Epistulae

Alciphron

Alciphron. Alciphronis Rhetoris Epistularum Libri IV. Schepers, M.A., editor. Leipzig: Teubner, 1905.

Χρηστὴν ἡμῖν ἡ θάλαττα τὸ τήμερον εἶναι τὴν γαλήνην ἐστόρεσεν. ὡς γὰρ τρίτην ταύτην εἶχεν ὁ χειμὼν ἡμέραν, καὶ λάβρως κατὰ τοῦ πελάγους ἐπέπνεον ἐκ τῶν ἀκρωτηρίων οἱ βορεῖς, καὶ ἐπεφρίκει μὲν ὁ πόντος μελαινόμενος, τοῦ ὕδατος δὲ ἀφρὸς εξηνθήκει, πανταχοῦ τῆς θαλάσσης ἐπʼ ἀλλήλων ἐπικλωμένων τῶν κυμάτων — τὰ μὲν γὰρ ταῖς πέτρταις προσηράσσετο, τὰ δὲ εἴσω ἀνοιδοῦντα ἐρρήγνυτο —, ἀεργία παντελὴς ἦν· καὶ τὰ ἐπὶ ταῖς ᾐόσι καταλαβόντες καλύβια, ὀλίγα ξυλισάμενοι κομμάτια ὅσα οἱ ναυπηγοὶ πρῴην ἐκ τῶν δρυῶν ἃς ἐξέτεμον ἀπέλιπον, ἐκ τούτων πῦρ ἀνάψαν- [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ)) [*](2 χρηστὴν] χρηστή γε Reisk., at Eunt. ad II. XI p. 828,1 cfrt Bergl. | εἶναι] om. Neap.b | 3—4 ὡς γὰρ — ἡμέραν] om. Neap.b, del. εἶχεν ὁ χειμὼν et καὶ Nauck, del. ταύτην Meis. | 5 βορεῖς] βορέαι Valck., βορραῖ Mein. | 7 ἐπʼ ἀλλήλων] ἐπαλ- λήλων x | 9 εἴσω] εἰς οὐρανὸν Reisk., ἔξω Mein. | ἐρρήγνυτο Neap.b, ἐρρήγνυντο cet. | ἀεργία] ἀργία Herch. (ed.). | 12 ἃς ἐξέτεμον] del. Herch. (ed.) | ἀπέλιπον] κατέλιπον Herch. | τούτων] τούτου Δ)

2
τες τὸ πικρὸν τοῦ κρυμοῦ παρεμυθούμεθα. τετάρτη δὲ αὕτη ἐπιλαβοῦσα ἡμᾶς ἀλκυονὶς ὡς οἶμαι ἡμέρα — ἔστι γὰρ τοῦτο τῷ καθαρῷ τῆς αἰθρίας τεκμήρασθαι — πλοῦτον ἀθρόον ἀγαθῶν ἔδειξεν. ὡς γὰρ ὤφθη μὲν ὁ ἥλιος, πρώτη δὲ ἀκτὶς εἰς τὸ πέλαγος ἀπέστιλβε, τὸ πρῴην νεωλκηθὲν σκαφίδιον σπουδῇ κατεσύραμεν, εἶτʼ ἐνθέμενοι τὰ δίκτυα ἔργου εἰχόμεθα. μικρὸν δὲ ἄπωθεν τῆς ἀκτῆς χαλάσαντες, φεῦ τῆς εὐοψίας, ὅσον ἰχθύων ἐξειλκύσαμεν· μικροῦ καὶ τοὺς φελλοὺς ἐδέησε κατασῦραι ὑφάλους τὸ δίκτυον ἐξωγκωμένον. εὐθὺς οὖν ὀψῶναι πλησίον, καὶ τὰς ἀσίλλας ἐπωμίους ἀνελό- μενοι καὶ τὰς ἑκατέρωθεν σπυρίδας ἐξαρτήσαντες καὶ ὑπὲρ αὐτῶν καταβαλόντες 〈τ〉ἀργύριον, ἄστυδʼ ἐκ Φα- λήρων ἠπείγοντο. πᾶσι δὲ τούτοις ἠρκέσαμεν ἡμεῖς καὶ πρὸς τούτοις ἀπηνεγκάμεθα γαμεταῖς καὶ παιδίοις ὄγκον οὐκ ὀλίγον ἔχειν τῶν λεπτοτέρων ἰχθύων, οὐκ εἰς μίαν, ἀλλʼ εἰ χειμὼν ἐπιλάβοι[το] καὶ εἰς πλείους ἡμέρας ἐμφορηθῆναι.

[*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ))[*](2 ἀλκυονὶς] ἁλκυονὶς x2 | 3 αἰθρίας] εὐδίας x. Cf. I 10,4 | τεκμήρασθαι] τεκμαίρεσθαι Harl. Δ, τεκμείρεσθαι Ven. | 5 ὁ] om. x Ν | 7 ἔργου Hirsch., ἔργων O | 8 ἄπωθεν Ald., ἄποθεν O | 9 ἰχθύων Bergl., ἰχθῦν x1, ἰχθὺν cet. | 10 ὑφάλους Neap.b, om. x1, ὑφάλου cet. (ὕφαλον mrg. Π), del. Hirsch. | 11 ἀσίλλας Hemst., ὕλας x, εἴλας Neap.b Vat. 1, εἵλας cet. | 12 ἐξαρτή- σαντες] ἐξαρτύσαντες Δ | 12—13 καὶ—ἀργύριον] inter πλησίον et καὶ colloc. Hemst., τὰς ἑκατέρωθεν σπυρίδας ἐξαρτήσαντες ἀπʼ αὐτῶν καὶ καταβαλόντες τἀργύριον Mein., πλησίον [καὶ τὰς] ἀσίλλας—ἐξαρτήσαντες. καὶ ὑπὲρ—τἀργύριον Herm., del. καὶ—τἀργύριον Herch. | 13 καταβαλόντες] καταβάλλον- τες x Flor. | 〈τ〉add. Cob. | ἀργύριον] ἀργύρων x | ἐκ Φαλή- ρων] del. Herch. (ed) | 14 πᾶσι δὲ] πᾶσί τε Mein. | 15 τού- τοις] del. Pol. An προσέτι? | γαμεταῖς καὶ παιδίοις] γαμετὰς καὶ παιδία Γ | 16 ἔχειν] del. Herch. (ed.) | λεπτοτέρων Bergl., λεπτομερῶν O. Vid. I 21,1 | 17 [το] del. Valck. Cf. § 3 | 18 ἐμφορηθῆναι Γ, ἐμφορῆσαι cet. Fort. ἐμφορήσασθαι, cf. IV 8, 2)
3

Μάτην ἡμῖν τὰ πάντα πονεῖται, ὦ Κύρτων, διʼ ἡμέ- ρας μὲν ὑπὸ τῆς εἵλης φλεγομένοις νύκτωρ δὲ ὑπὸ λαμ- πάσι τὸν βυθὸν ἀποξύουσι, καὶ τὸ λεγόμενον δὴ τοῦτο εἰς τὸν τῶν Δαναΐδων τοὺς ἀμφορέας ἐκχέομεν πίθον· οὕτως ἄπρακτα καὶ ἀνήνυτα διαμοχθοῦμεν. ἡμῖν μὲν γὰρ οὐδὲ ἀκαλήφης ἔστιν ἢ πελωρίδος ἐμπλῆσαι τὴν γαστέρα, ὁ δεσπότης δὲ συλλέγει καὶ τοὺς ἰχθύας καὶ τὰ κέρματα. οὐκ ἀπόχρη δὲ αὐτῷ τοσαῦτα ἔχειν παῤ ἡμῶν, ὁ δὲ διερευνᾶται καὶ τὸ σκαφίδιον συνεχῶς. καὶ πρῴην, ὅτε ἐκ Μουνυχίας ἐπέμψαμεν αὐτῶ κομι- οῦντα τοὐψώνιον Ἕρμωνα τουτονὶ τὸν μειρακίσκον, σπόγγους ἡμῖν ἐπέταττε κομίζειν καὶ τὰ ἐκ τῆς ἁλὸς ἔρια, ἃ φύεται ἐπιεικῶς ἐναβρυνομένης εἰς λῆμνον· [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x2 (Vat. 2 Flor. ΠΔ)) [*](1 Γαληναῖος] αληνὸς x² | 2 τὰ] om. Ο praeter x1 | 3 μὶν] om. x Ν Vat. 1. | εἵλης Neap.b, ἀλεᾶς x, ἄλης x1, ἅλης Ν, ἀέλης x2 (ἄλλης Vat. 2), ἀλέας Reisk. | νύκτωρ δὲ] νυκτὸς x λαμπάσι] λαμπάδι x | 4 ἀποξύουσι] ἀποξύουσαι Ven., ὑποξύουσι Harl. x1, ὑποδύουσι Mein., sed cfrt Babr. VI 1 Pol. | 5 τὸν —πίθον Π (qui πίθους), τὸν—πίθους FIor. Π Δ, τοὺς—πί θους cet. (ποίθους Ven.) | Δαναΐδων] δανειστῶν Hart. | 6 οὕ- τως] οὔτε Vat. 1, ὥστε Vind. | 8 ἰχθύας] ἰχθῦς Herch. (ed.) | 9 ἀπόχρη] ἀποχρῶν Herch. (ed.) | 11 κομιοῦντα] πονοῦντι x, πονοῦντα Ν Flor., ποριοῦντα Π (mrg. κομιοῦντα), πονιοῦντι Vat. 2. | 13 κομίζειν] om. Ο praeter x1 | ἁλὸς] θαλάττης x1 x², lac. sign. Ν | 14 ἐναβρυνομένης εἰς λ. Harl., ἐν ἀβαβρυνόμης εἰς λ. Ven., ἐν εὐρυνομένης εἰς λ. Γ, ἐν εὐρυνόμης εἰς λ. Ν, ἐν εὐρυνόμοις εἰς λ. Neap.b Vat. 1, ἐν εὐρυνώμης εἰς λ. x2, ἐν Εὐ- ρυνόμης λίμνη vel ἐν ᾐόσι τῆς λίμνης vel etiam ἔρια ἐφίεται ἐπιεικῶς διερευνωμένοις τὴν λίμνην βergl., ἀνευρυνομένης εἰς Λῆμνον Boissonad., ἐν Εὐρυνόμης λειμῶνι Lobeck., ἐν Ἑρ- μιόνης λιμένι Mein., ἐν τῇ ᾐόνι τῆ Σιληνιῶν Hirschälder, ἐν βάθει ἁβροσύνης εἰς λῆμμα Meis.)

4
ὥσθʼ ὁ μὲν 〈ὅσον〉 οὔπω ταῦτα προσαπῄτει, καὶ ὁ Ἕρμων ἀφεὶς τὸ φερνίον αὐτοῖς ἰχθύσιν, ἀφεὶς δὲ καὶ ἡμᾶς αὐτῷ σκάφει, ᾤχετο ἐπὶ λέμβου κωπήρους Ῥοδίοις τισὶ θαλαττουργοῖς ἀναμιχθείς. καὶ ὁ μὲν δεσπότης οἰκέτην, ἡμεῖς δὲ συνεργὸν ἀγαθὸν ἐπεν- θήσαμεν.

Χρηστὸν ἡ γῆ καὶ ἡ βῶλος ἀκίνδυνον, [οὐ μάτην γοῦν ἀνησίδωραν ταύτην ὀνομάζουσιν Ἀθηναῖοι ἀνιεῖσαν δῶρα διʼ ὧν ἔστι ζῆν καὶ σώζεσθαι], χαλεπὸν ἡ θά- λαττα καὶ ἡ ναυτιλία ῥιψοκίνδυνον. ὀρθῶς ἐγὼ τοῦτο κρίνω πείρᾳ καὶ διδασκαλίᾳ μαθών. ποτὲ γὰρ ὄψον ἀποδόσθαι βουληθεὶς ἤκουσα ἑνὸς τῶν ἐν τῇ Ποικίλη διατριβόντων ἀνυποδήτων καὶ ἐνεροχρώτων στιχίδιον ἀποφθεγγομένου τὴν ἀπόνοιαν τῶν πλεόντων ἐπιστῦ- [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x2 (Vat. 2 Flor. ΠΔ)) [*](1 〈ὅσον〉 add. Herm. qui [ὥσθ’] ὁ δʼ in praec, ὥσθʼ ὁ μὲν οὕτω—προσαπῃτήκει Wagn. (ed.), ὡς δʼ ὁ μὲν οὔπω— προσαπῄτει Seil. (ed.), καὶ ὁ μὲν οὔπω—προσαπῃτήκει, ὁ δ᾿ Ἕρμων Herch. | 2 φερνίον Mein. (ed.),. φορνίον Flor. Π, φορ- τίον cet. | αὐτῶ] αὐτῷ τῷ Vind. | 3 λέμβου] λέσβου x2 | κωπή- ρους Bergl., κωπήρεσι x Ν x1, κωπήροις cet., κωπήρης Vind. | 4 Ῥοδίοις τισὶ x2, τισὶ Ῥοδίοις cet. | θαλαττουργοῖς Bergl., βαλαυτουργοῖς Ven. Neap.b, βαλαυστουργοῖς Harl. ΝΔ, om. x1, βαλαντουργοῖςς cet., βαλαντιουργοῖς Reisk., βλαττουργοῖς Mein., βαναυσουργοῖς Boissevain | 5 ἐπενθήσαμεν] ἐποθήσαμεν Vind. Subaudi ‘ut mortuum’) [*](8 ἀκίνδυνον] ἀκίνδυνος x | [οὐ μάτην—σώζεσθαι⌋ del. Mein. (ed.), ταύτην—δῶρα om. Ven. | 10 χαλεπὸν ἡ] χαλεπὸν δὲ καὶ ἡ Vat. 1 dittogr. | 12 ποτὲ] πρῴην Mein. | 14 ἀνυπο- δήτων καὶ ἐνεροχρώτων Cob., ἀνυποδήτου καὶ ἐνερόχρωτος Vat. 1 Neap.b (ου in ras. Γ, ἀνυποδήτων καὶ ἐνερόχρωτος cet. | 15 ἐπιστῦφον Mein., ἐπιστύφοντος Ο, ἐπιστείβοντος Metr.)

5
φον· ἔλεγε δʼ Ἀραίου τινὸς εἶναι σοφοῦ τὰ με- τέωρα, καὶ ἦν ὅσον ἀπομνημονεύσαντα [οὐχ ὅλον] εἰπεῖν ὧδε εἰρημένον ‘ὀλίγον δὲ διὰ ξύλον ἄϊδ᾿ ἐρύκειʼ. τί οὖν, ὦ γύναι, οὐ σωφρονοῦμεν καὶ ὀψὲ τοῦ καιροῦ φεύγομεν τὴν πρὸς θάνατον γειτνίασιν, καὶ ταῦτα ἐπὶ παιδίοις ζῶντες, οἷς εἰ καὶ μηδὲν μέγα παρέχειν διʼ ἀχρηματίαν ἔχομεν, τάδε παρέξομεν καὶ χαριούμεθα, τὸ τὰς τρικυμίας καὶ τούς ἐκ βυθοῦ κινδύνους ἀγνοῆ- σαι, γεωργίᾳ δὲ συντραφῆναι καὶ τὸν ἀσφαλῆ καὶ ἀδεᾶ βίον ἀσπάσασθαι.

Ὅσον ἡ θάλαττα τῆς γῆς διαλλάττει, τοσοῦτον καὶ ἡμεῖς οἱ ταύτης ἐργάται τῶν κατὰ πόλεις ἢ κώμας οἰ- κούντων διαφέρομεν. οἱ μὲν γὰρ ἢ μένοντες εἴσω πυλῶν τὰ δημοτικὰ διαπράττονται, ἢ γεωμορίᾳ προσ- ανέχοντες τὴν ἐκ τῆς βώλου πρὸς διατροφὴν ἀναμέ- νουσιν ἐπικαρπίαν· ἡμῖν δὲ οἷς βίος ἐν ὕδασι, θάνα- [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x3 (Vat. 2 Flor. ΠΔ)) [*](2 δʼ Ἀράτου. Bergl., δὲ ἄρα τοῦτό Neap.b γὰρ ἄρα τοῦτό cet., δʼ Ἀράτου τοῦτό Gloss. Eichst. | 2 ἀπομνημονεύσαντα] ἀπομνηστεύσαντι x | [οὐχ ὅλον] delevi: adscr. quia pars tan- tum versus (Arat. 299) laudatur | 5 ante θάνατον add. τὸν x2 | γειτνίασιν] ποτνίασιν x, γειτονίασιν Mein. | 6 post μηδὲν add. ἄλλο Vind. | 7 τάδε παρέξομεν καὶ x1, τάδε ἕξομεν καὶ cet., τόδε παρέξομεν καὶ Herch. (ed.), τόδε γοῦν ἕξομεν καὶ Mein., τό γε ἐξὸν [καὶ] Kuiper | 8 τὸ] τῷ Ven. Ν) [*](11 〈ο〉 add. Seil., Κυμόθους Herch. (ed.), at cf. I 21 inscr. | Τριτωνίδι Harl. Neap.b, Τριτωνίδῃ cet. | 13 ἡμεῖς οἱ ταύτης] οἱ ταύτης ἡμεῖς Neap.b Flor. | 15 δημοτικά] δὴ μικρὰ x, νημρα- τικὰ Ν, δημιουργικὰ Mein. An λημματικὰ? | διαπράττονται] διαπράττουσιν Vind. | γεωμορίᾳ] γεωμετρίᾳ x, γεωργίᾳ Bergl. | προσανέχοντες] προσανέχουσιν (om. τὴν—ἀναμένουσιν) Ven., προσέχοντες Bergl. | 17 ante βίος add. ὁ Vind. | ὕδαφσι] ὕδασι Δ )

6
τος ἡ γῆ καθάπερ τοῖς ἰχθύσιν ἥκιστα δυναμένοις ἀναπνεῖν τὸν ἀέρα. τί δὴ οὖν παθοῦσα, ὦ γύναι, τὴν ἀκτὴν ἀπολιποῦσα καὶ τὰ νήματα τοῦ λίνου ἄστυδε θαμίζεις Ὠσχοφόρια καὶ Λήναια ταῖς πλουσίαις Ἀθη- ναίων συνεορτάζουσα; οὐκ ἐστι τοῦτο σωφρονεῖν οὐδ᾿ ἀγαθὰ διανοεῖσθαι. οὐχ οὕτω δή σε ὁ πατὴρ ἐκ τῆς Αἰγίνης, οὗ τεχθῆναί σε καὶ τραφῆναι συνέβη, μυεῖ- σθαι ὑπʼ ἐμοὶ γάμῳ παρέδωκεν. εἰ τὴν πόλιν ἀσπάζῃ, χαῖρε καὶ ἄπιθι· εἰ δὲ τὰ ἐκ θαλάττης ἀγαπᾷς, ἐπάνιθι εἰς τὸν ἄνδρα τὸ λῶον ἑλομένη, λήθη δέ σοι ἔστω μακρὰ τῶν κατʼ ἄστυ τούτων ἀπατηλῶν θεαμάτων.

Οἴει μόνος πλουτεῖν, ὅτι τοὺς παῤ ἐμοὶ θητεύον- τας δελεάζων ἄγεις ὡς ἑαυτὸν περιουσίᾳ μισθωμάτων. καὶ εἰκότως· σοὶ μὲν γὰρ ὁ βόλος ἤνεγκε πρῴην χρυ- σοῦς κόμματος Δαρεικοῦ, τῆς ἐπὶ Σαλαμῖνι ναυμαχίας ἴσως λείψανα, καταδύσης οἶμαι νηὸς Περσικῆς αὐτοῖς ἀνδράσι καὶ αὐτοῖς χρήμασιν, ὅτε ἐπὶ τῶν προγόνων [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ)) [*](3 ἀκτὴν] ἀτὴν Ven., ἀκτὶν Flor., ἄκατον Lennep., ἠλα- κάτην Dobraeus | 6 ἀγαθὰ] ἀγαθὸν Γ | οὕτω] ὅτι | δή] δέ Harl. Neap.b N | 7 Αἰγίνης] Ἀἴτνης x | 8 γάμῳ] del. Kuiper | 9 δὲ] om. Neap.b ΠΔ | ante θαλάττης add. τῆς x Δ | 10 εἰς τὸν ἄνδρα] hic collocavit Jacobs., post ἄπιθι hab. Ο (pro εἰς est εἰ in Neap.b), del. Mein., ἄπιθι, ἢ εἰς τὸν ἄνδρα, εἰ τὰ ἐκ θαλάττης ἀγαπᾷς, ἐπάνιθι Valck., ἄπιθι· εἰ δὲ τὸν ἄνδρα εἶτα τὰ ἐκ θ. ἀγ. ἐπάνιθι Perizonius, idem sed καὶ pro εἶτα Hirsch. Servavi εἰς τὸν ἄνδρα cl. II 13, 3) [*](12 Ναυβάτης] Ναυάτης x | 13 θητεύοντας Herel., θηρεύ- οντας Ο | 14 ὡς ἑαυτὸν] ὡς σεαυτὸν Δ | 15 χρυσοῦς κόμματος Δαρεικοῦ Mein., χρυσοῦ κόμματα Δαρεικοῦ Ο (Δαρικοῦ Ν, δω- ρικοῦ x) | 16–17 τῆς—λείψανα] del. Kiessling. | 16 ναυμα- χίας] ναυαρχέας x et mrg. Ν)

7
τῶν ἡμετέρων ὁ Θθεμιστοκλῆς ὁ τοῦ Νεοκλέους ἤρατο τὸ μέγα κατὰ Μήδων τρόπαιον. ἐγὼ δὲ ἀγαπῶ τὴν τῶν ἀναγκαίων εὐπορίαν ἐκ τῆς καθημερινῆς ἐργασίας τῶν χειρῶν ποριζόμενος. ἀλλʼ εἰ πλουτεῖς, σύν 〈τῷ〉 δικαίῳ πλούτει· γινέσθω δέ σοι ὁ πλοῦτος μὴ κακίας, ἀλλὰ καλοκαγαθίας ὑπηρέτης.

Ἀγάγου με, ὦ Εὐθύβολε, οὐκ ἀπερριμμένην γυ- ναῖκα οὐδὲ μίαν τῶν ἀσήμων, ἀλλʼ ἐξ ἀγαθοῦ μὲν πατρὸς ἀγαθῆς δὲ μητρὸς γεγονυῖαν. Σωσθένης ὁ Στειριεὺς ἦν μοι πατὴρ καὶ Δαμοφίλη μήτηρ, οἵ με ἐγγυητὴν ἐπίκληρον ἐπὶ παίδων ἀρότῳ γνησίων συν- ῆψάν σοι γάμῳ. σὺ δὲ ῥᾴδιος ὢν τὼ ὀφθαλμὼ καὶ πρὸς πᾶσαν ἡδονὴν ἀφροδίσιον κεχυμένος, ἀτιμάσας ἐμὲ καὶ τὰ κοινὰ παιδία, Γαλήνην καὶ Θαλασσίωνα, ἐρᾷς τῆς Ἑρμιονί[τι]δος μετοίκου, ἣν ἐπὶ κακῶ τῶν [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ)) [*](2 ἡμετέρων] ὑμετέρων Vat. 1 | ὁ Θεμιστοκλῆς] del. Cob., om. ὁ Π Δ | Νεοκλέους] Νικοκλέους Vind. | 2 τὸ] om. Ν ha- plogr. | Μήδων] Μήδους Γ, τῶν Μήθδων Vind. | 4 〈τῷ〉 add. Cob. | 5 γινέσθω] γενέσθω x | μὴ] οὐ x. Cfrt Isocr. ad De- mon. 6 Meis.) [*](7 Εὐθυβολῳ] Εὐθυβούλῳ Bergl. (ed.) | 8 Εὐθύβολε] Εὐθύ- βουλε x1 Δ | ἀπερριμμένην] ἀπορουμένην x, ἀποιρουμένην Ν | 9 μίαν] del. Herch. (ed.) | 11 Στειριεὺς x1, Στηριεὺς cet. | μοι] σοι x Ν | καὶ] om. Ν | Δαμοφίλη Vind., Δαμοφέλη x Ν, Δαμοφύλη cet. (om. Σωσθένης—μήτηρ x1) | 12 ἀρότῳ Bergl., ἀραρότων Ο | 13 ῥᾴδιος] ῥαδινὸς Reisk., λάγνος aut ῥᾴδιος ὢν τὼ ὀφθαλμὼ 〈τακῆναι〉 Mein. | 14 ἀφροδίσιον Reisk., ἀφροδισίων Ο, ἀφροδισίαν Mein. Cf. IV 19,10 | κεχυμένος] ἐκκεχυμένος Cob., at cf. III 29,1 et Pind. Isthm. I 4 | 15 Γα- λήνην καὶ Θαλασσίωνα] om. x1 | 16 [τι] del. Herch., vocem om. x1 | μετοίκου] μηδοίκου Flor., μηοίκου Vat. 1)

8
ἐρώντων ὁ Πειραιεὺς ἐδέξατο. κωμάζουσι γὰρ εἰς αὐ- τὴν ἡ πρὸς θάλατταν νεολαία καὶ ἄλλος ἀλλο δῶρον ἀποφέρει· ἡ δὲ εἰσδέχεται καὶ ἀναλοῖ Χαρύβδεως δίκην. σὺ δὲ ὑπερβαίνων τὰς ἁλιευτικὰς δωροφορίας μαινί- δας μὲν ἢ τρίγλας οὕτε φέρεις οὔτε θέλεις διδόναι, ἀλλʼ ὡς ἀφηλικέστερος καὶ γυναικὶ πάλαι συνὼν. καὶ παιδίων οὐ μάλα νηπίων πατὴρ παραγκωνίσασθαι τοὺς ἀντεραστὰς βουλόμενος, κεκρυφάλους Μιλησίους καὶ Σικελικὸν ἱμάτιον καὶ ἐπʼ αὐτῷ χρυσίον εἰσπέμπεις. ἢ πέπαυσο τῆς ἀγερωχίας, καὶ τοῦ λάγνος εἶναι καὶ θηλυμανὴς ἀπόσχου, ἢ ἴσθι με παρὰ τὸν πατέρα οἰ χησομένην, ὃς οὕτʼ ἐμὲ περιόψεται καὶ σὲ γράψεται παρὰ τοῖς δικασταῖς κακώσεως.

Ἔπεμψά σοι ψῆτταν καὶ σανδάλιον καὶ κεστρέα καὶ κήρυκας πέντε καὶ τριάκοντα, σὺ δέ μοι τῶν ἐρετμῶν [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ)) [*](1 ἐρώντων] ἐρώτων Δ, ἐρώτων Π Neap.b, ἐραστῶν aut ὁρών- των Mein., ἐρετῶν Fried. | 1–2 κωμάζουσι—νεολαία] πολλοὶ γὰρ κωμάζουσιν εἰς αὐτὴν x1 | 2 θάλατταν] θάνατον x | 3 ἀπο- φέρει] προσφέρει Cob. | 5 φέρεις] εἰσφέρεις Mein. | οὕτε θέλεις] οὔτʼ ἐθέλεις Herch. (ed.) | 7 παιδίων] παίδων Γ | μάλα] μὰ Δία Nab. | παραγκωνίσασθαι] in Ν evanidum praeter γκωνίσ. | 9 Σικελικὸν ἱμάτιον] Σικελὸν ἱμάτιον x, Σικελικὰ ἱμά- τια Γ | εἰσπέμπεις] εἰσπέμπων Γ, προσπέμπεις Cob. | 10 post ἢ add. οὖν Ald., sed cf. I 11,4 | ἀγερωχίας καὶ τοῦ] in Ν distinguitur tantum ἀγε | λάγνος] λάγνης x1 | 11 ἀπόσχου] del. Nauck. | 12 οὔτʼ Seil., οὐδʼ Ο, εὖ οἶδʼ ἐμὲ οὐ Hirsch. Cf. II 29, 2) [*](14 θαλάσσιος x Vat. 1, Θάλασσος cet. | 15 σανδάλιον] σαν- δάλια Γ | 15–16 καὶ κήρυκας — τριάκοντα] om. x1, pro πέντε καὶ τριάκοντα hab. έ και λ΄ Ν, πέντε καὶ λίν (sic) Neap.b )

9
δύο πέμψον, ἐπειδὴ τἀμὰ κατέαγεν. ἀντίδοσις γὰρ [ἡ] παρὰ φίλων εἰς φίλους. ὁ γὰρ προχείρως καὶ θαρσαλέως αἰτῶν εὔδηλός ἐστιν ἅπαντα κοινὰ [τὰ πρὸς τοὺς φίλους καὶ] τὰ τῶν φίλων [ἔχειν] ἡγούμενος.

Οἱ τὴν γνώμην ἀμφίβολοι τὴν παρὰ τῶν εὐνοούν- των κρίσιν ἐκδέχονται. κἀγὼ τὰ πολλὰ ταῖς αὔραις διαλαλήσας — οὐδὲ γὰρ οὐδὲν πρὸς σὲ ἐθάρρουν ὦ γύναι — νῦν ἐξαγορεύω καὶ δέομαι τὸ λῷον ᾑρημένην συμβουλεῦσαι. ἄκουε δὴ ὡς ἔχει καὶ πρὸς ὅ τι σε δεῖ τὴν γνώμην ἐξενεγκεῖν. τὰ ἡμέτερα, ὡς οἶσθα, παν- τελῶς ἐστιν ἄπορα καὶ βίος κομιδῇ στενός· τρέφει γὰρ οὐδὲν ἡ θάλαττα. ὁ λέμβος οὖν οὗτος ὃν ὁρᾷς ὁ κω- πήρης, 〈ὁ〉 τοῖς πολλοῖς ἐρέταις κατηρτυμένος, Κωρύ- κιόν ἐστι σκάφος, λῃσταὶ δʼ Ἀτταλῆς τὸ ἐν αὐτῷ σύστημα. οὗτοί με κοινωνὸν ἐθέλουσι λαβεῖν τοῦ [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x2 (Vat. 2 Flor. ΠΔ)) [*](1 κατέαγεν Valck., κατεάγη x. κατεάγετο cet. | 2 [ἡ] del. Mein., ἡ παρὰ φίλων εἰς φίλους δόσις ἐστὶν ἀντίδοσις Bergl., ἡ 〈δόσις〉 Seil., ἥδε Pol. | ὁ γὰρ] fort. ὁ οὖν | 3 θαρσαλέως] θαρραλέως Herch. (ed.) | post ἐστιν add. ὡς praeter Flor. | 3–4 inducta del. Nauck.) [*](5 Εὐκόλυμβος] Ὄλβιος Vat. 1 | 6 παρὰ] περὶ Ven. | 8 οὐδὲ γὰρ οὐδὲν] οὐ γὰρ οὐδὲ Reisk., οὐδὲν γὰρ οὐδὲ vel οὐδὲ γὰρ οὐδὲ Mein., οὐδὲν γὰρ οὐδὲν Meis. | 9 ἐξαγορεύω] ἐξαγορεύειν Harl., ἐξαγορεύην Ven. | ᾑρημένην Herch. (ed.), εὑρομένην x1, εὑρομένην Flor. Neap.b, εὑρημένην cet. Cf. § 4 et I 4,4 | 10 δὴ Cob., δὲ Ο | 12 τρέφει] φέρει Arnaldus, οὐδένα τρέφει Mein. | 13 ὁ λέμβος] ἡ λέμβος Flor., ὁ λέμβων x Ν | οὖν] om. x | 14 〈ὁ〉 add. Herm. | κατηρτυμένος] κατηρτημένος x Δ | Κωρύκιόν] Κορύκιόν Flor. Π | 15 ἐστι Arnaldus, τὸ Ο, τι Seil. (ed.) | δʼ Ἀτταλῆς Nab., δὲ θαλάττης Ο | αὐτῷ Ven. Γ, αὐτῇ cet.)

10
τολμήματος, πόρους ἐκ πόρων [εὐμεγέθεις] ὑπισχνού- μενοι. πρὸς μὲν οὖν τὸν χρυσὸν ὃν ἐπαγγέλλονται καὶ τὴν ἐσθῆτα κέχηνα, ἀνδροφόνος δὲ οὐχ ὑπομένω γενέσθαι οὐδὲ μιᾶναι λύθρῳ τὰς χεῖρας, ἃς ἡ θάλαττα ἐκ παιδὸς εἰς δεῦρο καθαρὰς ἀδικημάτων ἐφύλαξε· μένειν δὲ πενίᾳ συζῶντα χαλεπὸν καὶ οὐ φορητόν. τούτων σὺ τὴν αἵρεσιν ταλάντευε. ὅπου γὰρ ἂν ῥέψῃς, ὦ γύναι, ἅπαξ, ἐκεῖσε ἀκολουθήσω. ἀποκόπτειν γὰρ εἴωθε τῆς γνώμης ἡ τῶν φίλων συμβουλὴ τὸ ἀμφί- βολον.

Βά〈λ〉λ᾿ ἐς μακαρίαν, ὡς ἐναντίως ἡμῖν καὶ κατὰ τὴν παροιμίαν ἐπὶ τὰ Μανδροβόλου χωρεῖ τὰ πράγματα. τὸ μὲν γὰρ [ἐπὶ] λεπτῶν κερμάτων ἀποδίδοσθαι καὶ ὠνεῖσθαι τὰ ἐπιτήδεια λιμηρὰν φέρει τὴν παραμυθίαν. ὥρα οὖν σὲ συμπράττοντα ἡμῖν, ὦ Στρουθίων, τὴν παῤ ἡμῶν ἐξ ὧν ἂν ἡ θάλαττα πορίζῃ παραμυθίαν ἐκδέχεσθαι. βούλομαι δὲ πρὸς ἕνα ἢ δεύτερον του- [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x2 (Vat. 2 Flor. ΠΔ)) [*](1 ἐκ πόρων] ἐξ ἀπόρων Blomfield, ἐκ φόνων Meis. | [εὐμεγέθεις] del. Mein. (qui etiam 〈καὶ μισθοὺς〉 εὐμεγέθεις) | 3 ὑπομένω] ὑπομένων x Ν | 5 ἀδικημάτων] del. Cob. | 6 οὐ φο- ρητόν] ἀφόρητον Neap.b | 7 ταλάντευε Schneider, ταλαντεύη O | ὅπου] om. Ven., ὅποι Mein., sed cf. IV 13,2 | 9 τὸ ἀμφί- βολον] ante συμβουλὴ hab. x, τὸ om. Δ) [*](12 〈λ〉 add. Bergl., μάλʼ Δ | 13 Μανδροβόλου] Μανδρυα- βόλου Ven. Ν Vat. 1 | 14 [ἐπὶ] del. Cob. | ante καὶ lac. sign. posuit Mein. (ed.) supplens 〈τοὐψώνιον〉 | 15 λιμηράν | λυπη- ρὰν x, λυπρὰν Cob. | τὴν] om. x | 16 σὲ Bergl., καὶ Ven. γε cet. | 17 παραμυθίαν] παραμοιβὴν vel ἀνταμοιβὴν Wagn. | 18 ἐκδέχεσθαι] εἰσδέχεσθαι x, ὥρα οὖν 〈καὶ〉 σὲ et ὦ Στρου- θίων 〈χαρίζεσθαι, καὶ ἡμᾶς〉 τὴν παῤ ὑμῶν Mein. )

11
τωνὶ τῶν λακκοπλούτων διὰ σοῦ προξένου, ἢ πρὸς Ἐρασικλέα τὸν Σφήττιον ἢ πρὸς Φιλόστρατον τὸν Χολαργέα, οἰκείως ἔχειν ὡς αὐτὸς ἐπὶ τῶν φερνίων κομίζειν αὐτοῖς τοὺς ἰχθύας. πάντως γὰρ πρὸς τῇ καταβολῇ τἀργυρίου ἔσται παῤ αὐτῶν τις διὰ σοῦ παραμυθία Διονυσίων ἢ Ἀπατουρίων τελουμένων. καὶ ἄλλως ἐκ τῆς πικρὰς τῶν ἀγορανόμων ἐξελοῦνται ἡμᾶς χειρός, οἳ καθʼ ἑκάστην ἐπὶ τῷ σφετέρῳ κέρδει εἰς τοὺς ἀπράγμονας ἐμφοροῦσιν ὕβρεις. πολλοῦ δὲ δύ. νασθαι τοὺς παρασίτους ὑμὰς παρὰ τοῖς νέοις καὶ πλουσίοις οὐ λόγος ἀλλʼ ἔργον ἔδειξεν.

Τὴν μὲν θάλατταν, ὡς ὁρᾷς, φρίκη κατέχει καὶ τὸν οὐρανὸν ὑποβέβηκεν ἀχλὺς καὶ πάντα πανταχόθεν συννέφελα, καὶ οἱ ἄνεμοι δὲ πρὸς ἀλλήλους ἀρασσό- μενοι ὅσον οὔπω κυκήσειν τὸ πέλαγος ἐπαγγέλλονται. ἀλλὰ καὶ οἱ δελφῖνες ἀνασκιρτῶντες καὶ τῆς θαλάττης ἀνοιδούσης λείως ἐφαλλόμενοι χειμῶνα καὶ τάραχον ἐπιόντα μηνύουσι. Ταύρου δέ φασιν ἐπιτολὴν κατʼ οὐρανὸν οἱ τὰ μετέωρα δεινοὶ τὰ νῦν ἑστάναι. πολ- [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ)) [*](1 sq. ἢ πρὸς — Χολαργέα] om. x1 | 2 Σφήττιον Vind. (scrip- sit quidem Σφίττιον), Φρύττιον x, Φρίττιον cet. | 3 φερνίων] φερνίκων Ν x1 | 4 αὐτοῖς x1, αὐτῷ cet. | 6 αὐτῶν x1, αὐτῷ cet. | 7 τῶν] om. Ven. | 8 κέρδει x1, κερδαίνειν x Ν, κέρδει κερδαίνειν cet., κερδαίνοντι Mein. | 9 ἐμφοροῦσιν] ἐκφέρουσιν Reisk. πολλοῦ] πολὺ vel πολλὰ Reisk. Expectes potius μέγα cum Hirsch. | 10 ὑμᾶς ΠΔ, ἡμὰς cet.) [*](2 Κέφαλος] Ἔφαλος Nauck. | 15 συννέφελα] συνέφελα x Π, συννένοφεν Cob. | ἀρασσόμενοι] ταρασσόμενοι x | 18 ἀνοιδούσης] ἀνοιδουμένης Δ)

12
λάκις οὖν σώζονται ὑπʼ ἀσφαλείας οἱ προμηθούμενοι φυλάξασθαι τὸν κίνδυνον· εἰσὶ δὲ οἵ, παραδόντες ἑαυ- τοὺς ἅπαξ τῷ πελάγει, ὑπʼ ἀμηχανίας τῇ τύχῃ τοὺς οἴακας ἐπέτρεψαν φέρεσθαι. ὅθεν ἀκούομεν τοὺς μὲν κατὰ τὸ Μαλέας ἀκρωτήριον, τοὺς δὲ κατὰ τὸν Σικε- λικὸν πορθμόν, ἄλλους δὲ εἰς τὸ Λιβυκὸν πέλαγος ῥύμῃ φερομένους ἐποκέλλειν ἢ καταδύεσθαι. ἔστι δὲ οὐδὲν τούτων πρὸς χειμῶνα καὶ κίνδυνον ὁ Καφηρεὺς ἐπιεικέστερος. ἀναμείναντες οὖν ἀπολῆξαι τὸ κλυδώ- νιον καὶ καθαράν αἰθρίαν γενέσθαι, περινοστήσομεν ἄχρι καὶ αὐτοῦ τοῦ Καφηρέως τὰς ἀκτάς, ἵνʼ εἴ πού τι τῶν ἐκ ναυαγίας ἀποπτυσθὲν εὑρεθείη σῶμα, τοῦτο περιστείλαντες ταφῇ καλύψωμεν. οὐ γὰρ ἄμισθον τὸ εὖ ποιεῖν κἂν μὴ παραχρῆμα τῆς εὐεργεσίας ἡ ἀντί- δοσις φαίνηται. τέρπει δὲ οὐδὲν ἧττον τοὺς ἀνθρώ- πους πρὸς τοῖς ἐλπιζομένοις ἀγαθοῖς καὶ διαχεῖ τὴν καρδίαν τὸ συνειδός, καὶ μάλισθʼ ὅταν εἰς τοὺς ὑμο- φύλους οὐκέτʼ ὄντας τὴν εὐποιίαν καταβάλλωνται.

[*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x2 (Vat. 2 Flor. ΠΔ))[*](1 οὖν] μὲν οὖν Mein. | προμηθούμενοι] προθυμούμενοι x, | προμυθούμενοι Ν | 3 ἅπαξ] om. x1 | 4 ἐπέτρεψαν Mein., ἐπιτρέψαντας x, ἐπιτρέψαντες cet., ἐπιτρέψαντες 〈εἴασαν ἑαυ- τοὺς ἀνέμοις καὶ κύμασι〉 φέρεσθαι Pol., idem sed ἐῶσιν Herw., ἐπιτρέψαντες φέρονται 〈εἰς ὄλεθρον〉 Meis. | 5 Μα- λέας] Μαλέου Flor. | 7 ἐποκέλλειν x1, ἐποκείλειν cet., ἐποκεῖλαι Bergl. | 8 οὐδὲν] οὐδενὸς Mein. (ed.) | χειμῶνα καὶ κίνδυνον] ord. inv. x1 | 10 περινοστήσομεν Bergl., ἀέρι νοστήσομεν x⁴ Flor. Δ, ἀέρι νοστήσοωμεν cet., ἀέρι περινοστήσομεν Wagn. Absurdum ἀέρι | 11 τὰς ἀκτάς] om. Ven., τῶν ἀκτῶν x² | 13 ταφῇ καλύψωμεν] ord. inv. Δ | 15 φαίνηται] γένηται x1 | τέρπει Mein., τρέφει Ο | 16 πρὸς] del. Heysius. Fort. delen- dum πρὸς—ἀγαθοῖς | 17 τὸ συνειδός] om. Γ | 18 καταβάλλων- ται] καταβάλωνται Mein. (ed.))
13

Οὐκέτʼ εἰμὶ ἐν ἐμαυτῇ, ὦ μῆτερ, οὐδὲ ἀνέχομαι γήμασθαι ᾧ με κατεγγυήσειν ἐπηγγείλατο ἔναγχος ὁ πατήρ, τῷ Μηθυμναίῳ μειρακίῳ τῷ παιδὶ τοῦ κυβερ- νητου, ἐξ ὅτου τὸν ἀστικὸν ἔφηβον ἐθεασάμην τὸν ὠσχοφόρον, ὅτε με ἄστυδε προὔτρεψας ἀφικέσθαι Ὠσχο- φορίων ὄντων. καλὸς γάρ ἐστι, καλός, ὦ μῆτερ, καὶ ἥδιστος, καὶ βοστρύχους ἔχει βρύων οὐλοτέρους, καὶ μειδιᾷ τῆς θαλάττης γαληνιώσης χαριέστερον, καὶ τὰς βολὰς τῶν ὀφθαλμῶν ἐστι κυαναυγής, οἷος τὸ πρῶτον ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ὁ πόντος καταλαμπόμενος φαίνεται. τὸ δὲ ὅλον πρόσωπον αὐτοῦ — ἐνορχεῖσθαι ταῖς παρειαῖς εἴποις ἂν τὰς Χάριτας τὸν Ὀρχομενὸν ἀπολιπούσας καὶ τῆς Ἀργαφίας κρήνης ἀπονιψαμένας· τὼ χείλη δὲ τὰ ῥόδα τῆς Ἀφροδίτης ἀποσυλήσας τῶν κόλπων διήνθισται ἐπὶ τῶν ἄκρων ἐπιθέμενος. ἢ τού- τῳ μιγήσομαι ἢ τὴν Λεσβίαν μιμησαμένη Σαπφὼ οὐκ [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) et [usque ad § 3 ἐνορ- χεῖσθαι] x² (Vat. 2 Flor. ΠΔ)) [*](3 κατεγγυήσειν Π, κατεγγύησιν Flor. Vat. 2, κατεγγυώσειν Vat. 1, κατʼ ἐγγύησιν cet. | 6 ἐξ ὅτου] om. Ven. | 6 προὔτρεψας] προὔπεμψας Δ, προὔπεμψεν x | 7 καλὸς] καλὸς μὲν Bergl. (ed.) | καλός] om. x | 8 βρύων] βοτρύων x1 | 10 ὀφθαλμῶν] ὀμμάτων x2. Cf. III 31, 1 | πρῶτον] πρῷον Jacobs. | 11 ἡλιακῶν ἀκτίνων x1, ἀκτίνων τῶν ἡλιακῶν cet. Cf. I 15, 2 | 12 αὐτοῦ Neap.b αὐτὰς ΠΔ, αὐταῖς cet. | 13 ταῖς] τὰς x2 | τὰς] αὐτὰς Ν | χάριτας] om. Ν, αὐταῖς ἐνορχεῖσθαι ταῖς χάρισιν εἴποις ἂν τὸν Ὀρχομε- νὸν ἀπολιπούσαις Mein., φαίνεται δὲ ὅλος πρόσωπον. αὐτὰς ἐνορχεῖσθαι Nauck., τῷ δὲ ὅλῳ προσώπῳ Osann., καταλαμπό- μενος. φαίνεται δὲ τὸ ὅλον πρόσωπον. αὐτας ἐ. Meis. | 14 Ἀρ- γαφίας] Ἀναφίας x, Γαργαφίας Bergl. sed defend. Mein. (An. Alex. p. 282) | κρήνης⌋ κρήσσης Γ | 16 post ἐπιθέμενος add. ὡρῶν Γ, Cf. III 29, 3 | 17 μιγήσομαι] γαμήσομαι Nab. | Σαπφὼ] del. Nah.)

14
ἀπὸ τῆς Λευκάδος πέτρας, ἀλλʼ ἀπὸ τῶν Πειραϊκῶν προβόλων ἐμαυτὴν εἰς τὸ κλυδώνιον ὤσω.

Μέμηνας, ὦ θυγάτριον, καὶ ἀληθῶς ἐξέστης. ἐλλε- βόρου δεῖ σοι, καὶ οὐ τοῦ κοινοῦ τοῦ δὲ ἀπὸ τῆς Φωκίδος Ἀντικύρας, ἥτις, δέον αἰσχύνεσθαι κορικῶς, ἀπέξυσαι τὴν αἰδῶ τοῦ προσώπου. ἔχε ἀτρέμα κατὰ σεαυτὴν καὶ ῥάπιζε τὸ κακὸν ἐξωθοῦσα τῆς διανοίας. εἰ γάρ τι τούτων ὁ σὸς πατὴρ πύθοιτο, οὐδὲν διασκε- ψάμενος οὐδὲ μελλήσας τοῖς ἐναλίοις βορὰν παραρρίψει σε θηρίοις.

Εὐοψία μὲν ἦν καὶ πλῆθος ἰχθύων· ἐγὼ δὲ τὴν σαγήνην ἁπλώσας . . . . ἠπόρουν ὅ τι πράξαιμι. ἔδοξεν οὖν Σισύφειόν τί μοι βουλευσαμένῳ βούλευμα ἐλθεῖν παρὰ τὸν δανειστὴν Χρέμητα, καὶ ὑποθήκην αὐτῷ [*](x (Harl. Ven.) Neap.b (hic usque ad I 13) N x1 (Γ Vat. 1)) [*](3 Γλαυκίππῃ] Γλαυκώπῃ Ν | 5 δεῖ] δὲ Vat. 1 | 6 δέον x1, δὲ cet. | κορικῶς x, κωρικῶς Ν, κωμικῶς cet. | 7 ἀπέξυσαι Bergl., ἀπέξεσας Ο. Cf II 38,3 | ἀτρέμα] ἀτρέματα Ven. | 7–8 κατὰ—ράπιζε Herm., καὶ κατὰ σεαυτὴν ῥάπιζε x, idem sed ῥίπιζε cet., καὶ 〈μὴ〉— ῥίπιζε vel καὶ κατὰ σεαυτὴν τρέπου Bergl., καὶ κατὰ σεαυτήν, 〈καὶ〉 ῥάϊζε Bast., καὶ κατὰ σεαυ- τήν. ῥάπιζε Reisk., καὶ κ. σ. 〈γενομένη〉 ῥάπιζε Mein., 〈τὸ〉 κατὰ σεαυτὴν καὶ ῥάπιζε Herch., κατά—ἀπορρίζου Meis. | 10 παραρρίψει σε] παραρρίψειε x Ν, παραρρίψειέ σε Γ, 〈ἂν〉 πραραρρίψειέ σε Seil., sed cf. v. c. II 21, 3, III 5, 3) [*](13 εὐοψία] εὐδία Herm. | 14 ἁπλώσας] ἀπρώσας Ven, ἀποσχίσας Arnold., ἀπολέσας Dobraeus, at non amisit rete Euagr., cf. sqq. | lac. sign. posuit Mein. supplens 〈καὶ πολ- λαχοῦ διεσχισμένην ὁρῶν〉, suppl. 〈ἀπεσχισμένην〉 Meis. | ὅ τι] ὃ x, τί Wagn. (ed.))

15
καθομολογήσαντα τὸ σκάφος λαβεῖν χρυσοῦς τέσσαρας, ἐξ ὧν αὖθις καινουργῆσαί μοι τὴν σαγήνην ὑπάρξειεν. καὶ δῆτα τοῦτο λόγου θᾶττον ἐγένετο. καὶ ὁ Χρέμης ὁ κατεσκληκώς, ὁ συνεσπακὼς τὰς ὀφρῦς, ὁ ταυρηδὸν πάντας ὑποβλέπων, ἴσως ἔρωτι τῆς ἀκάτου χαλάσας τὸ βαρὺ καὶ ἀμειδές, ἀνεὶς τὰς ὄψεις ὑπεμειδία πρός με καὶ οἷος εἶναι ὑπουργεῖν πάντα ἔφασκεν. εὐθύς μὲν οὖν ἔκδηλος ἦν, οὕτως ἀθρόως τὸ σκυθρωπὸν λύσας, οὐκ ἀγαθόν τι διανοούμενος, ἀλλʼ ὕπουλον ἔχων τὸ φιλάνθρωπον· ὡς δὲ ἐνστάντος τοῦ καιροῦ πρὸς τῷ ἀρχαίῳ καὶ τὸν τόκον ἀπῄτει οὐδὲ εἰς ὥραν ἐνδιδούς, ἐπέγνων τοῦτον ἐκεῖνον ὃν πιστάμην πρὸς τῇ Διο- μη[τ]ίδι πύλῃ καθήμενον, τὸν τὴν καμπύλην ἔχοντα, τὸν ἐχθρὰ πᾶσι φρονοῦντα Χρέμητα τὸν Φλυέα· καὶ γὰρ ἕτοιμος ἦν ἐπιλήψεσθαι τοῦ σκάφους. ἰδὼν οὖν εἰς ὅσον ἀμηχανίας ἐληλάκειν, οἵκαδε ἀποτρέχω καὶ τὸ χρυσοῦν ἁλύσιον, ὅπερ ποτὲ εὐπορῶν τῇ γαμετῇ κόσμον εἶναι περιαυχένιον ἐπεποιήκειν, ἀποσπάσας τοῦ τρα- χήλου, ὡς Πασίωνα τὸν τραπεζίτην ἐλθὸν ἀπημπόλησα, καὶ συναγαγὼν τὰ νομίσματα αὐτοῖς τόκοις φέρων [*](x (Harl. Ven.) N x1 (Γ Vat. 1) et [inde a § 4 περιαυχένιον] x2 (Vat. 2 Flor. ΠΔ)) [*](1 καθομολογήσαντα x1, καθομολογήσαντι cet. | χρυσοῦς Cob., χρυσίνους Ο | 3 καὶ—ἐγένετο] καὶ τοῦτο δή, τὸ τοῦ λό- γου, λόγου θᾶττον ἐγένετο Nab. | 4 συνεσπακὼς Pol., κατεσπα- κὼς Ο, ἀνεσπακὼς Herm., at cf. II 5 | 6 τὰς ὄψεις] τὴν ὄψιν Herch. (ed.) | 10 ἐνστάντος—οὐδὲ] om. Ven. | 11 post ὥραν add. ἡμέραν Ν, ἡμέρας Seil. (ed.) | 13 [τ] del. L. Dindorf. Vid. III 15,4 | 18 ἐπεποιήκειν] ἐπεπορίκειν Mein. (ed.), ἐπεποιήμην Po1. Cf. tamen v. c. IV 4, 4 | 19 ὡς] ὥσας (sic) Ν, ἐς Flor. Πασίωνα cl. II 36 inscr. et III 30, 4 Scil. (ed.), Πασάωνα x, Πα- σέωνα cet. | 20 νομίσματα] ν ν Ν, II Vat. 1, νομίσματα 〈τὸ δά- νεισμα〉 Mein. | αὐτοῖς Vat. 1, σὺν αὐτοῖς cet.)
16
ἀπέδωκα, καὶ ὤμοσα κατʼ ἐξωλείας ἐμαυτοῦ μήποτʼ U+003CἄνU+003E ὑπομεῖναι παρά τινα τῶν ἐν πόλει δανειστῶν ἐλθεῖν μηδʼ ἂν U+003CεἰU+003E φθάνοιμι λιμῷ κατασκλῆναι. ἄμεινον γὰρ εὐπρεπῶς ἀποθανεῖν ἢ ζῆν ὑποκείμενον δημοτικῷ καὶ φιλοκερδεῖ πρεσβύτῃ.

Θυναῖος Σκοπέλῳ.

Ἀκήκοας ἀκουσμάτων βαρύτατον, ὦ Σκόπελε; στόλον Ἀθηναῖοι διανοοῦνται πέμπειν εἰς τὴν ὑπερορίαν ναυ- μαχεῖν ἐθέλοντες. καὶ ἤδη μὲν ἡ Πάραλος καὶ ἡ | Σαλαμινία αἱ μάλιστα ταχυναυτοῦσαι πρόδρομοι λύουσι [τῶν ᾐόνων] τὰ πρυμνήσια, τοὺς μαστῆρας [οἳ μέλ- λουσιν ἀπαγγέλλειν παρʼ οὗ καὶ ὅτε δεῖ ἀπιέναι πολε- μήσοντας,] ἐνθέμεναι. χρεία 〈δέ〉 ταῖς λοιπαῖς ναυσὶ τὸ στρατιωτικὸν τάγμα δεχομέναις ἐρετῶν πλειόνων καὶ οὐχ ἥκιστα ἐμπείρων ἀνέμοις καὶ κύμασιν ἀπομοά- χεσθαι. τί οὖν, ὦ βέλτιστε, δρῶμεν; φεύγομεν ἢ μέ- [*](x (Harl. Ven) [usque ad I 14] N x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. Π Δ)) [*](1 κατʼ ἐξωλείας Bast., κατʼ ἐξωλε . . . Π Δ, κατεξώνας Flor. Vat. 2, κατὰ τελώνας x, κατέξων N , κατʼ x1, καταρώμενος Reisk. | 〈ἂν〉 add. Herch. (ed.) | 3 〈εἰ〉 add. Mein. (ed.) Nunquam Alc. ἂν c. opt.; IV 10, 3 male ortum e praec. κἄν | κατασκλῆναι Bergl. (ed.), κατακλιθῆναι x, κατακληθῆναι Ν, κατασκληθῆναι cet., κατεσκληκέναι Mein. | 4 δημοτικῷ] λημῶντι Hirsch., δανειστικῷ Meis. An λημματικῷ?) [*](7 βαρύτατον] βαρυτάτων Ald. | 8 ὑπερορίαν] ὑστεραίαν Nab. | 11 [τῶν ᾖόνων] del. Herch. (ed.) Cf. III 11,3 | [οἳ— πολεμήσοντας] del. Herm. Frustra πᾶσιν pro παρʼ Gloss. Eichst. | 13 〈δὲ〉 add. Mein.(ed.) | 14 δεχομέναις] δεξομένοις Nab. | 16 τί οὖν--μένομεν] post ἐργάτας collocat Mein. | φεύγομεν ἢ μένομεν] φεύγωμεν ἢ μένομεν Δ, φεύγωμεν ἢ μέ- νωμεν Jacobs., verum A. P. V 75 cfrt Bergl.)

17
νομεν; ἀνδρολογοῦσιν ἐκ Πειραιῶς καὶ Φαληρόθεν καὶ 〈ἐκ〉 Σουνίου καὶ μέχρι τῶν αὐτῶ 〈τῷ〉 Γεραιστῷ προσοίκων χωρίων τοὺς τῆς θαλάττης ἐργάτας. πῶς δὲ κἂν ἡμεῖς οἱ μηδὲ τὴν ἀγορὰν εἰδότες ὑπομείναιμεν παρατάττεσθαι καὶ ὁπλομάχοις ἀνδράσιν ὑπηρετεῖν; δυοῖν δὲ ὄντοιν χαλεποῖν, τοῦ τε φεύγειν ἐπὶ τέκνοις καὶ γυναιξὶ τοῦ τε μέλλειν ξίφεσιν ὁμοῦ καὶ θαλάττῃ παραδιδόναι τὸ σῶμα, τοῦ μένειν ὄντος ἀλυσιτελοῦς τὸ φεύγειν ἐφάνη λυσιτελέστερον.

Ηγνόουν ὅσον εἰσὶ τρυφερὰ καὶ ἁβρόβια τῶν Ἀθή- νησι πλουσίων τὰ μειράκια· ἔναγχος δὲ Παμφίλου μετὰ τῶν συνηλικιωτῶν μισθουμένου τὸ σκαφίδιον. ὡς ἂν ἔχοι γαληνιῶντος τοῦ πελάγους παραπλεῖν ἃμα καὶ συμμετέχειν ἡμῖν τῆς ἄγρας τῶν ἰχθύων, ἔγνων ἡλίκα αὐτοῖς ἐκ γῆς καὶ θαλάττης πορίζεται τρυφή- ματα. οὐ γὰρ ἀνεχόμενος τῶν ξύλων τῆς ἁλιάδος ἐπί τε ταπήτων τινῶν ξενικῶν καὶ ἐφεστρίδων κατακλιθείς [*](x(Harl.Ven)[inde ab I 15]Nx1 (Γ Vat.1)x²(Vat.2Flor.ΠΔ)) [*](1 ἀνδρολογοῦσιν Herch. (ed.), ἀνδρολογοῦσι δʼ 0 | 2 〈ἐκ〉 add. Herch. (ed.) | 〈τῷ〉 addidi, τῶν αὖ τῷ Herch. | 3 χωρίων Mein. (ed.), ὁρίων Ο, ῥίων Herch. (ed.) | 4 δὲ κἂν Mein. (ed.), δὲ καί Vat. 1 x2, δὲ Γ, σε N, σʼ ἂν Herch. (ed.) | 5 ὑπη- ρετεῖν Bergl., ὑπηρετεῖσθαι O | 6 δυοῖν] δυσὶ Ν Flor., δυσοῖν Δ | 7—8 τοῦ τε μέλλειν—παραδιδόναι] ἢ μένειν—παραδιδόναι Ν, τοῦ τε μένειν — παραδιδόναι Mein. (ed.), idem sed παραδι- δόντας Herch. (ed.)) [*](10 Hab. inscr. ep. praec. x. | 11 εἰσὶ] ἐστὶ Herch. (ed.) | 13 τὸ] τι Ven. | 14 ὡς ἂν] ὡ . . . . . σἲν (sic) Π | παραπλεῖν Γ, περιπλεῖν cet. | 17 post ἁλιάδος in Π sex litt. lac. | ἐπί τε Bergl., ἐπί γε Vat. 2, ἔς τε Γ Π Δ, ἔς γε cet. | 18 ἐφεστρίδων] ἐφεστρί- δος x1 | κατακλνθείς] κατακλινής x2, κατακλινεές Ald. ALCIPHRON ed. Schepers.)

18
― οὐ γὰρ οἷός 〈τε〉 ἔφασκεν εἶναι κεῖσθαι ὡς οἱ λοιποὶ ἐπὶ τῶν καταστρωμάτων, τὴν σανίδα οἶμαι λίθου νομίζων τραχυτέραν — ᾔτει παρʼ ἡμῶν σκιὰν αὐτῷ μηχανήσασθαι τὴν τοῦ ἱστίου σινδόνα ὑπερπε- τάσαντας, ὡς οὐδαμῶς οἷός τε ὢν φέρειν τὰς ἡλιακὰς ἀκτίνας. ἡμῖν δὲ οὐ μόνον τοῖς ταύτην ποιουμένοις τὴν ἐργασίαν, ἀλλὰ καὶ πᾶσιν ἀπαξαπλῶς ὅσοις μὴ περιουσία [πλούτου] πρόσεστι, ἢ σπουδάζεται ἔστιν οὐ δυναμένοις τῇ εἴλῃ θέρεσθαι. ἐν ἴσῳ γὰρ κρυμὸς καὶ θάλαττα. φερομένων δὲ ἄμα — οὐ μόνος οὐδὲ μετὰ μόνων τῶν ἑταίρων ὁ Πάμφιλος, ἀλλὰ καὶ γυναίων αὐτῷ περιττῶν τὴν ὥραν πλῆθος συνείπετο, μουσουργοὶ πᾶσαι· ἡ μὲν γὰρ ἐκαλεῖτο Κρουμάτιον καὶ ἦν αὐλη- τρίς, ἡ δὲ Ερατὼ καὶ ψαλτήριον μετεχειρίζετο, ἄλλη δὲ Εύεπὶς καὶ αὕτη κύμβαλα ἐπεκρότει — ἐγένετο οὖν μοι μουσικῆς ἡ ἄκατος πλέα, καὶ ἦν ᾠδικον τὸ πέλα- γος καὶ πᾶν θυμηδίας ἀνάμεστον. πλὴν ἐμέ γε ταῦτα οὐκ ἔτερπεν. οὐδὲ γὰρ οὐκ ὀλίγοι τῶν ὁμοβίων καὶ [*](x (Har. Ven.) Ν x1 (Γ Vat. 1) x2 (Vat. 2 Flor. Π Δ)) [*](1 〈τε〉 add. Ald. | λοιποὶ ἐπὶ τῶν Ald., λοιποὶ κατὰ τῶν x1 Π, λοιποὶ τῶν cet., λοιποί, τῶν sublata virg. ante sq. τὴν Mein. | 3 λίθου νομίζων Flor., ord. inv. cet. | 7 ἀπαξαπλῶς] ἅπαξ ἀπλῶς Π Δ, om. ἅπαξ x1 | 8 [πλούτου] induxi | ἢ—οὐ] [ἢ] — οὗ Ald., καὶ— οὗ Jacobs., [ἢ]— ὅτε Herch., [ἢ]— οὗ ἐστι Herw., [ἢ] —〈οὗ〉 οὐ Pol., εἰ— οὐ Büch., [ ἢ σπουδάζεται] ἔστι βουλομένοις Meis. | 9 δυναμένοις] δυναμένων x² | 9-10 κρυμὸς —ἃμα Ald., idem sed κρυμοὺς καὶ θάλατταν x2, κρυμούς καὶ θάλασσαν φέρομεν ἃμα. φερομένων δὲ ἅμα cet. (θάλπος pro θάλασσαν x1, qui om. bis ἅμα) | 11 ἑταίρων] ἑτέρων Ven. x1 | 12 αὐτῷ] τῷ Ν | μουσουργοὶ πᾶσαι x Flor., ord. inv. cet. | 15 Εῦεπὶς Nauck., Εὐεπὴς 0, Eῦέπης Mein. (ed.), Εῦτέρπη Herch. | καὶ αὕτη x1, αὕτη δὲ cet. | 17 πᾶν θυμηδίας] πανθυ- μεστον μηδίας Vind., πάσης θυμηδίας Mein. | ἀνάμεστον] ἀναπλέων Δ | 18 οὐδὲ] εἶον Cob., ἐπετδον Herch., ἐφθόνρυr Meis. )
19
μάλιστα ὁ πικρὸς Γλαυκίας Τελχῖνος ἦν μοι βασκαίνων βαρύτερος. ἐπεὶ δὲ τὸν μισθὸν πολὺν κατέβαλε[το], τἀργύριόν με διέχει, καὶ νῦν ἐκείνου τοὺς ἐπιθαλατ- τίους ἀγαπῶ κώμους καὶ τοιοῦτον ἕτερον ἐὑτιστῆναί μοι ποθῶ δαπανηρὸν καὶ πολυτελῆ νεανίσκον.

Εἰ μέν τι δύνασαι συμπράττειν, καὶ δῆτα λέγε πρός με, οὐ πρὸς ἑτέρους ἔκπυστα ποιῶν τἀμά· εἰ δὲ μηδὲν οἷός τε εἶ ὠφελεῖν, γενοῦ μοι τὰ νῦν Ἀρεοπαγίτου στεγανώτερος. ἐγὼ δέ, ὅπη ποτὲ τἀμά, σοι διηγήσο- μαι. ἔρως με οὐκ ἐῷ παρεμπεσὼν ὑπὸ τοῦ λογισμοῦ κυβερνᾶσθαι, ἀλλὰ τὸ νῆφον ἐν ἐμοὶ συνεχῶς ὑπὸ τοῦ πάθους βυθίζεται. πόθεν γάρ ποτε εἰς ἁλιέα δύστηνον ἀγαπητῶς τὴν ἀναγκαίαν ἐκπορίζοντα δια- τροφὴν ἔρως ἐνέσκηψε καὶ ἐντακεὶς οὐκ ἀνίησιν, ἀλλʼ ἴσα τοῖς πλουσίοις καὶ ὡρικοῖς νεανίσκοις φλέγομαι; καὶ ὅ ποτε γελῶν τοὺς ἐκ τρυφῆς πάθει δουλεύοντας ὅλος εἰμὶ τοῦ πάθους, καὶ γαμησείω νῦν καὶ τὸν [*](x (Harl. Ven) Ν x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. Π Δ)) [*](1 πικρὸς] μικρὸς x Ν, μιαρὸς Mein. | 2 βαρύτερος] βαρύ- τερον Herch. (ed.) | [το] del. Bergl., τότε Mein., ἀπέλαβον Herch. (ed.) | 3 διέχει] διέχεε Cob.) [*](6 Ἀρμενίῳ] Ἀρμένῳ Herch. (ed.) | 7 μέν τι] μέντοι x Ν | 8 οὐ— τἀμά] post στεγανώτερος collocat Stang. | ἔκπυστα] ἔκπτυστα Ν | μηδὲν] μηδὲ x Ν | 9 εἰ] om. Ν x² | Ἀρεοπαγίτου Ven. Vat.2,Ἀρειοπαγίτου cet.| 10 διηγήσομαι]διηγήσομαι;Reisk., διηγήσωμαι Bergl., διηγήσομαι 〈ἀπορῶ〉 Nab. Malui virgu- lam ponere ante σοι | 13 ποτε] πότε Flor., πόθεν Mein. | 16 ἴσα Ν x1, ὅσα Π (mrg. ἶσα) Δ, ἴσα cet. | φλέγομαι] φθέγγο- μαι x | 18 ὄλος] ὅλως Δ | καὶ γαμησείοω] γαμησείων Vind. | τὸν Ὑμέναιον] del. Pol.)

20
Ὑμέναιον ἐκφαντάζομαι τὸν παῖδα τῆς Τερψιχόρης. ἔστι δὲ ἡ παῖς ἧς ἐρῶ τὸ τῶν μετοίκων θυγάτριον τῶν ἐξ Ερμιόνης οὐκ οἶδʼ ὅπως εἰς Πειραιᾶ φθαρέν- των. ἄλλην μὲν οὖν δοῦναι προῖκα οὐκ ἔχω· ἐμαυτὸν δὲ δείξας οἷός εἰμι θαλαττουργός, εἰ μὴ μαίνοιτο ὁ ταύτης πατήρ, οἶμαι παρέξειν ἐπιτήδειον νυμφίον.

Ἠρόμην ἰδὼν ἐπὶ τῆς ᾐόνος τῆς ἐν Σουνίῳ πα- λαιὸν καὶ τετρυχωμένον δίκτυον, ὅτου εἴη καὶ τίνα τρόπον οὐκ ἐξ ὄγκου μόνον ἀποσχισθέν, ἤδη δὲ καὶ ὑπὸ χρόνου παλαιότητος διερρωγὸς ἀποκέοιτο. οἱ δὲ ἔφασαν σὸν κτῆμα γεγονέναι πρὸ τούτων εττάρων ἐτῶν, εἶθʼ ὑφάλῳ προσομιλῆσαν πέτρᾳ κατὰ μέσον ἀποσχισθῆναι τῶν πλεγμάτων· σοῦ δὲ ἐξ ἐκείνου μήτε ἀκέσασθαι μήτε ἀνελέσθαι βουληθέντος μεῖναι, μηδε- νὸς τῶν ἐνοικούντων ὡς ἀλλοτρίου θιγγάνειν ἐπι- χειρήσαντος. ἐγένετο οὖν οὐκ ἐκείνων μόνον ἀλλὰ [*](x (Harl. Ven.) Ν x1 (Γ Vat. 1) x² (Vai.2 Flor. Π Δ)) [*](1 ἐκφαντάζομαι] φαντάζομαι Herch. (ed.) | τὸν Berg1., τὴν Ο | 2 ἧς ἐρῶ τὸ Bergl., εἰς ἔρωτα Ο, ἧς ἐρῶ του Reisk. | 4 ἐμαυτὸν] ἑαυτὸν x | 5 θαλαττουργός] θαυματουργός x Ν | μαίνοιτο] μένοιτο Flor., ἀναίνοιτο Pierson.) [*](10 ἐξ ὄγκου μόνον Bergl., ἐξογκούμενον Ο, ἐξογκούμενον μόνον vel ἐξακούμενον vel [οὐκ] ἐξογκούμενον Bergl. etiam, ἐξ ὀλίγου μὲν Κeilius | ἀποσχισθέν Ν x² (ἀποσχισθῆναι Π unde ἀποσχισθείη Mein.), ὑποσχισθέν cet. Cf. sqq. | 11 παλαιότη- τος] del. Cob., οὐκ— παλαιότητος del. Meis. | ἀποκέοιτο Γ Ν, ἀπέκειτο cet. | 12 ἔφασαν] ἔφθασαν x, ἔφρασαν Mein. | 14 μήτε] μηκέτι Vind. Fort. μηκέτι—μηδὲ | 15 ἀνελέσθαι] ἀποδόσθαι Nab. | 16 ἐνοικούντων] περιοικούντων Flor. | ἐπι- χειρήαντος] ἐπιχειρήματος Ν | 17 ἐκείνων x, ἐνοίκων cet. )

21
γὰρ καὶ σοῦ τοῦ ποτε δεσπότου λοιπὸν ἀλλότριον. αἰτῶ οὖν σε τὸ τῇ φθορᾷ καὶ τῷ χρόνῳ μὴ σόν. σὺ δʼ ᾧ παντελῶς ἀπώλειαν προσένειμας, ἥκιστα ζημιού- μενος, ἕτοιμος ἔσο πρὸς τὴν δόσιν [ἔρρωσο].

Δυσμενὴς καὶ βάσκανος ὁ τῶν γειτόνων ὀφθαλ- μός, φησιν ἡ παροιμία. τίς γάρ σοι τῶν ἐμῶν φρον- τίς; τί δὲ τὸ παρʼ ἐμοῦ ῥᾳθυμίας ἠξιωμένον κτῆμα σὸν εἶναι νομίζεις; εἶργε τὰς χεῖρας, μᾶλλον δὲ τὰς ἀπλήστους ἐπιθυμίας, μηδέ σε ἡ τῶν ἀλλοτρίων ὄρεξις ἀδίκους αἰτεῖν χάριτας ἐκβιαζέσθω.

Οὐκ ᾔτησά σε ἃ ἔχεις, ἀλλʼ ἃ μὴ ἔχεις. ἐπεὶ δὲ οὐ βούλει ἃ μὴ ἔχεις ἕτερον ἔχειν, ἔχε μὴ ἔχεις.

Οὐκ ἐς κόρακας φθαρήσεται ὁ σκοπιωρὸς ὁ Λέσβιος; [*](x (Harl. Ven.) Ν x1 (Γ Vat. 1) x²(Vat. 2 Flor. Π Δ) 1 γὰρ] om. Flor, post καὶ hab. Vat. 1, ἄρα Pol. | λοιπὸν] om. x1 | 4 [ἔρρωσο] del. Ald. In lib. I,II et III nunquam additur. 5 Ἐγκύμονι] Εγκύμοωνι Δ. In x1 est inscr. ἀμοιβαία. | 7 τίς] τί Reisk. | σοι] σοὶ Cob. | 8—9 τί—νομίζεις x2, τίς— νομίζει cet. | 11 ἀδίκους] ἀστίκους (sic) Vat. 1, unde ἀτόκους vel ἀστόχους Fried., ἀνεφίκτους Meis. 12 In x1 inscr. est ἀμοιβαία. | 13 ἐπεὶ δὲ] ἐπειδὴ Flor. 14 Εὐσάγηνος] Εὐπάγηνος Γ, Eὐσάγημος Π | Λιμενάρχῳ] Λιμενάρχῃ x1 | 15 σκοπιωρὸς Perizonius, σκοπιοῦρος x Ν x1, σκοπιοῦργος x2, σκοπιουρὸς Vind. | ὁ] om. x x1 )

22
φρίκη σκιερὰν κατὰ μέρος τὴν θάλατταν ἰδὼν ἀνεβό- ησεν ὡς πλήθους ὅλου προσιόντος θύννων ἢ πηλα- μύδων· καὶ ἡμεῖς πεισθέντες τῇ σαγήνη μονοινουχὶ τὸν κόλπον ὅλον περιεβάλομεν. εἶτα ἀνιμώμεθα, καὶ τὸ βάρος μεῖζον ἦν ἢ κατὰ φορτίον ἰχθύων. εὐέλπιδες οὖν καὶ τῶν πλησίον τινὰς ἐκαλοῦμεν μερίτας ἀπο- φανεῖν ἐπαγγελλόμενοι, εἰ συλλάβοιντο ἡμῖν καὶ συμπο- νήσαιεν. τέλος μόγῳ πολλῷ δείλης ὀψίας εὐμεγέθη κάμηλον ἐξειλκύσαμεν μυδῶσαν ἤδη καὶ σκώληξιν ἐπι- βρύουσαν. τοιαῦτα θηράσας οὐχ ἵνα ἐπιγελάσῃς ἐδή- λωσα, ἀλλʼ ἵνα μάθης αἷς καὶ πόσαις μηχαναῖς ἡ τύχη με τὸν ἀτυχῆ καταγωνίζεται.