Epistulae

Alciphron

Alciphron. Alciphronis Rhetoris Epistularum Libri IV. Schepers, M.A., editor. Leipzig: Teubner, 1905.

Οὐκ ᾔτησά σε ἃ ἔχεις, ἀλλʼ ἃ μὴ ἔχεις. ἐπεὶ δὲ οὐ βούλει ἃ μὴ ἔχεις ἕτερον ἔχειν, ἔχε μὴ ἔχεις.

Οὐκ ἐς κόρακας φθαρήσεται ὁ σκοπιωρὸς ὁ Λέσβιος; [*](x (Harl. Ven.) Ν x1 (Γ Vat. 1) x²(Vat. 2 Flor. Π Δ) 1 γὰρ] om. Flor, post καὶ hab. Vat. 1, ἄρα Pol. | λοιπὸν] om. x1 | 4 [ἔρρωσο] del. Ald. In lib. I,II et III nunquam additur. 5 Ἐγκύμονι] Εγκύμοωνι Δ. In x1 est inscr. ἀμοιβαία. | 7 τίς] τί Reisk. | σοι] σοὶ Cob. | 8—9 τί—νομίζεις x2, τίς— νομίζει cet. | 11 ἀδίκους] ἀστίκους (sic) Vat. 1, unde ἀτόκους vel ἀστόχους Fried., ἀνεφίκτους Meis. 12 In x1 inscr. est ἀμοιβαία. | 13 ἐπεὶ δὲ] ἐπειδὴ Flor. 14 Εὐσάγηνος] Εὐπάγηνος Γ, Eὐσάγημος Π | Λιμενάρχῳ] Λιμενάρχῃ x1 | 15 σκοπιωρὸς Perizonius, σκοπιοῦρος x Ν x1, σκοπιοῦργος x2, σκοπιουρὸς Vind. | ὁ] om. x x1 )

22
φρίκη σκιερὰν κατὰ μέρος τὴν θάλατταν ἰδὼν ἀνεβό- ησεν ὡς πλήθους ὅλου προσιόντος θύννων ἢ πηλα- μύδων· καὶ ἡμεῖς πεισθέντες τῇ σαγήνη μονοινουχὶ τὸν κόλπον ὅλον περιεβάλομεν. εἶτα ἀνιμώμεθα, καὶ τὸ βάρος μεῖζον ἦν ἢ κατὰ φορτίον ἰχθύων. εὐέλπιδες οὖν καὶ τῶν πλησίον τινὰς ἐκαλοῦμεν μερίτας ἀπο- φανεῖν ἐπαγγελλόμενοι, εἰ συλλάβοιντο ἡμῖν καὶ συμπο- νήσαιεν. τέλος μόγῳ πολλῷ δείλης ὀψίας εὐμεγέθη κάμηλον ἐξειλκύσαμεν μυδῶσαν ἤδη καὶ σκώληξιν ἐπι- βρύουσαν. τοιαῦτα θηράσας οὐχ ἵνα ἐπιγελάσῃς ἐδή- λωσα, ἀλλʼ ἵνα μάθης αἷς καὶ πόσαις μηχαναῖς ἡ τύχη με τὸν ἀτυχῆ καταγωνίζεται.