Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Γράφεις μοι ὡς λυπεῖν με μὴ θέλων ἀπεκρύψω ὅτι μέλλεις ἄρα πορρωτέρω ἀποδημεῖν, καὶ αὐτὸς δὲ ἄρχομαι ποθεῖν σε νὴ τὸν Δία τὸν Ὀλύμπιον. ἀλλὰ πρὸς Διὸς φιλίου τε καὶ ἑταιρείου, ὦ Πλάτων, καὶ τοῦ εἴτε κατὰ γῆν ἐν εὐσεβῶν χώρῳ ὄντος εἴτε κατ’ ἄστρα (ὅπερ καὶ μάλα πείθομαι ) Σωκράτους, μὴ περιίδῃς ἡμᾶς ἀπαιδεύτους εἰς τέλεον γενομένους, ἀλλ’ ἴνα ἥντινα προκοπὴν ἔσχομεν ἐπ’ ἐκείνου τοῦ δαιμονίου ἀνθρώπου, ταύτην σὺ σώσας ἐπί τι ἀγάγῃς τέλος.

(2) ἐμοὶ γὰρ ἥδιον φιλοσοφίας οὐδὲν καὶ τῶν ἐν φιλοσοφίᾳ λόγων· ἐτιθηνήθην γὰρ ἐκ νέου ἔτι παιδὸς Σωκρατικοῖς ὡς ἄν τις εἴποι βαυκαλήμασιν ἐν παντὶ ἁρμοδίῳ καὶ ἱερῷ τόπῳ, τοῦτο μὲν ἐν τῇ ἀκαδημείᾳ, τοῦτο δὲ ἐν Λυκείῳ τε καὶ Ἰλισσῷ ὑπὸ τῇ θείᾳ πλατάνῳ ἱσταμένης μεσημβρίας, ἵνα Λυσίας ὁ Κεφάλου τὰ περὶ ἔρωτος διωρθοῦτο. ἐν οὖν τοῖς τοιούτοις χωρίοις περιάγων τε καὶ περιαγόμενος ἀρετῆς τῆς ἀφ’ ὑμῶν ἐπιμπλάμην καὶ ἦν ἐπίφθονος Ἀλκιβιάδῃ τε τῷ Κλεινίου καί τισιν ἄλλοις τῶν νέων, οἳ μᾶλλον ἐβούλοντο ἐμοῦ προεδρίας ἀξιοῦσθαι παρ’ ὑμῖν τοῖς σοφοῖς, καὶ οὐδέποτέ με καταπροέδοτε, τῷ ὄντι ἐνεθίσαντες φιλοσοφία, ἧς ἐδίψων εἰς τὸ πάμπαν.