Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ὁπότε ἐγενόμην ἐν Συρακούσαις, εὐθέως κατὰ τὴν ἀγορὰν Ἀριστίππῳ ἐνέτυχον, ὃ δὲ λαβόμενός μου τῆς δεξιᾶς παραχρῆμα μηδὲν μελλήσας εἰσάγει πρὸς Διονύσιον, καί φησιν αὐτῷ ὦ Διονύσιε, εἴ τις ἀφίκοιτο παρὰ σέ, ἵνα σε ἄφρονα ποιήσειεν, ἆρ’ οὗτος οὐχὶ κακά σε ἐργάζεται; εὐθέως ὡμολόγει ὁ Διονύσιος. τί οὖν ἔφη ὁ Ἀρίστιππος σὺ τοῦτον ἂν ἐργάσαιο; τὰ κάκιστά γε ἔφη. τί δ’ εἴ τις ἔφη ἀφίκοιτο φρόνιμόν σε ποιῆσαι, ἆρά γε οὐχὶ οὗτος ἂν ἀγαθά σε ἐργάζοιτο; πάλιν ὁμολογήσαντος τοῦ Διονυσίου καὶ μήν ἔφη οὗτος Αἰσχίνης τῶν Σωκράτους γνωρίμων ἤκει φρόνιμόν σε ποιῆσαι, ὥστε καὶ ἀγαθά σε ἐργάζοιτο ἄν εἰ δὲ ταῦτα δικαιοῖς, ἅτινα ὡμολόγησάς μοι ἐν τῷ λόγῳ, Αἰσχίνην εὖ ποιήσεις.

(2) καγὼ ὑπολαβὼν ἔφην ὦ Διονύσιε, ἑταιρικόν τι καὶ θαυμαστὸν ποιεῖ Ἀρίστιππος οὗτος συλλαμβάνων μοι· ἡμῖν δὲ οὐ τοσαυτη ἐστὶ σοφία, ἀλλ’ ὁπόση μὴ ἀδικῆσαί τινα ἐν τῇ συνουσίᾳ. ἀγάμενος δέ με τοῦ εἰρημένου ἔφη ὁ Διονύσιος καὶ Ἀρίστιππον ἐπαινεῖν [ τῶν εἰρημένων] καὶ ἐμὲ εὖ ποιήσειν ἅτινα ὡμολόγησεν ἐν τῷ πρὸς Ἀρίστιππον λόγῳ. οὗτος οὖν ἤκουσεν ἡμῶν τοῦ Ἀλκιβιάδου

καὶ ἡσθείς, ὡς ἐφαίνετο, παρεκάλει καὶ εἴ τινες ἄλλοι εἰσὶν ἡμῖν τῶν διαλόγων ἀναπέμψαι. ὑπισχνούμεθα οὖν ταῦτα ἡμεῖς, ὦ ἄνδρε φίλω τε καὶ ἑταίρω, ἀφιξόμεθά τε διὰ ταχέων. ἀναγινώσκοντος δέ μου παρῆν Πλάτων (ὀλίγου δεῖν ἔλαθον γράψαι ὑμῖν ), καὶ ἐδόκει αὐτῷ ἰδίᾳ περὶ ἐμοῦ διαλέγεσθαι διὰ τὸν Ἀρίστιππον.