Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Κακοδαιμονοῦμεν, ὦ Ἀντίσθενες, οὐ μετρίως. πῶς γὰρ οὐ μέλλομεν κακοδαιμονεῖν, ὄντες παρὰ τυράννῳ καὶ ὁσημέραι ἐσθίοντες καὶ πίνοντες πολυτελέα καὶ ἀλειφόμενοί τινι τῶν εὐωδεστάτων μύρων καὶ σύροντες ἐσθῆτας μαλακὰς ἐκ Τάραντος; καὶ οὐδείς με ἐξαιρήσεται τῆς Διονυσίου ὠμότητος, ὅς μ’ ὥς τινα ἐνεχύριον οὐκ ἀγνῶτα, ἀλλὰ καὶ λόγων ἐπιμελητὰν τῶν Σωκρατικῶν κατέχει, οἷάπερ ἔφην σιτίζων καὶ ἀλείφων καὶ ἀμφιεννύς, καὶ οὔτε δίκαν φοβεῖται τὰν θεῶν, οὔτ’ ἄνθρωπον αἰδεῖται ὅστις με τοιαῦτα διατίθεται. νῦν δ’ αὖ καὶ τὸ κακὸν εἰς τὸ δεινότερον οἴχεται, ὅπου δεδώρηται γυναῖκας Σικελικὰς τρεῖς ἀναλέκτους τὸ κάλλος καὶ ἀργύρια πάμπολλα.

(2) καὶ πότε παύσεται ἄνθρωπος οὗτος τοιαῦτα ποιέων οὐκ οἶδα. εὖ οὖν ποιεῖς ἀχθόμενος ἐπὶ τᾷ κακοδαιμονίᾳ τῶν ἄλλων, κἀγὼ δὲ ἐπὶ τᾷ σᾷ εὐδαιμονίᾳ ἅδομαι, ἵνα σοι τὰ αὐτὰ δόξω ποιεῖν τε καὶ ἀποτίνειν τὰς χάριτας. ἔρρωσο. τῶν τε ἰσχάδων ἀποτίθεσο ἵν’ ἔχῃς εἰς τὸ χεῖμα, καὶ τῶν ἀλφίτων τῶν ἔχεις Κρητικῶν (ταῦτα γὰρ δοκέει ἀμείνω τοῦ χράματος εἶναὶ), καὶ ἀπὸ τᾶς Ἐννεακρούνω λούου τε καὶ πῖνε καὶ τὸν αὐτὸν τρίβωνα θέρους τε καὶ χειμῶνος ἔχε ῥυπόωντα, ὡς πρέπει ἐλεύθερον καὶ ζῶντα ἐν Ἀθήναις δαμοκρατικῶς.

(3) ἐγὼ μὲν γὰρ ἐξ οὗ εἰς τυραννουμένην ἧκον πόλιν τε καὶ νᾶσον, ᾔδειν ὅτι κακοδαιμονήσω ταῦτα πάσχων, καθάπερ σύ μοι γράφεις. νῦν δὲ ἐλεοῦντές με περιβλέποντι Συρακούσιοι καὶ Ἀκραγαντίνων οἱ ἐπιδημοῦντες καὶ Γελώων καὶ οἱ ἄλλοι Σικελιῶται. τᾶς δὲ μανίας ἇς ἐμάνην εἰς ταῦτα ἐλθὼν ἀβούλως τὰ ἀτοπήματα, ἐπαρῶμαι ἀρὰν κατ’ ἐμαυτοῦ, ἇς ἄξιός εἰμι, μὴ ἐκλιπεῖν με τὰ κακὰ ταῦτα, ὁπότε ἐγὼ γεγονὼς ἔτη τοσαῦτα καὶ φρονεῖν δοκέων πεινῆν καὶ ῥιγοῦν καὶ ἀδοξεῖν οὐκ ἠθέλησα, οὐδὲ πώγωνα τρέφειν μέγαν.

(4) πέμψω δέ σοι τῶν θέρμων τὼς μεγάλως τε καὶ λευκώς, ἵν’ ἔχῃς μετὰ τὸ ἐπιδείξασθαι τὸν Ἡρακλέα τοῖς νέοις ὑποτραγεῖν· αἰσχρὸν γὰρ οὔ φαντί σοι περὶ τοιούτων λέγειν ἢ γράφειν. Διονυσίω γὰρ ἐάν τις λέγῃ περὶ

θέρμων, αἰσχρον γε οἶμαι διὰ τώς τῶν τυράννων νόμως. τὰ λοιπὰ δὲ παρὰ Σίμωνα τὸν σκυτοτόμον βάδιζε διαλεγόμενος, οὗ μεῖζον ἐν σοφίᾳ οὐδ’ ἔστιν οὐδ ἂν γένοιτο. ἐμοὶ μὲν γὰρ ἀπηγόρευται τοῖς χειροτέχναις προσιέναι, ἐπειδὴ ὑφ’ ἑτέρων ἐξουσίᾳ εἰμί.