Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐκ ἐγώ σε κωμῳδῶ, ἀλλὰ Φαίδων, λέγων γεγονέναι σε κρείσσω καὶ σοφώτερον Προδίκω τῶ Κείω, ὃς ἔφα ἀπελέγξαι σε αὐτὸν περὶ τὸ ἐγκώμιον τὸ εἰς τὸν Ἡρακλέα γενόμενον αὐτῷ. θαυμάζω μέντοι σε καὶ ἐπαινῶ, εἰ σκυτικὸς ὤν σοφίας ἐμπλησθεὶς καὶ πάλαι μὲν Σωκράταν ἔπειθες καὶ τὼς καλλίστως τῶν νέων καὶ εὐγενεστάτως παρὰ σὲ καθέζεσθαι, οἷον Ἀλκιβιάδαν τε τὸν Κλεινίου καὶ Φαῖδρον τὸν Μυρρινούσιον καὶ Εὐθύδαμον τὸν Γλαύκωνος καὶ τῶν τὰ κοινὰ πραττόντων Ἐπικράτεα τὸν Σακεσφόρον καὶ Εὐρυπτόλεμον καὶ τὼς ἄλλως, ὡς εἰ καὶ Περικλεῖ γε τῷ Ξανθίππω μὴ

αἰ στρατηγιαι ἦσαν καὶ ὁ πόλεμος τότε, κἂν οὗτος οἶμαι ἦν παρὰ σέ. καὶ νῦν ἴσμεν ὁποῖος εἶ· Ἀντισθένας γὰρ παρὰ σὲ φοιτᾷ. δύνῃ δὲ καὶ ἐν Συρακούσαις φιλοσοφεῖν· οἱ γὰρ ἱμάντες τίμιοί εἰσι καὶ τὰ σκύτη.

(2) καὶ οὐκ οἶσθα, ὡς ἐγὼ μὲν τῶν ὑποδημάτων χρώμενος παρ’ ἕκαστα τὰν τέχναν σου θαυμασίαν σίαν τινὰ ποιῶ, Ἀντισθένας δὲ γυμνοποδῶν τί γὰρ ἄλλο πράττει ἢ σοὶ ἀργίαν καὶ ἀμισθίαν εἰσάγει, πείθων τὼς νέως καὶ ἅπαντας Ἀθηναίως γυμνοποδεῖν; σκόπει οὖν ὁπόσον σοι ἐγὼ φίλος ὁ ῥᾳστώναν καὶ τὰν ἁδονὰν ἀποδεχόμενος. σὺ δὲ ὁμολογῶν εὐλόγως ἐρωτᾶν Πρόδικον, τὸ ἀκόλουθον οὐκ ἔγνως ἐπὶ σαυτοῦ· οὕτω γὰρ ἂν ἐμὲ μὲν ἐθαύμαζες, τὼς δὲ ἔχοντας βαθεῖς τὼς πώγωνας καὶ τὼς σκίπωνας ἐγέλασας τᾶς ἀλαζονείας, ῥυπῶντάς τε καὶ φθειριῶντας καὶ ὄνυχας ὥσπερ τὰ θηρία μακρὼς περικειμένως καὶ ἐναντίας σου τᾶς τέχνας ὑποτιθεμένως ὑποθήκας.