De ulceribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

14. Ἕτερον ἔναιμον· σμύρνα, λιβανωτὸς, κηκὶς, ἰὸς, ἄνθος χαλκοῦ ὀπτὸν, στυπτηρίη αἰγυπτίη ὀπτὴ, οἰνάνθη, οἰσυπίδες, μολύβδαινα, τούτων ἴσον ἑκάστου, ἡ δίεσις οἴνῳ ὥσπερ τὸ πρότερον, καὶ ἄλλη ἐργασίη κατὰ τὰ αὐτά.—Ὄξος ὡς ὀξύτατον λευκὸν, μέλι, στυπτηρίην αἰγυπτίην, νίτρον ὡς ἄριστον ἡσύχως φρύξας, χολῆς

418
ὀλίγον συνέψει· τοῦτο τὰ ὑπερσαρκέοντα καθαίρει καὶ κοιλαίνει, καὶ οὐ δάκνει.—Ἄλλο· ποίη ἡ μικρόφυλλος, ᾗ ὄνομα παρθένιον τὸ μικρόφυλλον, ἣ τὰ θύμια τὰ ἀπὸ τοῦ ποσθίου ἀφαιρεῖ, καὶ στυπτηρίη ἡ χαλκῖτις· καὶ μηλίαδος ὠμῆς· ἐλατήριον λεπτὸν ξηρὸν προστεῖλαι, καὶ τὸ σίδιον λεπτὸν ξηρὸν ὡσαύτως.

15. Πληροῖ δὲ μάλιστα τὰ κοῖλα τὰ καθαρὰ, ποίη, ᾗ λαγώπυρος οὔνομα· ἐστὶ δὲ πιτύροισιν ὁμοίη ὅταν αὐαίνηται, μικρὸν τὸ φύλλον, ὥσπερ καὶ τὸ τῆς ἐλαίης, καὶ μακρότερον· καὶ πρασίου τὸ φύλλον, σὺν ἐλαίῳ.—Ἕτερον· ἰσχάδος τὸ εἴσω, τὸ πῖαρ, τὸ μελιτοειδὲς, ὡς ξηροτάτης, ὕδατος δύο μοίρας, καὶ λίνου καρποῦ φρύξας μὴ σφόδρα ὡς λεπτοτάτου μοίραν μίαν.—Ἄλλο· τῆς ἰσχάδος, καὶ ἄνθος χαλκοῦ ὀλίγον λεπτὸν, καὶ συκῆς ὀπόν.—Τὸ δ’ ἐκ τῆς ἰσχάδος, χαμαιλέων μέλας, χολὴ βοὸς ξηρή· τὰ μὲν ἄλλα τὰ αὐτά. Τὰ δὲ ξηρά.—Κάρδαμον λεπτὸν, ὠμὸν, ἐρύσιμον, ἑκατέρου ἴσον, τῆς δὲ ἰσχάδος δύο μέρη, λίνου καρποῦ δύο μοίρας, ὀπὸν συκῆς. Ὅταν τούτων τινὶ χρέῃ τῶν φαρμάκων, σπλῆνας ἄνωθεν ὀξηροὺς ἐπιθεὶς, σπόγγον ἄνωθεν τῶν σπληνῶν ἐπίθες, καὶ ἐπίδει, καὶ προσπίεσαι ὀλίγῳ μᾶλλον· τὰ δὲ περιέχοντα ἢν φλεγμαίνῃ, ὅ τι ἂν δοκέῃ ξυμφέρειν, περιπλάσσειν.

16. Ἢν βούλῃ ὑγρῷ χρέεσθαι, καὶ τὸ καρικὸν φάρμακον ἐπαλείφειν, ἐπιδεῖν δὲ ὥσπερ τὰ πρότερα γέγραπται κατὰ τὸν αὐτὸν λόγον. Ἐστὶ δὲ ἐκ τῶνδε τὸ φάρμακον ποιεύμενον· ἐλλεβόρου μέλανος, σανδαράχης, λεπίδος, μολίβδου κεκαυμένου σὺν πολλῷ θείῳ,

420
ἀῤῥενικοῦ, κανθαρίδος· τούτῳ ὁποίῳ δοκέει συντεθέντι χρῆσθαι· ἡ δὲ δίεσις, κεδρίνῳ ἐλαίῳ· ἐπειδὰν δὲ ἅλις ἔχῃ ἐπαλείφοντι, ἐκβάλλειν τὸ φάρμακον, ἐπιπάσσων ἄρον ἑφθὸν λεῖον, ἢ τρίβων ξηρὸν τῷ μέλιτι δεύων· καὶ ἢν ξηρῷ χρῇ τῷ καρικῷ τούτῳ, χρὴ ἀφιστάναι τὸ φάρμακον ἐπιπάσσων.

17. Ποέει δὲ τὸ ξηρὸν ἀπὸ τοῦ ἐλλεβόρου μόνον καὶ τῆς σανδαράχης.—Ἕτερον ὑγρόν· ποίη, ἧς τὸ φύλλον ὅμοιον ἄρῳ τὴν φύσιν, λευκὸν δὲ; χνοῶδες, κατὰ κισσοῦ φύλλον τὸ μέγεθος· αὕτη ἡ ποίη ξὺν οἴνῳ ἐπιπλάσσεται.—Ἢ τοῦ πρίνου τὸ περὶ τὸ στέλεχος τρίψας ἐν οἴνῳ, ἐπίπλασσε.—Ἕτερον· ὄμφακος χυλὸς, ὄξος ὡς ὀξύτατον, ἄνθος χαλκοῦ, νίτρον, ὀπὸς ἐρινεοῦ.—Ἐς ὄμφακος χυλὸν στυπτηρίην ἐμβάλλειν ὡς λειοτάτην, καὶ θεῖναι ἐν χαλκῷ ἐρυθρῷ ἐς ἥλιον, καὶ ἀνακινέειν, καὶ ἀνελεῖν ὅταν δοκέῃ καλῶς ἔχειν τὸ πάχος.—Ἕτερον· ἑλλέβορος μέλας ὡς λειότατος ἐπιπάσσεται, ἕως ἄν τι τοῦ ὑγροῦ ἐνέῃ καὶ νεμομένου· ἐπίδεσις δὲ ἡ αὐτὴ, ἥπερ ἐπὶ τοῖσιν ἐμπλάστροισιν.—Ἕτερον· ἁλὸς χόνδρους ὡς ξηροτάτους ἐς χυτρίδιον χάλκεον ἢ κεραμεοῦν καινὸν ἐμβαλεῖν, ἴσους ὡς μάλιστα τὸ μέγεθος, μὴ ἁδρούς· καὶ μέλι ὡς κάλλιστον διπλάσιον τῶν ἁλῶν εἰκάσας ἐπιχέαι ἐπὶ τοὺς ἅλας· ἔπειτα ἐπιθεῖναι ἐπὶ τοὺς ἄνθρακας τὸ χυτρίδιον, καὶ ἐᾷν ἕως ἂν κατακαυθῇ πᾶν· ἔπειτα ἀνασπογγίσας τὸ ἕλκος καὶ ἐκκαθήρας, ἐπιδῆσαι ὥσπερ τὸ πρότερον, καὶ πιέσαι ὀλίγῳ μᾶλλον· τῇ δ’ ὕστεραίῃ, ὅπη ἂν μὴ λάβηται τὸ φάρμακον,

422
ἐπιπάσας προσπιέζειν καὶ ἐπιδεῖν· ὅταν δὲ βούλῃ ἀφιστάναι τὸ φάρμακον, ὄξος θερμὸν ἐπιχέειν, ἕως ἂν ἀποστῇ, καὶ αὖθις τὰ αὐτὰ ποιέειν, ἢν δέηται, ἀνασπογγίσας.—Ἄλλο ξηρὸν δάκνον ὡς. οἰσυπωδέστατα εἴρια ἐπ’ ὀστράκου κατακαῦσαι δαιδίῳ προσίσχων ἕως ἂν πάντα κατακαύσῃς· τοῦτο λεῖον τρίβων, ἐπιπάσας τὴν αὐτὴν ἐπιδεῖν ἐπίδεσιν.—Ἄλλο ξηρὸν ὁμοίως δάκνον· μίσυος ὡς λειοτάτου ἐπιπάσσειν ἐπὶ τὰ ὑγρὰ καὶ σαπρὰ, καὶ ἄνθος λεπτὸν μὴ παντελῶς λεῖον.—Ἐπὶ τῶν αὐτῶν ἑλκέων· χαμαιλέων μέλας, στυπτηρίη ἡ τῷ ὀπῷ τῆς συκῆς δεδευμένη, δεύειν δὲ ὀπτὴν, καὶ ἄγχουσαν μίσγειν.—Ἀναγαλλὶς, καὶ στυπτηρίη αἰγυπτίη ὀπτὴ, ἐπίπαστον ὀρχομένιον ἐπιπάσσειν.

18. Πρὸς δὲ τὰς νόμας· στυπτηρίη, ἥ τε αἰγυπτίη ὀπτὴ, καὶ ἡ μηλείη, πρότερον δὲ ἀπονιτρῶσαι ὀπτῷ καὶ ἀνασπογγίσαι. Καὶ ἡ χαλκῖτις στυπτηρίη ὀπτή ὀπτᾶν δὲ ἕως ἂν φλογοειδὴς γένηται.

19. Τῶν παλαιῶν ἑλκέων τῶν ἐν τοῖσιν ἀντικνημίοισι γινομένων, αἱματώδεα δέ ποι γίνεται καὶ μέλανα μελιλώτου ἄνθος τρίψας, μέλιτι φυρῶν, ἐπιπλάστῳ χρῆσθαι.

424

20. Ἐπὶ νεῦρα δὲ διατμηθέντα ἐπιδεῖν μυῤῥίνης ἀγρίης ῥίζας κόψας καὶ διαττήσας, φυρήσας ἐλαίῳ. Καὶ τὴν ποίην τὴν πεντάφυλλον, λευκὴ δέ ἐστι καὶ χνοώδης, καὶ ὑψηλοτέρη ἀπὸ τῆς γῆς ἢ τὸ μέλαν πεντάφυλλον, ταύτην τρίψας ἐν ἐλαίῳ ἐπιδεῖν, ἀπολύειν δὲ τριταῖον.