Spurious Letters

Musonius Rufus

Musonius Rufus. C Musonii Rufi reliquiae. Hense, Otto, editor. Leipzig: Teubner, 1905.

Βούλομαι παρὰ σὲ ἀφικόμενος κοινωνῆσαί σοι λόγου καὶ

στέγης, ὥς τι ὀνήσαιμί σε, εἴ γε μὴ ἀπιστεῖς, ὡς Ἡρακλῆς ποτὲ Θησέα ἐξ Ἅιδου ἔλυσε. γράφε τί βούλει.

Ὧν μὲν ἐνενοήθης, ἀποκείσεταί σοι ἔπαινος· ἀνὴρ δὲ ὁ ὑπομείνας ἀπολογίαν καὶ ὡς οὐδὲν ἀδικεῖ δείξας ἑαυτὸν λύει.

Σωκράτης ὁ Ἀθηναῖος ὑπὸ τῶν ἑαυτοῦ φίλων λυθῆναι μὴ βουληθεὶς παρῆλθε μὲν ἐς τὸ δικαστήριον, ἀπέθανε δέ.

Σωκράτης ἀπέθανεν, ἐπεὶ μὴ παρεσκεύασεν ἑαυτὸν εἰς ἀπολογίαν, ἐγὼ δὲ ἀπολογήσομαι. ἔρρωσο.