Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τὰ περὶ τᾶς τελευτᾶς Σωκράτους ἐμάθομεν ἐγώ τε καὶ Κλεόμβροτος, καὶ ὅτι οὐδὲ παρέμενος ὑπὸ τῶν ἕνδεκα διαδρᾶναι ὑπέμεινε, λέγων ὅτι οὐδὲ νῦν μέλλει διδράσκειν, εἰ μὴ καὶ πρότερον παρὰ τὼς νόμως ἐσώθη· οὕτω γὰρ ἂν ἁ πατρὶς αὐτῶ ὅσον ἐφ’ ἑαυτῷ καταπροδοθείη. ἐμοὶ δὲ ἐδόκει ἀδίκως αὐτὸν ἐμπεσόντα ὁτῳδήποτε τρόπῳ σώζεσθαι. δοκῶ μέντοι πάντα τὰ ἐκείνῳ πρασσόμενα καὶ κακὰ καὶ ἄφρονα δίκαια εἶναι, ὥστε ταῦτα πάλιν μὴ ἐπιμέμφεσθαι ἀμέτρως γεγονέναι. ἐπέστειλας δέ μοι πῶς ἀνεχωρήσατε πάντες ἀπ’ Ἀθηνῶν οἱ Σωκράτους ἐρασταί τε καὶ φιλόσοφοι, δεδιότες μή τι καὶ ἐφ’ ὑμᾶς ἔλθοι τῶν αὐτῶν, καὶ οὐκ ἐποιεῖτε φλαύρως. καὶ ἁμὲς οὖν, ὡς ἔχομεν, ἐν Αἰγίνᾳ διατελέομες ἐπὶ τοῦ παρόντος, εἶτα δὲ παρ’ ὑμᾶς ἀφιξόμεθα καὶ εἴ τι ἔχομες βέλτιον ποιέειν ποιήσομες.