέτρῳ, καὶ λώϊον’ ἐάν τις ἀφθονία γένηται. μὴ δὴ περιίδῃς ἀγα- θοὺς γείτονας εἰς στενὸν τοῦ καιροῦ φθειρομένους.

- Οὐδέν με τῆς γῆς ἀμειβομένης τῶν πόνων ἀντάξιον, ἔγνων ἐμαυτὸν ἐπιδοῦναι θαλάττῃ καὶ κύμασι. ζῆν [*](B x (HarI. Ven.) x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ) 1 〈δ᾿〉 add. Cob. | ἀνεγρόμενος B Vat. 2, ἀνεγρ .. μενος Flor., ἀνεγειρόμενος x, ἀναγρόμενος cet. | 2 ἐγώ] del. Cob. | 3 ἑστάναι] εἶναι B x² | εἶναι] ὄντα Cob. | ψευδὴ B x2, ψευ- δέστατα cet. Vid. § 1) [*](4 Φιλομόσχῳ] Βελομόσχῳ Γ | 5 χάλαζα] θάλασσα x | 6 δὲ] om B x² | 7 ἐπακτοὺς] ἐπακτὰς Ven. | 8 πέρυσιν x, περίσυν cet. | 9 ἔχοιμι] ἔχοιμεν Vat. 1, ἔχωμεν Mein. (ed.), ἔχω Herch. | 11 ἐκτίσομεν] ἐκτίσομαι Γ | αὐτῷ τῷ μέτρῳ Herel. (cl. Hes. O. et D. 350), αὐτό τε τὸ μέτρον x1, αὐτὸ τὸ μέτρον cet. | ἐάν — γένηται] addubitat Herw. | 13 καιροῦ] κλήρου Ber- nard. Fort. τῶν καιρῶν) [*](14 Εὐπέταλος x x1, Εὔταλος cet., Εὔθαλος Vind. | Ἐλατίωνι] Ἀλατίωνι x1, Ἀλαχίωνι Harl., Ἀναχίωνι Ven. | 15 τῶν πόνων] om. x | ἀντάξιον xx1, ἄξιον cet.)

28
μὲν γὰρ καὶ τεθνάναι μεμοίραται πᾶσιν ἡμῖν, καὶ οὐκ ἔστι τὸ χρεὼν φυγεῖν, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ. ἐνεργὸς γὰρ ἡ εἱμαρμένη καὶ τὸ πεπρωμένον ἄφυκτον· ὥστε τὸ ζῆν οὐχ ὑπὸ τούτοις ταλαντεύεται, ἀλλʼ ὑπὸ τῇ τύχῃ βραβεύεται. ἤδη γάρ τινες μὲν ἐπὶ γῆς ὠκύμοροι, ἐπὶ θαλάττης δὲ μακρό- βιοι κατεβίωσαν· ὥστε εἰδὼς ταῦθʼ οὕτως ἔχειν ἐπὶ ναυτιλίαν βαδιοῦμαι, καὶ ἀνέμοις ὁμιλήσω καὶ κύμασι. κρεῖττον γὰρ ἐπανήκειν ἐκ Βοσπόρου καὶ Προποντίδος νεόπλουτον, ἢ καθήμενον ἐπὶ ταῖς τῆς Ἀττικῆς ἐσχα τιαῖς λιμῶδες καὶ αὐχμηρὸν ἐρυγγάνειν.

Μέγα, ὦ γενναῖε, κακόν εἰσιν οἱ κατὰ τὴν πόλιν τοκογλύφοι. ἐγὼ γὰρ οὐκ οἶδα τί παθών, δέον παρὰ σὲ ἢ παρά τινα ἄλλον τῶν κατʼ ἀγρὸν γειτόνων ἐπεὶ κατέστην ἐν χρείᾳ χρημάτων, βουλόμενος ἐπὶ Κο- [*](B (usque ad II 5) x (Harl. Ven.) x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ)) [*](1 μὲν] om. x | μεμοίραται] οι in ras. B, μεμείραται Ven. | πᾶσιν] om. B x x2 | 2 χρεὼν Cob., χρέος O | αὑτὸν Flor., ἑαυ- τὸν x x1, αὐτὸν cet. (καθείρξας αὐτὸν ΠΔ). Cf. Dem. de Cor. 97 | 3 ἐνεργὸς] ἐνεργὴς Vat. 2, ἐναργὴς Arnald. | εἱμαρμένη Da- visius, ἡμέρα ἐκείνη O | 4 πεπρωμένον] πεπραγμένον Ven. | οὐχ B (χ in ras.), οὐθʼ Vat. 1, οὔθʼ cet., οὐδʼ Dorvill. | ὑπὸ] ὑπὲρ Vat. 2 | τούτοις] τούτων Ald. | 5 τῇ τύχη] τῆς τύχης x1 | βραβεύεται] βραυεύεται Flor., βιάζεται Γ | 8 ὁμιλήσω] ὁμιλήσων Nab. | 10 ἢ] om. Ven. | ἐπὶ] ἐν Cob. | ταῖς ἐσχατιαῖς] τὰς ἐσχατιὰς xx1 | 11 λιμῶδες] λιμώδη Vind.) [*](12 Πυθολάῳ] Πυθόλα Ven., Πιθολάῳ Harl. x1 Flor. | 13 γενναῖε x x1, γύναι cet. | εἰσιν] om. x² | 14 τοκογλύφοι] κοτο- γλύφοι Δ | γὰρ] δὲ xx1 | τί ὅ τι Cob., sed cf. v. c. II 35, 3 | 15 ἀγρὸν] ἀγροὺς Γ | 16 Κολωνῷ x, Κολωνίῳ cet/)

29
λωνῷ πρίασθαι χωρίον, ξεναγήσαντός μέ τινος τῶν ἀστικῶν ἐπὶ τὰς Βυρτίου θύρας ἀφικόμην. εἶτα κατα- λαμβάνω πρεσβύτην ὀφθῆναι ῥικνόν, συνεσπακότα τὰς ὀφρῦς, χαρτίδια ἀρχαῖά τινα σαπρὰ δὲ διὰ τὸν χρόνον, ὑπὸ κόρεων καὶ σητῶν ἡμίβρωτα, διὰ χειρὸς κατέχοντα. εὐθὺς μὲν οὖν μόλις με προσεῖπε, ζημίαν ἡγούμενος τὴν προσηγορίαν. εἶτα τοῦ προξένου φήσαντος ὡς δεοίμην χρημάτων, πόσων ἤρετο ταλάντων. ἐμοῦ δὲ θαυμάσαντος τὴν ὑπερβολὴν διέπτυεν εὐθέως καὶ δῆ- λος ἦν δυσχεραίνων. ὅμως 〈δ᾿〉 ἐδίδου καὶ ἀπῄτει γραμματεῖον καὶ πρὸς τῷ ἀρχαίῳ τόκον βαρύν καὶ τὴν οἰκίαν ὑποτεθειμένος ἣ ἔστι μοι. μέγα τι κακόν εἰσιν οἱ περὶ τὰς ψήφους καὶ τῶν δακτύλων τὰς κατακάμψεις ἀλινδούμενοι. μή μοι γένοιτο, ἀγροίκων ἔφοροι δαίμονες, μὴ λύκον ἔτι, μὴ δανειστὴν ἰδεῖν.

[*](x (Harl. Ven.) x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ))[*](1 ξεναγήσαντος] ἐξηγήσαντος Δ | 2 Βυρτίου Seil. (ed.), Βυρτίας x x1, Μυρτίου x² (Μαρτίου ΠΔ), Μαργίτου vel Μαρ- γίου Reisk., Μαντίου Hemst., Μαρψίου Mein., Βλεψίου Herch. | 4 χαρτίδια ἀρχαῖά τινα] χάρτην διὰ ἀρχαῖά τινα x2 (διαρχαῖά ΠΔ) | σαπρὰ δὲ] σαπρὰ Harl. x1, σαπρὼ Ven., σα- πράδαι Vat. 2 Flor, σαπρώδη Vind. | διὰ τὸν χρόνον] τῷ χρόνῳ x2 | 5 ἡμίβρωτα] ἡμίβρωτον Reisk. | κατέχοντα] ἔχοντα x2 | 6 ζημίαν] ὥσπερ ζημίαν Nab. Malim ζημίαν 〈οἶμαι〉, vel ζημίαν ἡγούμενος 〈οἶμαι〉 ut Pol. | 9 διέπτυεν] ἀπέπτυεν Hirsch. | 10 〈δ᾿〉 add. Cob., καὶ δῆλος ἦν 〈καταφρονῶν τῆς εὐτελείας τοῦ δανείσματος· τέλος δὲ καὶ〉 δυσχεραίνων ὅμως ἐδίδου Herm. (postea tamen delens ὅμως ἐδίδου) | 11 πρὸς] ἐν Vat. 2, lac. sign. Flor., ἐπὶ ΠΔ | τόκον] τόκῳ Δ, καὶ τόκον x x1 | 12 οἰκίαν Herm., οὐσίαν Ο | ὑποτεθειμένος Pierson., ὑποθήσει μηνὸς x1, ὑποθέσιν (sic) μηνὸς Ven., ὑποθέσει μηνὸς cet., ὑποθέμενος Bergl., ὑποθησόμενος Herm., βαρὺν μηνὸς καὶ τὴν οὐσίαν ὐπόθεσιν Reisk. | 13 τὰς] om. x x1 | κατα- κάμψεις] om. κατα x² | 15 δαίμονες] om. x x1 | μὴ—μὴ] μὴ— μήτε Valck., μὴ—μηδὲ Jacobs.)
30

Φεύγεις με, ὦ Φοιβιανή, φεύγεις, καὶ ταῦτα ἀρτίως ὅλον τὸν ἀγρὸν ἀπενεγκαμένη. τί γὰρ οὐ τῶν ἐμῶν λαβοῦσα ἔχεις; οὐ σῦκα; οὐ τυρὸν ἐκ ταλάρων; οὐκ ἔριφον νεογιλόν; οὐκ ἀλεκτορίδων ζεῦγος; οὐ τὰ λοιπὰ τρυφήματα πάντα ἔστι σοι ἐξ ἐμοῦ; οὕτως ὅλον με αὐτῇ . . . κατὰ τὴν παροιμίαν ἀνατρέψασα δουλεύειν κατηνάγκασας. σὺ δὲ οὐδεμίαν ὤραν ἔχεις ἐμοῦ δια- καῶς φλεγομένου· ἀλλὰ χαῖρε καὶ ἄπιθι· ἐγὼ δὲ [οἴσω] βαρέως μέν, οἴσω δὲ ὅμως τὴν ἀτιμίαν.

Ὠδίνουσά με ἀρτίως ἥκειν ὡς ἑαυτὴν ἡ τοῦ γεί- τονος μετέπεμψε γυνή· καὶ δῆτα ᾔειν ἀραμένη τὰ πρὸς τὴν τέχνην, σὺ δὲ ἐξαπίνης ἐπιστὰς ἐπειρῶ τὴν δέρην ἀνακλάσας κύσαι. οὐ παύσῃ, τρικόρωνον καὶ ταλάν- [*](B x (Harl. Ven.) x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ)) [*](1 Φοιβιανῇ] Φοιβιαίνῃ B Π, Φοιβάνῃ x | 2 Φοιβιανή Β Π, Φοιβιάνη cet. | 4 οὐκ ἔριφον νεογιλόν] om. B x² | 6 πάντα] om. x x1 | 7 αὐτῇ . . . . κατὰ Mein. (ed.), αὐτῇ κατὰ B, αὐτὴ κατὰ cet., ἄρδην κατὰ Jacobitz. Supplet 〈σκάφῃ〉 Mein., 〈δορᾷ〉 Meis. An 〈νηὶ〉? | 8 κατηνάγκασας B, ἐπηνάγκασας cet. | ὤραν mrg. Π, ὥραν cet. | post ἔχεις trium litt. ras. Γ | 9 [οἴσω] del. Cob. Cf. ΙΙ 35, 3, IV 14, 2) [*](12 ὠδίνουσά] ὠδίνουσαί Γ, ὠδινουσάν Harl., ὠδύνουσάν Ven. | ἥκειν] del. Cob. | 13 μετέπεμψε] μετεπέμψατο Vind. | ᾔειν] ἤκειν (sic) Π, ειν (sic) Flor., ἥκειν Vat. 2 Δ | 14 ἐξαπίνης] ἐξαπίνεος B, ἐξαπιναῖος x2 (ἐξαπιναίως Δ) | ἐπιστὰς x x1, ἀνα- στὰς cet. | τὴν] om. | δέρην Ald., δέρρην Vat. 1, δέρριν x, δέριν cet. | 15 τρικόρωνον x x1, τρίκορον cet. | ταλάντατον] τάλαντα τὸν Flor., ταλάντα Ven., τάλαντον ΠΔ, τάλαν Vind. )

31
τατον γερόντιον, πειρῶν τὰς ἐφʼ ἡλικίας ἀνθούσας ἡμᾶς ὥς τις ἄρτι γενειάζειν ἀρχόμενος; οὐχὶ τῶν κατʼ ἀγρὸν πόνων ἀφεῖσαι ἀεργὸς τὴν ἀηδίαν πορισάμενος; οὐ τοὐπτανίου καὶ τῆς ἐσχάρας ὡς ἀδύνατος ὢν ἐξέωσαι; πῶς οὖν τακερὸν βλέπεις [βλέμμα] καὶ ἀναστένεις; πέπαυσο, Κέκροψ ἄθλιε, καὶ τρέπου κατὰ σεαυτόν, ὦ πρέσβυ, μή σε λαβοῦσα κακόν τι ἐργάσωμαι.

Οὐκέτι σοι μέλει οὔτε τῆς εὐνῆς ἡμῶν οὔτε τῶν κοινῶν παιδίων οὔτε μὴν τῆς κατʼ ἀγρὸν διατριβῆς, ὅλη δὲ εἶ τοῦ ἄστεος, Πανὶ μὲν καὶ Νύμφαις ἀπεχθο- μένη, ἃς Ἐπιμηλίδας ἐκάλεις καὶ Δρυάδας καὶ Ναΐδας, [*](B x (Harl. Ven) x1 (Γ Vat. 1) et [usque ad II 8,1 ἀπεχθο- μένη] x² (Vat. 2 Flor. ΠΔ)) [*](1 ἐφʼ ἡλικίας B Vat. 2, ἐφʼ ἡλικίᾳ x1, ἀφʼ ἡλικίας cet. | ἀνθούσας] del. Herch. (ed.) | 2 γενειάζειν Νauck., νεάζειν O, χνοάζειν Nab. | ἀγρὸν] ἀροτὸν Reisk. | 3 ἀφεῖσαι Ald., ἠφει- σαι (sic) B Π Vat. 2, ηφει (sic) Flor. Δ, om. x x1 | ἀεργὸς] ἀργὸς x1 | τὴν ἀηδίαν πορισάμενος x, τὴν ἀδικίαν πορισάμενος B, τὴν ἀ . . δίαν πορισάμενος Flor., τὴν ἀϊδίων πορισάμενος Vat. 2, idem sed τῶν ΠΔ, om. x1 (ubi post πόνων [e conj. ut videtur] ἀργὸς εἶς), τῶν ἰδίων προϊστάμενος Vind., τοῖς ἀέρ- γοις τῶν βοϊδίων παρισούμενος Reisk., τῶν ἰδίων πορισάμενος Lennep., τῶν ᾁδοῦ πυλῶν παριστάμενος Gloss. Eichst., τοῖς συνεργοῖς τινʼ ἀηδίαν πορισάμενος Pol. | 4 ἐξέωσαι] ἐξέω . . . Vat. 2 | 5 [βλέμμα] del. Bergl. | ἀναστένεις Bergl., ἀναπνέεις O, . . . . . . . ἀναπνέεις Mein. (ed.) deinde tamen haec delens, βαρὺ ἀναπνεῖς Seil., πνεῦμα ἐρωτικὸν ἀναπνεῖς vel μύρου πνεῖς Herm., ἔρωτα ἀναπνεῖς Herch. | 6 Κέκροψ] κέρκοψ Β x². Cf. § 1 et sq. ὦ πρέσβυ, quod del. Herch. (ed.) | 7 μή—ἐργάσω- μαι] om. Β x²) [*](8- Χρονίῳ] Κρονίῳ Reisk., Χιονίῳ Κayserus | 10 παι- δίων] παίδων Vat. 1 Δ | μὴν] μὲν Vat. 1 | 11 ὅλη] ὅλος Ven. | ἄστεος] ἄστεως Herch. (ed.) | ἀπεχθομένη Β x2, ἀπεχθανομένη cet. | 12 Ναΐδας] om. Β)

32
καινοὺς δὲ ἡμῖν ἐπεισάγουσα θεοὺς πρὸς πολλοῖς τοῖς προϋπάρχουσι. ποῦ γὰρ ἐγὼ κατʼ ἀγρὸν ἱδρύσω Κω- λιάδας ἢ Γενετυλλίδας; οἶδʼ ἀκούσας ἄλλα τινὰ δαι- μόνων ὀνόματα, ὧν διὰ τὸ πλῆθος ἀπώλισθέ μου τῆς μνήμης τὰ πλείονα. οὐ σωφρονεῖς ὡς ἔοικεν, γύναι, οὐδὲ ὑγιές τι διανοῇ, ἀλλὰ ἁμιλλᾷ ἐν ταῖς ἀστικαῖς ταυταισὶ ταῖς ὑπὸ τρυφῆς διαρρεούσαις, ὧν καὶ τὸ πρόσωπον ἐπίπλαστον καὶ ὁ τρόπος μοχθηρίας ὑπερ- γέμων· φύκει γὰρ καὶ ψιμυθίῳ καὶ παιδέρωτι δευσο- ποιοῦσι τὰς παρειὰς ὑπὲρ τοὺς δεινοὺς τῶν ζωγράφων. σὺ δὲ ἢν ὑγιαίνῃς, ὁποίαν σε τὸ ὕδωρ ἢ τὸ ῥύμμα τὸ πρὶν ἐκάθηρε, τοιαύτη διαμενεῖς.

Μεσημβρίας οὔσης σταθερᾶς φιλήνεμόν τινα ἐπιλεξά- μενος πίτυν καὶ πρὸς τὰς αὔρας ἐκκειμένην, ὑπὸ ταύτῃ τὸ καῦμα ἐσκέπαζον. καί μοι ψυχάζοντι μάλ᾿ ἡδέως ἐπῆλθέ τι καὶ μουσικῆς ἐπαφήσασθαι, καὶ λαβὼν τὴν [*](Β x (Harl. Ven.) x1 (Γ Vat. 1)) [*](1 πολλοῖς] πολλοὺς Ven. | 3 ἄλλα τινα] τὰ ἄλλα τῶν B, Γενετυλλίδας ἃς οἶδʼ ἀκούσας καὶ τὰ ἄλλα τῶν Jacobs. | 4 ἀπώ- λισθέ Hemst., ἀπολεῖσθαί Ο | 5 ὡς ἔοικεν] om. x x1 | 6 ἁμιλλᾷ ἐν scripsi, ἄμιλλαι ἐν Ven., ἁμιλλᾷς ἐν Harl., ἁμιλλᾶσαι ἐν B x1, del. ἐν Hemst., ἁμιλλᾷ γε Seil., ἐνάμιλλος εἶ Mein., ἅμ᾿ ἐλᾷς ἐν Metr., ἀλινδῇ ἐν Herch. (ed.), ἁμιλλᾶσθαι ἐν Beaud. | ἀστικαῖς Ruhnk., ἀττικαῖς Ο | 7 ταυταισὶ ταῖς] ταυτησὶ ταῖς Harl., ταυτησὶ τῆς Ven. | 9 καὶ παιδέρωτι] om. B | 11 ὑγιαίνῃς] ὑγιαίνοις Β | ὁποίαν] ὅπου ἂν x (ἂρ Ven.), ὁποίαν ἄρα Mein., requirens in sqq. ἐκάθαιρε | ῥύμμα] ῥύμα x1, ῥῆμα x) [*](14 Μεσημβρίας—σταθερᾶς] om. x | 15 καὶ πρὸς—ἐκκειμένην] πρὸς—ἐκείμην x, del. Mein. (ed.), καὶ— ἐκκείμενος Beaud. | 16 ἐσκέπαζον Mein., ἐσκίαζον Ο, ἐσκέδαζον Metr., ἔσχαζον vel ἠλύσκαζον Herm. | 17 τι] τις Ven., δέ τις Harl. | καὶ] om. Bergl. (ed.) | μουσικῆς Bergl., μουσικῶς Ο | ἐπαφήσασθαι] )

33
σύριγγα ἐπέτρεχον τῇ γλώττῃ, στενὸν τὸ πνεῦμα μετὰ τῶν χειλέων ἐπισύρων, καί μου ἡδύ τι καὶ νόμιον ἐξηκούετο μέλος. ἐν τούτῳ δέ, οὐκ οἶδ᾿ ὅπως, ὑπὸ τῆς ἡδυφωνίας θελγόμεναι πᾶσαί μοι πανταχόθεν αἱ αἶγες περιεχύθησαν, καὶ ἀφεῖσαι νέμεσθαι τοὺς κομά- ρους καὶ τὸ〈ν〉 ἀνθέρικον ὅλαι τοῦ μέλους ἐγίνοντο. ἐγὼ δὲ ἐν μέσαις τὸν Ἠδωνὸν ἐμιμούμην τὸν παῖδα τῆς Καλλιόπης. ταῦτά σοι οὖν εὐαγγελίζομαι, φίλον ἄνδρα συνειδέναι βουλόμενος ὅτι μοι μουσικόν ἐστιν τὸ αἰπόλιον.

Ἐγὼ μὲν ἥκοντος τοῦ καιροῦ γύρους περισκάψας καὶ ἐμβαθύνας βόθρια οἷός τε ἤμην ἐλᾴδια ἐμφυ- τεύειν καὶ ἐπάγειν αὐτοῖς ναματιαῖον ὕδωρ, ὅ μοι ἐκ τῆς πλησίον φάραγγος ἐποχετεύεται. ἐπελθὼν δὲ ὄμβρος ἐς τρεῖς ἡμέρας καὶ νύκτας ἴσας ποταμοὺς ἄνωθεν ἐκ τῆς ἀκρωρείας τῶν ὀρῶν ἐγέννησεν, οἳ ῥύμῃ κατασυ- ρόμενοι ἰλὺν ἐπεσπάσαντο καὶ τοὺς βόθρους κατέχωσαν, ὥστε εἶναι πάντα ἰσόπεδα καὶ οὐδὲ δοκεῖν ὅλως εἰρ- γασμένα. οὕτως ἠφάνισταί μοι τὰ πονήματα καὶ εἰς [*](Β x (Harl. Ven.) x1 (Γ Vat. 1)) [*](ἐφάψασθαι vel ἐπαφήσεσθαι Bergl. | 1 μετὰ] μεταξὺ Mein. | 2 χειλέων Β, χειλῶν cet. | μου Mein. (ed.), μοι Ο | 3 τούτῳ δὲ] τῷδε Ven., τούτῳ δὴ Mein. | 5 καὶ] om. x | 6 〈ν〉 add. Bergl. (ed.) | ἐγίνοντο] ἐγένοντο x (ἔγενεν Ven.) | 7 τὸν Ἠδω- νὸν Β, ταῖς ἡδοναῖς cet. | 8 σοι scripsi, σε Ο | 9 τὸ Β, ἔχειν τὸ x Vat. 1, ἔχειν Γ, ἐκεῖνο τὸ Mein.) [*](11 Καλλικράτης] Καλλίκρατος Β | 13 βόθρια] βόθρον Harl. x1 | τε] del. Cob. | ἤμην] ἦν Cob. | 14 ναματιαῖον Bergl., ναματίδιον Β, ναμάτιον cet. | 16 ἴσας] τὰς ἴσας Herch. (ed.) | 17 οἳ] ἡ Ven., ἢ Harl. | 20 μοι] om. Ven. x1)

34
μίαν ὄψιν ἄτοπον κατέστη. τίς ἂν οὖν ἔτι πονοίη μάτην, ἀδήλους ἐλπίδας ἐκ γεωργίας καραδοκῶν; μετι- τέον μοι ἐφʼ ἕτερον βίον. φασὶ γὰρ ἅμα ταῖς τῶν ἐπιτηδευμάτων ἀλλαγαῖς καὶ τὰς τύχας μετασχηματί- ζεσθαι.

Εἰ πατρῴζεις, ὦ παῖ, καὶ τἀμὰ φρονεῖς, χαίρειν τοὺς ἀλαζόνας ἐκείνους τοὺς ἀνυποδήτους καὶ ὠχριῶν- τας, οἳ περὶ τὴν Ἀκαδήμ〈ε〉ιαν ἀλινδοῦνται, καὶ βιω- φελὲς μὲν οὐδὲν οὔτε εἰδότας οὔτε πράττειν δυναμένους, τὰ μετέωρα δὲ πολυπραγμονεῖν ἐπιτηδεύοντας, ἐάσας ἔχου τῶν κατʼ ἀγρὸν ἔργων, ἀφʼ ὧν σοι διαπονοῦντι μεστὴ μὲν ἡ σιπύη πανσπερμίας, οἱ δὲ ἀμφορεῖς οἴνου γέμοντες, πλέα δὲ ἀγαθῶν τὰ σύμπαντα.

Ὁ τρύγητος ἐγγὺς καὶ ἀρρίχων ἔστι μοι χρεία. δάνεισον οὖν μοι τούτων τοὺς περιττούς, ὅσον οὐκ [*](B x (Harl. Ven.) x1 (Γ Vat. 1)) [*](1 ἂν] om. x x1 | distinxi cum Cob., πονοίη, μάτην vulgo | 2 ἐκ γεωργίας] del. Nauck., verba μάτην—καραδοκῶν poetae cuidam tribuens | 3 μοι] om. x | 4 ἀλλαγαῖς] ἀλλαγεῖν x | καὶ] om. x | μετασχηματίζεσθαι] om. μετα B) [*](7 πατρῴζεις] πατράζεις Vat. 1 | χαίρειν] del. Herch. (ed.) | 8 ἀνυποδήτους] ἀνυποδέτους B | 9 〈ε〉 add. Mein. | βιωφελὲς] βιωφελὴν Ven. | 10 εἰδότας x1, εἰδότες cet. | δυναμένους x1, δυνάμενοι cet. (in B est οὔτε πράττειν δυνάμενοι οὔτε εἰδότες) | 11 πολυπραγμονεῖν 3, πολυπραγμονοῦντας καὶ cet. (πολυπραγμο- νοῦντες καὶ ἐπιτηδεύοντες Harl.) | ἐάσας] om. B, ante χαίρειν coll. Meis. | 12 ἀγρὸν] ἀγροὺς x | 13 post μὲν add. ἔσται Hirsch | 14 πλέα Seil. (ed.), πλεῖα O. Cf. I 15, 4) [*](15 Τρυγοδώρῳ] Τρυγόδωνι B, Τρυγοδώρῃ Ven. | 16 τρύγη- τος scripsi, τρυγητὸς O | 17 μοι] om. Ven.)

35
εἰς μακρὰν ἀποδώσοντι. ἔχω δʼ ἐγὼ πιθάκ〈ν〉ια πλείονα. εἰ οὖν δέοιο, προθύμως λάμβανε. τὸ γὰρ κοινὰ τὰ τῶν φίλων οὐχ ἥκιστα τοῖς ἀγροῖς ἐμφιλοχωρεῖν ὀφείλει.

Εἰ γεωργεῖν ἐβούλου καὶ νοῦν ἔχειν, ὦ Θρασωνίδη, καὶ τῷ πατρὶ πείθεσθαι, ἔφερες ἄν [καὶ] τοῖς θεοῖς κιττὸν καὶ δάφνας καὶ μυρρίνας καὶ ἄνθη ὅσα σύγκαιρα, καὶ ἡμῖν τοῖς γονεῦσι πυροὺς ἐκθερίσας καὶ οἶνον ἐκ βοτρύων ἀποθλίψας καί, βδάλας τὰ αἰγίδια, τὸν γαυ- λὸν πλήρη γάλακτος· νῦν δὲ ἀγρὸν 〈μὲν〉 καὶ γεωρ- γίαν ἀπαναίνῃ, κράνους δὲ ἐπαινεῖς τριλοφίαν καὶ ἀσπίδος ἐρᾷς, ὥσπερ τις Ἀκαρνὰν ἢ Μαλιεὺς μισθο- φόρος. μή σύγε, ὦ παιδίον, ἀλλʼ ἐπάνιθι ὡς ἡμᾶς καὶ τὸν ἐν ἡσυχίᾳ βίον ἀσπάζου — καὶ γὰρ ἀσφαλὴς καὶ ἀκίνδυνος ἡ γεωργία, οὐ λόχους, οὐκ ἐνέδρας, οὐ φάλαγγας ἔχουσα — ἡμῖν τε [ὁ] γηροκόμος γενοῦ, [*](B x (Harl. Ven.) x1 (Γ Vat. 1)) [*](1 μακρὰν x Γ, μακρὸν cet. | δʼ Pol., οὖν O | ἐγὼ x, κἀγὼ cet., ἀποδώσοντι . . . . . . ἔχω οὖν ἐγὼ Mein. (ed.) supplens 〈καί τι καὶ ἀντιδώσοντι.〉 | 〈ν〉 add. Bergl. | 2 δέοιο] δέοι B, δὲ εἰς Ven., unde δεήσει vel δεήσῃ Mein. | τὸ Bergl., τὰ O | 3 ὀφείλει] ἐθέλει x1) [*](4 Φυλλὶς] Φυλλῆς Γ | 5 γεωργεῖν] γεωργεῖς Ven. | 6 [καὶ] del. Herch. (ed.), καὶ 〈αὐτὸς〉 Cob. | 7 μυρρίνας Γ, μυρίνας cet., μυρίνην Bergl. (ed.) | 8 καὶ (ante ἡμῖν)] om. B | 9 βδά- λας τὰ αἰγίδια] om. B, ubi πληρώσας pro πλήρη. Inde καὶ ἡμῖν 〈τι〉 πληρώσας Seil., καὶ ἡμῖν—ἐξεθέρισας— ἀπέθλιψας— ἐπλήρωσας Herch. (ed.), ante πυροὺς add. πόρους Pol. | γαυ- λὸν] γαλὸν B, om. Ven. | 10–11 ἀγρὸν—ἀπαναίνῃ et sq. δὲ] om. B, hab. ἀγροὺς x, ἀπαναίνει Ven. Vat. 1, 〈μὲν〉 add. Cob. | 12 Ἀκαρνὰν] Ἀκαρνᾶν B | Μαλιεὺς] Μηλιεὺς x1 | 13 ἐπά- νιθι] ἐπάνι Ven. | 16 [ὁ] del. Herch. (ed.) | γηροκόμος Bergl. (ed.), γηρωκόμος O | γενοῦ Reisk., ἐγγύς O)

36
ἀντὶ τῆς ἐν ἀμφιβόλῳ ζωῆς τὴν ὁμολογουμένην ἑλό- μενος σωτηρίαν.

Ἐπιτριβείης, ὦ Λείριον, κακὴ κακῶς, ὅτι με τῇ μέθῃ καὶ τοῖς αὐλοῖς κατακηλήσασα βραδὺν ἀπέφηνας τοῖς ἐκ τῶν ἀγρῶν ἀποπέμψασιν. οἱ μὲν γὰρ ἕωθεν προσ- εδόκων με φέροντα αὐτοῖς τὰ κεράμεια σκεύη, ὧν ἕνεκεν ἀφικόμην· ἐγὼ δὲ ὁ χρυσοῦς πάννυχος καταυ- λούμενος εἰς ἡμέραν ἐκάθευδον. ἀλλʼ ἄπιθι, ὦ τάλαινα, καὶ τοὺς ἀθλίους τουτουσὶ θέλγε τοῖς γοητεύμασιν. ἐμοὶ γὰρ εἰ ἔτι ἐνοχλοίης, κακόν τι παμμέγεθες προσ- λαβοῦσα ἀπελεύσῃ.

Τοὐμοῦ παιδίου γενέσια ἑορτάζων ἥκειν σε ἐπὶ τὴν πανδαισίαν, ὦ Πιθακ〈ν〉ίων, παρακαλῶ, ἥκειν δὲ οὐ μόνον ἀλλʼ ἐπαγόμενον τὴν γυναῖκα καὶ τὰ παιδία καὶ [*](B x (Harl. Ven.) x1 (Γ Vat. 1)) [*](3 Λειρίῳ Reisk., Ληρίωνι B Harl., Ληρίῳ cet., Λειριόνῃ Thes. Steph. s. v. λήριον, Δηρινόῃ Herch. (ed.). Vid. Π 39 inscr. | 4 Λείριον Reisk., Ληρίων B Harl., Λήριον cet. Vid. inscr. | 5 κατακηλήσασα x1, κατακοιμήσασα cet., κατακοιμίσασα Cob., sed cf. § 2 | 6 ἀποπέμψασιν] ἀποπέμψεως Vat. 1 | οἱ μὲν γὰρ] om. x | 7 με] ante προσεδόκων hab. B | κεράμεια] κεραμεᾶ Herch. (ed.) | σκεύη] del. Bergl. | 8 δὲ] γὰρ B | 10 ἀθλίους] ἀστικοὺς Bergl., at cf. III 8, 1 | 11 εἰ ἔτι Γ, ἤν τι B, ἢν ἔτι cet. | 12 ἀπελεύσῃ] ἀπελάσῆ x, ἄπει Cob.) [*](13 〈ν〉 add. Bergl. | 14 παιδίου] παιδὸς Vat. 1 | ἑορτά- ζων] ἑώρταζον B, ἑορτάσων Mein. | 15 ὦ] ὡς x | 〈ν〉 add. Bergl. | 16 τὰ παιδία] τὸν παῖδα x)

37
τὸν σύργαστρον· εἰ βούλοιο δέ, καὶ τὴν κύνα, ἀγαθὴν οὖσαν φύλακα καὶ τῷ βάρει τῆς ὑλακῆς ἀποσοβοῦσαν τοὺς ἐπιβουλεύοντας τοῖς ποιμνίοις. ἡ δὲ τοιαύτη οὐκ ἂν ἀτιμάζοιτο δαιτυμὼν εἶναι σὺν ἡμῖν. ἑορτάσομεν δὲ μάλʼ ἡδέως, καὶ πιόμεθα εἰς μέθην καὶ μετὰ τὸν κόρον ᾀσόμεθα, καὶ ὅστις ἐπιτήδειος κορδακίζειν, εἰς μέσους παρελθὼν τὸ κοινὸν ψυχαγωγήσει. μὴ μέλλε οὖν, ὦ φίλτατε· καλὸν γὰρ ἐν ταῖς κατʼ εὐχὴν ἑορ- ταῖς ἐξ ἑωθινοῦ συντάττειν τὰ συμπόσια.

Κοινωνικὸς ὢν καὶ φιλέταιρος ὄναιο σαυτοῦ καὶ τῆς γυναικὸς καὶ τῶν παιδίων, Εὔσταχυ. ἐγὼ δὲ τὸν κλῶπα φωράσας, ἐφʼ ᾧ πάλαι ἤσχαλλον τὴν ἐχέτλην ὑφελομένῳ καὶ δύο δρεπάνας, ἔχω παρʼ ἐμαυτῷ τοὺς κωμήτας ἀναμένων ἐπικούρους. νῦν γὰρ οὐκ ἐδοκί- μαζον ἀσθενέστερος ὢν καὶ μόνος τὼ χεῖρε ἐπιβάλλειν αὐτῷ. ὁ μὲν γὰρ δριμύ βλέπει καὶ τοξοποιεῖ τὰς ὀφρῦς καὶ σφριγῶντας ἔχει τούς ὤμους καὶ ἁδρὰν τὴν ἐπι- γουνίδα φαίνει· ἐγὼ δὲ ὑπὸ τῶν πόνων καὶ τῆς δι- κέλλης κατέσκληκα, καὶ τύλους μὲν ἐν ταῖς χερσὶν [*](Β x (Harl. Ven.) x1 (Γ Vat. 1)) [*](1 τὸν] τὸ x | σύργαστρον Reisk., συνέργαστρον Ο, συνερ- γάτην Seil. (ed.) | 2 τῷ] τὸ Ven. | 3 δὲ τοιαύτη] τοιαύτη δὲ Β | 4 ἀτιμάζοιτο] ἀτιμάζοι τὸ Γ, ἀτιμάζοιτο 〈τὸ μὴ〉 Reisk. | 5 δὲ μάλʼ Γ, δὲ μάλλʼ Vat. 1, μᾶλλον Β, ἀλλʼ ἀμμʼ ἀλλʼ (sic) x, δʼ ἅμα μάλʼ Mein. | 7 τὸ κοινὸν] om. Β | 8 ἐν ταῖς] om. x κατʼ εὐχὴν Bergl. (ed.), om. x, κατʼ εὐχὰς cet.) [*](10 〈ν〉 add. Bergl. | Εὐστάχυϊ] Εὐσταχίῳ x | 12 παιδίων] παίδων x1 | 14 ἐμαυτῷ] ἐμαυτὸν Β | 16 καὶ] om. x1 | 17 αὐτῷ] om. x1)

38
ἔχω, λεπτότερον δέ μοι τὸ δέρμα λεβηρίδος. ἡ μὲν οὖν γυνὴ καὶ τὰ παιδία εἰς σοῦ βαδιοῦνται καὶ τῆς εὐωχίας μεθέξουσιν, ὁ δὲ σύργαστρος μαλακῶς ἔχει τὰ νῦν. ἐγὼ δὲ καὶ ἡ κύων τὸν μιαρὸν οἴκοι φυλάξομεν.

Οἶσθά με ἐπισάξαντα τὴν ὄνον σῦκα καὶ παλάθας 〈ἄστυδε〉 καταγαγόντα; ὡς οὖν ταῦτα ἀπεδόμην τῶν τινι γνωρίμων, ἄγει μέ τις λαβὼν εἰς τὸ θέατρον, οὗ καθίσας ἐν καλῷ διαφόροις ἐψυχαγωγούμην θεωρίαις. τὰς μὲν οὖν ἄλλας οὐ συνέχω τῇ μνήμῃ, εἰμὶ γὰρ τὰ τοιαῦτα καὶ εἰδέναι καὶ ἀπαγγέλλειν κακός· ἓν δὲ ἰδὼν ἀχανὴς ἐγώ σοι καὶ μικροῦ δεῖν ἄναυδος. εἷς γάρ τις εἰς μέσους παρελθὼν καὶ στήσας τρίποδα τρεῖς μικρὰς ἐπετίθει παροψίδας· εἶτα ὑπὸ ταύταις ἔσκεπε τρία μικρὰ καὶ λευκὰ καὶ στρογγύλα λιθίδια, οἶα [*](B x (Harl. Ven.) x1 (Γ Vat. 1)) [*](1 λεπτότερον] κενώτερον Βergl., sed ita expectes κενώ- τερος δʼ εἰμὶ λεβηρίδος | 2 εἰς σοῦ Gloss. Eichst., εἴσω O, εἰς σὲ Bergl. | 3 σύργαστρος] σύγγαστρος x1 | μαλακῶς] μάλα κακῶς Metr. | 4 οἴκοι] τὸν κει Ven., unde ἐκεῖνον Mein.) [*](5 Κρηνιάδῃ] Κρινιάδῃ x | 6 σῦκα καὶ] om. xx1 | παλάθας B, πάλαθα cet., παλάθια Mein. | 7 〈ἄστυδε〉 καταγαγόντα; ὡς οὖν—οὗ—ἐψυχαγωγούμην scripsi, καταγαγόντα; ἕως οὖν—καὶ — ἐψυχαγοαωγούμην B, καταγαγόντα οὖν ἕως οὖ—καὶ—ἐψυχα- γώγει cet. (Harl. hab. ἕως οὖν et Ven. om. οὖν), . . . . . κατα- γαγόντα οὖν, ὡς—καὶ—ἐψυχαγώγει Mein. supplens 〈ἄστυδε〉 ἐληλακέναιγ〉, mavult κἀκεῖ pro οὗ Pol. | 7—8 interpunxi ante ἄγει, vulgo ante τῶν, unde τῶν τις—μέ Hemst., τῶν μοι—μέ τις Meis., τῶν τῆδε—μέ τις Pol. | 8 λαβὼν] om. xx1 | 9 ἐν καλῷ] cf. III 28, 2 | 11 δὲ] om. B | ἰδὼν] εἰδὸς x1 | 12 καὶ] om. x | 13 τις] om. x Vat. 1 | 14 ἐπετίθει B, παρετίθει cet. | 15 τρία—λευκὰ scripsi, μικρά τινα καὶ λευκὰ x1, λευκά τινα καὶ μικρὰ cet., unde τρία λευκὰ |καὶ [μικρὰ] Hirsch., λευκὰ τρία καὶ μικρὰ Pol.)

39
ἡμεῖς ἐπὶ ταῖς ὄχθαις τῶν χειμάρρων ἀνευρίσκομεν· ταῦτά ποτε μὲν 〈ἓν〉 κατὰ μίαν ἔσκεπε παροψίδα, ποτὲ δὲ οὐκ οἶδ᾿ ὅπως ὑπὸ τῇ μιᾷ ἐδείκνυ, ποτὲ δὲ παντε- λῶς ἀπὸ τῶν παροψίδων ἠφάνιζε καὶ ἐπὶ τοῦ στόμα- τος ἔφαινεν. εἶτα καταβροχθίσας τοὺς πλησίον ἑστῶ- τας ἄγων εἰς μέσον τὴν μὲν ἐκ ῥινός τινος τὴν δὲ ἐξ ὠτίου τὴν δὲ ἐκ κεφαλῆς ἀνῃρεῖτο, καὶ πάλιν ἀνε- λόμενος ἐξ ὀφθαλμῶν ἐποίει. κλεπτίστατος ἄνθρωπος ὑπὲρ ὃν ἀκούομεν Σὐρυβάτην τὸν Οίχαλιέα. μὴ γέ- νοιτο κατʼ ἀγρὸν τοιοῦτον θηρίον· οὐ γὰρ ἀλώσεται ὑπʼ οὐδενός, καὶ πάντα ὑφαιρούμενος τἄνδον φροῦδά μοι [τὰ κατʼ ἀγρὸν] ἀπεργάσεται.

Ὁ μὲν ἀνὴρ ἀπόδημός ἐστί μοι τρίτην ταύτην ἡμέραν ἔχων ἐν ἄστει, ὁ δὲ θητεύων παρʼ ἡμῖν Παρ- μένων ζημία καθαρά, ῥάθυμος ἄνθρωπος καὶ τὰ πολλὰ καταπίπτων εἰς ὕπνον. ὁ δὲ λύκος ἀργαλέος πάροικος βλέπων φονῶδές τι καὶ αἱμοβόρον· Χιόνην γὰρ τὴν [*](B x (Harl. Ven) x1 Vat. 1)) [*](1 ἀνευρίσκομεν] del. ἀν Herch. (ed.), ἂν εὑρίσκοιμεν Beaud, | 2 〈ἓν〉 add. Beaud., ταύτας -παροψίδι Mein., ταῦτα—〈ταῖς〉 παροψίσι Herch. (ed.) | 3 οὐκ—ποτὲ δὲ] om. Ven, post ὅπως add. πάσας Mein., πάνθʼ Hercb. | τῇ] del. Herch. (ed.) | 5 ἔφαινεν] ἔφερεν Vat. 1 | 6 μέσον] μέσους B | τὴν—τῆν—τὴν] τό—τὸ—τὸ Hirsch., add. τῶν ψήφων post μέσον Meis., sed fort. nil mutandum | τινος] om. Ven., 〈τού- των〉 τινὸς Mein. | 7 ὠτίου] ὠτίων Vat. 1, ὠτὸς Γ | κεφαλῆς] σφαγῆς Herch. (ed.) | πάλιν ἀνελόμενος] ἀνελόμενος, πάλιν Herch. (ed.) | 12 [τὰ κατʼ ἀγρὸν] del. Herch., τὰ κατὰ τὸν ἀγρὸν x1, τὰ κατʼ οἷκον Pol.) [*](15 ἔχων] del. Herch. (ed.), ἄγων Meis. | Παρμένων Bergl., καὶ παραμένων B, παραμένων cet. | 18 ante βλέπων add. καὶ B | τι] τε Herch., at cf. IV 19, 2 | αἱμοβόρον] ὠμοβόρον B )

40
καλλιστεύουσαν τῶν αἰγῶν ἐκ τοῦ φελλέως ἁρπάσας οἴχεται καὶ ὁ μὲν δειπνεῖ ἀγαθὴν αἶγα καὶ εὐγάλακτον, ἐγὼ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἀπολείβω. πέπυσται δὲ τούτων οὐδὲν ὁ ἀνήρ· εἰ δὲ μάθοι, κρεμήσεται μὲν ἐκ τῆς πλησίον πίτυος ὁ μισθωτός, αὐτὸς δὲ οὐ πρό- τερον ἀνήσει πάντα μηχανώμενος, πρὶν τὰς παρὰ τοῦ λύκου δίκας εἰσπράξασθαι.

Πάγην ἔστησα ἐπὶ τὰς μιαρὰς ἀλώπεκας κρεάδιον τῆς σκανδάλης ἀπαρτήσας. ἐπεὶ γὰρ ἐπολέμουν τὰς σταφυλάς, καὶ οὐ μόνον τὰς ῥᾶγας ἔκοπτον ἀλλʼ ἤδη καὶ ὁλοκλήρους ἀπέτεμνον τῶν οἰνάρων τοὺς βό- τρυς, ὁ δεσπότης δὲ ἐπιστήσεσθαι κατηγγέλλετο — ἀργαλέος ἄνθρωπος καὶ δριμύς, γνωμίδια καὶ προβου- λευμάτια συνεχῶς ἐπὶ τῆς Πνυκὸς Ἀθηναίοις εἰσηγού- μένος, καὶ πολλούς ἥδη διὰ σκαιότητα τρόπου καὶ [*](B x (Harl. Ven) x1 (Γ Vat. 1)) [*](1 καλλιστεύουσαν B, καλλίστην cet. | 1—2 ἁρπάσας—αἶγα καὶ] om. Ven. | 3 ἀπολείβω] ἀποθλίβω B | 4 τούτων] καὶ τούτων Hart. | μάθοι] μάθοι Harl., μάθῃ | 5 δὲ] om. x κ1 | 6 ἀνήσει πάντα μηχανώμενος B, ὄνησιν μηχοανώμενος cet. | παρὰ] περὶ Ven.) [*](8 Πολύαλσος] Πολύαλγος Seil. | 9 μιαρὰτ] μικρὰς x Γ, τὴν μιαρὰν ἀλώπεκα et ἐπολέμει—ἔκαπτεν (vid. infra) — ἀπέτεμνε cl. § 2 Herch. | 10 τῆς σκανδάλης B, τῆς σκανδάλας cet., τῆς σκαν- δαλήθρας Hemst., τοῦ σκανδάλου Herch. (ed.) | ἀπαρτήσας B, ἐφάψας x, ἀψάφας cet. | 11 τὰς σταψυλάς] ταῖς σταψυλαῖς Reisk. | ῥᾶγας Seil. (ed.), ῥάγας O | ἔκοπτον] ἔκαπτον Cob., sed cf. ἐπολέμουν et ἀπέτεμνον | 12 ἀπέτεμνον] ἀπέτεμον x | 14 post δριμὺς add. καὶ Herch. (ed.) | γνωμίδια] γνωμίδας Vat. 1 | προ- βουλευμάτια] del. προ Herw. | 15 ἐπὶ τῆς Πνυκὸς] om. x, ἐπὶ τῆς Πυκνὸς Cob. | Ἀθηναίοις B, πρὸς Ἀθηναίους cet. | 16 καὶ (ante πολλοὺς)] om. B x. Fort. igitur δριμὺς 〈ὅς〉,—εἰσηγούμενος, πολλοὺς—ἤγαγεν)

41
δεινότητα ῥημάτων ἐπὶ τοὺς ἕνδεκα ἀγαγών — δείσας μή τι πάθοιμι κἀγὼ καὶ ταῦτα τοιούτου 〈τοῦ〉 δεσπό- του ὄντος, τὴν κλέπτιν ἀλώπεκα συλλαβὼν ἐβουλόμην παραδοῦναι. ἀλλʼ ἡ μὲν οὐχ ἧκε· Πλαγγὼν δὲ τὸ Μελιταῖον κυνίδιον, ὃ 〈ἐ〉τρέψομεν ἄθυρμα τῇ δε- σποίνῃ προσηνές, ὑπὸ τῆς ἄγαν λιχνείας ἐπὶ τὸ κρέας ὁρμῆσαν κεῖταί σοι τρίτην ταύτην ἡμέραν ἐκτάδην νεκρὸν ἤδη μυδῆσαν. ἔλαθον οὖν ἐπὶ κακῷ κακὸν ἀναρριπίσας. καὶ τίς παρὰ τῷ σκυθρωπῷ τῶν τοιού- των συγγνώμη; φευξόμεθα ᾗ ποδῶν ἔχομεν, χαιρέτω δὲ ὁ ἀγρὸς καὶ τἀμὰ πάντα. ὥρα γὰρ σώζειν ἑαυτόν, καὶ μὴ 〈τὸ〉 παθεῖν ἀναμένειν ἀλλὰ πρὸ τοῦ παθεῖν φυλάξασθαι.

Πάντα φιλῶ τρυγᾶν — ἔστι γὰρ τὸ καρπῶν ἀπο- δρέπεσθαι πόνων ἀμοιβὴ δίκαιος — ἐξαιρέτως δὲ ἐθέλω βλίττειν τὰ σμήνη. ἔχων οὖν, σίμβλους ὑπὸ τῇ πέτρᾳ [*](Β x (Harl. Ven.) x1 (Γ Vat. 1)) [*](1 ἀγαγών] ἀπαγαγών Cob. | 2 καὶ] διὰ Herw. | 〈τοῦ〉 add. Seil. | 3 κλέπτιν] κλέπτην Vat. 1, κλεπτιστάτην Bergl., sed cfrt Arcad. 35, 6 Pol. | 4 ante παραδοῦναι suppl. αὐτῷ vel θανάτω Herw. | Πλαγγὼν Γ, Πλαγγῶν Β, Πλάγγων cet., Κλαγγὼν Seil. | 5 〈ἐ〉 add. Herw. | 6 προσηνές] del. Metr. credens adscr. fuisse προσσαῖνον | λιχνείας] λιχνίας Β | 8 νεκρὸν] del. Cob. | μυδῆσαν] μυδῶν Herw. | 9 παρὰ τῷ] περὶ τῷ x, παρʼ ἀνθρώπων Β, παρʼ ἀνθρώπῳ Wagn. | (ed.) | 11 ἑαυτὸν Harl., αὐτὸν Β Ven., ἐμαυτὸν x1 | 12 〈τὸ〉 add. Cob.) [*](14 θαλλὸς] Θάλλος Harl. Vat. 1 | Πιτυΐσκῳ scripsi, Πιτυ- ΐστῳ Β, Τιτΐστῳ cet., Τιτυρίσκῳ vel Τιτυΐσκῳ Mein. 15 πάντα ἐθέλω] πάντα〈μὲν〉—ἐθέλω] Herch., 〈περὶ〉 πάντα φιλῶ 〈τὸ〉—ἔχω πρὸς τὸ Nab. | καρπῶν B, κακὸν x, κακῶν cet., unde [τὸ] κακῶν—ἀμοιβὴν δίκαιον Bergl. | 17 ἔχων Β, ἔχω cet, ἐγὼ Herm. | σίμβλους] σίμβλα Γ)

42
ἀποκλάσας, κηρία νεογενῆ, πρῶτον μὲν τοῖς θεοῖς ἀπηρξάμην, ἔπειτα δὲ τοῖς φίλοις ὑμῖν ἀπάρχομαι. ἔστι δὲ λευκὰ ἰδεῖν καὶ ἀποστάζοντα λιβάδας Ἀττικοῦ μέλιτος, οἷον αἱ Βριλήσσιαι λαγόνες ἐξανθοῦσι. καὶ νῦν μὲν ταῦτα πέμπομεν, [καὶ] εἰς νέωτα δὲ δέχοιο παρʼ ἡμῶν μείζω τουτωνὶ καὶ ἡδίονα.