Epistulae

Socrates Epistulae

Socrates Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(6) πρῶτον μὲν γὰρ οἶμαι καθ’ ὃ δύναται ἕκαστος ὠφελεῖν ἐξετάζεσθαι· τὸ δὲ μείζω ἢ ἐλάττω πράττειν οὐκ ἐπ’ αὐτῷ ἐστίν, ἀλλὰ τοῦ μὲν ἕτερα ἔχει τὴν αἰτίαν, τοῦ δὲ καθάπαξ αὐτός. ἔπειτα οὐ τῶν τοσαύτῃ πόλει συμβουλευσόντων δεῖ μόνον, οὐδὲ τῶν ἡγησομένων κατὰ γῆν ἢ κατὰ θάλατταν, ἀλλὰ καὶ τῶν ἐπιστησόντων τοὺς ἐπὶ τὰ τῇ πόλει συμφέροντα ἰόντας· οὐδὲν γὰρ θαυμαστὸν ὑπὸ μεγέθους τῶν ἐπικειμένων οἷον ἀποκοιμίζεσθαι ἐνίους αὐτῶν, οἷς τοῦ ἐπεγείροντος ὥσπερ μύωπος δεήσει.

(7) πρὸς ἃ δὴ καὶ ἐμὲ ἔταξεν ὁ θεός. ἐπιεικῶς μὲν οὖν ἀπεχθάνεσθαί μοι συμβαίνει ἀπ’ αὐτοῦ, ἀλλ’ ἐκεῖνος ἀφίστασθαι οὐκ ἐᾷ. ᾧ πειστέον μᾶλλον· εἰκὸς γὰρ τό γε ὑγιὲς ἐμοῦ κρεῖττον αὐτὸν εἰδέναι. ἐπεὶ καὶ πρὸς σὲ βουλομένῳ ἀπεῖπε μὴ ἰέναι καὶ τὸ δεύτερον πέμψαντός σου ἀπηγόρευσεν. ἀπειθεῖν δὲ αὐτῷ ὀκνῶ, καὶ τὸν Πίνδαρον ἡγούμενος εἰς τοῦτο εἶναι σοφόν, ὅς φησι θεοῦ δὲ δείξαντος ἀρχὰν ἕκαστον ἐν πρᾶγος εὐθεῖα δὴ κέλευθος ἀρετὰν ἑλεῖν, τελευταί τε καλλίονες· σχεδὸν γὰρ οὕτω που αὐτῷ ἔχει τὸ ὑπόρχημα.

(8) πολλὰ δὲ πολλοῖς καὶ τῶν ἄλλων εἴρηται ποιητῶν περὶ θεῶν, καὶ ὅτι τὰ μὲν κατὰ τὴν τούτων βούλησιν πραττόμενα ἐπὶ τὸ λῷον ἐκβαίνει, τὰ δὲ παρὰ θεὸν ἀλυσιτελῆ ὑπάρχει τοῖς πράξασιν. ὁρῶ δὲ καὶ τῶν πόλεων τῶν Ἑλληνίδων τὰς φρονιμωτάτας συμβούλῳ χρωμένας τῷ ἐν Δελφοῖς θεῷ, καὶ ὅσαι μὲν ἂν τούτῳ πειθόμεναι πράττωσι, πρὸς ὠφέλειαν αὑταῖς γιγνομένας, ὅσαι δ’ ἂν ἀπειθήσωσιν, ὡς τὸ πολὺ βλαπτομένας. οὐ θαυμάσαιμι δ’ ἄν, εἴ μοι περὶ τοῦ δαιμονίου ἀπιστήσειας λέγοντι· ἤδη γὰρ πρός με καὶ ἄλλοι οὕτω διετέθησαν οὐκ ὀλίγοι.

(9) πλεῖστοι δέ μοι ἠπίστησαν ἐν τῇ ἐπὶ Δηλίῳ μάχῃ· παρῆν γὰρ τότε τῇ στρατείᾳ καὶ συνεμαχόμην πανδημεὶ τῆς πόλεως ἐξεληλυθυίας. ἐν δὲ τῇ φυγῇ ἅμα πολλοὶ ὑπαπήειμεν, καὶ ὡς ἐπὶ διαβάσεώς τινος ἐγενόμεθα, πήειμεν, καὶ ὡς ἐπὶ διαβάσεως τινος ἐγενόμεθα,

συνέβη μοι τὸ εἰωθὸς σημεῖον. ἐνέστην οὖν καὶ εἶπον ἄνδρες, οὔ μοι δοκεῖ ταύτην πορεύεσθαι· τοῦ γὰρ δαιμονίου μοι ἡ φωνὴ γέγονεν. οἱ μὲν οὖν πλείους πρὸς ὀργὴν ὡσπερεὶ παίζοντος ἐμοῦ ἐν οὐκ ἐπιτηδείῳ καιρῷ ὁρμήσαντες εὐθεῖαν ἐβάδιζον, ὀλίγοι δέ τινες ἐπείσθησαν καὶ τὴν ἐναντίαν ἐμοὶ συναπετράποντο. καὶ οἴκαδε πορευόμενοι διεσώθημεν, τοὺς δ’ ἄλλους ἥκων τις ἐξ αὐτῶν πάντας ἔφη ἀπολωλέναι· εἰς γὰρ τοὺς ἱππέας ἐμπεσεῖν τῶν πολεμίων ἐπανιόντας ἀπὸ τῆς διώξεως. πρὸς οὓς τὸ μὲν πρῶτον μάχεσθαι, ὕστερον δὲ περικλειομένους ὑπ’ αὐτῶν πλειόνων ὄντων ἐγκλίναντας καὶ περικαταλήπτους γενομένους πάντας ἀπολέσθαι. αὐτὸς δὲ ὁ ταῦτα ἀπαγγέλλων τραυματίας ἀφῖκτο, μόνην τὴν ἀσπίδα σώζων.

(10) πολλὰ δὲ καὶ ἰδίᾳ προηγόρευσα ἐνίοις τῶν ἀποβησομένων διδάσκοντος τοῦ θεοῦ. σὺ δὲ καὶ τῆς βασιλείας ἔφησας μέρος διδόναι καὶ παρακαλεῖς μὴ ὡς ἀρξόμενον βαδίζειν, ἀλλ’ ὡς τοὐναντίον ἄρξοντα καὶ τῶν ἄλλων καὶ σοῦ αὐτοῦ. ἐγὼ δὲ μεμαθηκέναι ἄρχειν οὔ φημι, μὴ εἰδὼς δὲ οὐκ ἂν δεξαίμην μᾶλλον βασιλεύειν ἢ κυβερνᾶν μὴ ἐπιστάμενος. οἶδα δὲ ὅτι, εἰ καὶ οἱ ἄλλοι ἄνθρωποι ὁμοίως διέκειντο, ἥττονα ἂν ἦν κακὰ ἐν τῷ βίῳ. νῦν δ’ ἡ τῶν μὴ ἐπισταμένων τόλμα ἐπιχειροῦσα οἷς μὴ ἴσασιν εἰς τοῦτο ταραχῆς αὐτοὺς προάγει. ὅθεν καὶ τὴν τύχην ἔτι μείζω πεποίηκε, τῇ ἐκείνων ἀνοίᾳ τὴν ταύτης ἐξουσίαν αὐξάνουσα.

(11) καὶ μέντοι οὐδὲ ἐκεῖνο ἀγνοῶ, ὅτι ἐνδοξότερον εἶναι καὶ περιβλέπεσθαι μᾶλλον εἰκὸς ἰδιώτου βασιλέα ὄντα. ἀλλ’ ὥσπερ οὐδὲ ἐφ’ ἵππον ἂν εἱλόμην καθίζεσθαι ἄπειρος ὢν ἱππικῆς, ἀλλ’ ἐλυσιτέλει μοι πεζῷ εἶναι, κἂν εἰ ταπεινότερος πολὺ τοῦ ἱππέως ἦν, οὕτω καὶ περὶ βασιλείας καὶ ἰδιωτείας φρονῶ, καὶ οὐκ ἂν ὑπὸ ἐπιθυμίας τῶν μειζόνων ἐξαρθεὶς ἐπιφανεστέρων ὀρεχθείην συμφορῶν. ἐοίκασι δὲ καὶ οἱ πρῶτοι μυθολογήσαντες τὰ περὶ τὸν Βελλεροφόντην τούτῳ τι παραπλήσιον αἰνίξασθαι.

(12) οὐ γὰρ ὅτι, οἶμαι, τόπου ὑψηλοτέρου ἐπεθύμησεν, ἀλλ’ ὅτι πραγμάτων μειζόνων ἢ καθ’ ἑαυτὸν ὠρέχθη, μετὰ ταῦτα αὐτῷ συμφοραὶ ἐγένοντο· καταπεσὼν γὰρ ἀπὸ τῆς ἐλπίδος αἰσχρῶς καὶ ἐπονειδίστως τὸν λοιπὸν ἔζη βίον, διὰ τοὺς ἐφυβρίζοντας ἐν τοῖς ἄστεσιν ἐπὶ τὴν ἐρημίαν ἐξεληλυθὼς καὶ τὰς βάσεις ἀπολωλεκώς, οὐχ ἅσπερ ἡμεῖς εἰθίσμεθα λέγειν, ἀλλὰ τὴν παρρησίαν, ἐφ’ ἧς ὀρθοῦται ὁ ἑκάστου βίος. ταῦτα μὲν οὖν ὅπῃ τοῖς ποιηταῖς φίλα, ταύτῃ ὑπονοείσθω· τὸ δ’ ἐμὸν δεύτερον ἤδη ἀκούεις, ὅτι οὐκ ἀλλάττομαι τῶν ἐκεῖ τἀνθάδε, ἀμείνω δοκῶν. ἀλλ’ οὐδὲ τῷ θεῷ συναρέσκει, ᾧ μέχρι νῦν συμβούλῳ τε καὶ ἐπιτρόπῳ ἐμαυτοῦ χρῶμαι.

Χαιρεφῶν ὃν τρόπον ὑφ’ ἡμῶν σπουδάζεται οὐκ ἀγνοεῖς, ᾑρημένος δὲ ὑπὸ τῆς πόλεως πρεσβευτὴς εἰς Πελοπόννησον τάχ’ ἂν καὶ πρὸς ὑμᾶς ἀφίκοιτο. τὰ

μὲν οὖν τῶν ξενίων εὐπόριστα ἀνδρὶ φιλοσόφῳ, τὰ δὲ τῆς πορείας ἐπισφαλῆ καὶ μάλιστα διὰ τὰς αὐτόθι νῦν ταραχὰς ὑπαρχούσας. ὧν ἐπιμεληθεὶς ἐκεῖνόν τε σώσεις ἄνδρα φίλον καὶ ἡμῖν τὰ μάλιστα χαριῇ.

Μνήσων ὁ Ἀμφιπολίτης ἐν Ποτιδαίᾳ μοι συνεστάθη. οὗτος νῦν Ἀθήναζε ἔρχεται πρὸς τὸν δῆμον, ἐκπεσὼν ὑπὸ τῶν οἴκοι τὰ γὰρ ἐκεῖ κεκίνηται μὲν ἤδη, οὕπω δ’ ἐστὶ φανερά, οἶμαι μέντοι οὐ πολλοῦ αὐτὰ δεήσειν χρόνου. τούτῳ συλλαβόμενος αὐτόν τε ἄξιον ὄντα ποιήσεις εὖ καὶ τὰς πόλεις ἀμφοτέρας ὠφελήσεις, τὴν μὲν τῶν Ἀμφιπολιτῶν, ἵνα μὴ ἀποστᾶσα ἀνήκεστόν τι κινδυνεύσῃ παθεῖν, τὴν δ’ ἡμετέραν, ὅπως μὴ καὶ περὶ ἐκείνης πράγματα ἔχῃ, ὡς νῦν γε περὶ Ποτιδαίας μικροῦ δέομεν ἀπειρηκέναι.

Κριτοβούλῳ μὲν ἐντυχὼν παρεκάλουν πρὸς φιλοσοφίαν αὐτόν, ὃ δέ μοι δοκεῖ διανενοῆσθαι μᾶλλον ἐξορμήσεσθαι πρὸς τὰ πολιτικά. αἱρήσεται οὖν τὴν πρὸς ἐκεῖνα ἁρμόττουσαν παιδείαν καὶ τὸν ὑφηγησόμενον ἐκλέξεται τῶν ὄντων τὸν κράτιστον. σχεδὸν δὲ νῦν ἐπιδημοῦσιν οἱ δοκιμώτατοι Ἀθήνησι, καὶ πολλοὶ αὐτῶν καὶ πρὸς ἡμᾶς ἔχουσιν οἰκείως. τὰ μὲν οὖν ἐκείνου ταῦτα, τῶν δ’ ἐμῶν Ξανθίππη μὲν καὶ τὰ παιδάρια ἔρρωται, αὐτὸς δὲ ὥσπερ καὶ παρόντος σου πράττω.

Σὲ μὲν ἐν Θήβαις ἡμῖν γενέσθαι ἀπηγγέλλετο, Πρόξενον δὲ καταλαβεῖν εἰς τὴν Ἀσίαν ὡς Κῦρον ὡρμηκότα. εἰ μὲν οὖν εὐτυχῶν ἐφίεσαι πραγμάτων, θεὸς οἶδεν, ὡς ἤδη γέ τινες τῶν ἐνταῦθα καταμέμφεσθαι αὐτὰ ἐπιχειροῦσιν· οὐ γὰρ ἄξιόν φασιν εἶναι Κύρῳ βοηθεῖν Ἀθηναίους, δι’ ὃν τὴν ἀρχὴν ὑπὸ Λακεδαιμονίων ἀφῃρέθησαν, οὐδ’ αὐτοὺς ὑπὲρ ἐκείνου πολεμεῖν καταπολεμηθέντας δι’ ἐκεῖνον. οὐκ ἂν οὖν θαυμάσαιμι εἰ μεταπεσούσης τῆς πολιτείας συκοφαντεῖν σέ ἀφ’ ἑαυτῶν ἐπιχειρήσουσιν, ἀλλ’ ὅσῳ λαμπρότερον τἀκεῖ χωρήσειν ὑπολαμβάνω, τοσούτῳ σφοδρότερον ἐπικεῖσθαι τούτους ἡγοῦμαι· τὰς γὰρ ἐνίων φύσεις οὐκ ἀγνοῶ.

(2) ἡμεῖς δ’ ἐπείπερ ἅπαξ εἰς τοῦτο ἑαυτοὺς ἔδομεν, ἄνδρες ἀγαθοὶ γενώμεθα, τῶν τε ἄλλων ἃ περὶ ἀρετῆς εἰώθειμεν λέγειν ἀναμιμνησκόμενοι καὶ τὸ μηδὲ γένος πατέρων αἰσχυνέμεν ἐν τοῖς ἄριστα τῷ ποιητῇ εἰρῆσθαι τιθέντες. ἴσθι δὲ ὡς δυοῖν τούτοιν μάλιστα προσδεῖται πόλεμος, καρτερίας τε καὶ ἀφιλοχρηματίας· διὰ ταύτην μὲν γὰρ τοῖς οἰκείοις φίλοι, διὰ καρτερίαν δὲ φοβεροὶ τοῖς ἀντιπάλοις γινόμεθα. ὧν ἀμφοτέρων οἰκεῖα ἔχεις τὰ παραδείγματα.