De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

1. Ἐμοὶ δοκέει ἀρχὴ μὲν οὖν οὐδεμία εἶναι τοῦ σώματος, ἀλλὰ πάντα ὁμοίως ἀρχὴ καὶ πάντα τελευτή· κύκλου γὰρ γραφέντος ἀρχὴ οὐχ εὑρέθη· καὶ τῶν νοσημάτων ἀπὸ παντὸς ὁμοίως τοῦ σώματος· τὸ μὲν ξηρότερον, πεφυκὸς νόσους λάζεσθαι καὶ μᾶλλον πονέειν, τὸ δὲ ὑγρὸν ἧσσον· τὸ μὲν γὰρ ἐν τῷ ξηρῷ νόσημα πήγνυταί τε καὶ οὐ διαπαύει, τὸ δ’ ἐν τῷ ὑγρῷ διαῤῥεῖ, καὶ τοῦ σώματος ἄλλοτε ἄλλο μάλιστα ἔχει, καὶ αἰεὶ μεταλλάσσον ἀνάπαυσιν ποιέει, καὶ θᾶσσον παύεται, ὥστε οὐ πεπηγός, Τοῦ δὲ σώματος τὰ μέλεα ἕκαστα τὸ ἕτερον τῷ ἑτέρῳ, ὁπόταν ἔνθα ἢ ἔνθα ὁρμήσῃ, νοῦσον παραυτίκα ποιέει, ἡ κοιλίη τῇ κεφαλῇ, καὶ ἡ κεφαλὴ τῇσι σαρξὶ καὶ τῇ κοιλίῃ, καὶ τἄλλα ἅπαντα οὕτω κατὰ λόγον, ὥσπερ ἡ κοιλίη τῇ κεφαλῇ, καὶ ἡ κεφαλὴ τῇσι σαρξὶ καὶ τῇ κοιλίῃ. Ἡ γὰρ κοιλίη ὁκόταν ὑπεκχώρησιν μὴ ποιέῃ τὴν μετρίην, καὶ ἐσίῃ ἐς αὐτὴν, ἄρδει τῇ ὑγρότητι τὸ σῶμα τῇ ἀπὸ τῶν σιτίων τῶν προσφερομένων· αὕτη δὲ ἡ ὑγρότης ἀπὸ τῆς κοιλίης ἀποφρασσομένη ἐς τὴν κεφαλὴν ὡδοιπόρησεν ἀθρόη· καὶ ἐς τὴν κεφαλὴν ἐπὴν ἀφίκηται, οὐ χωρευμένη ὑπὸ τῶν τευχέων τῶν ἐν τῇ κεφαλῇ, ῥεῖ ᾗ ἂν τύχῃ, καὶ πέριξ τῆς κεφαλῆς, καὶ ἐς τὸν ἐγκέφαλον διὰ λεπτοῦ τοῦ ὀστέου· καὶ ἡ μὲν ἐν τῷ ὀστέῳ ἐνδέδυκεν, ἡ δὲ περὶ τὸν ἐγκέφαλον διὰ λεπτοῦ τοῦ ὀστέου· καὶ ἢν μὲν ἐς τὴν κοιλίην πάλιν ἀφίκηται, τῇ κοιλίῃ νοῦσον ἐποίησεν· ἢν δ’ ἄλλῃ πη τύχῃ, ἄλλῃ νοῦσον ποιέει, καὶ τἄλλα οὕτως, ὥσπερ τοῦτο, τὸ

278
ἕτερον τῷ ἑτέρῳ νοῦσον ποιέει· καὶ κάλλιστον οὕτως εὐτρεπίζειν τὰ νοσεύμενα διὰ τῶν τὰς νούσους ποιεύντων· οὕτω γὰρ ἂν κάλλιστα τὴν ἀρχὴν τοῦ νοσευμένου τις ἰῷτο. Τὸ δὲ σῶμα αὐτὸ ἑωυτῷ τωὐτόν ἐστι καὶ ἐκ τῶν αὐτῶν σύγκειται, ὁμοίως δὲ οὐκ ἐχόντων, καὶ τὰ σμικρὰ αὐτοῦ καὶ τὰ μεγάλα καὶ τὰ κάτω καὶ τὰ ἄνω· καὶ εἴ τις βούλεται τοῦ σώματος ἀπολαβὼν μέρος κακῶς ποιέειν τὸ σμικρότατον, πᾶν τὸ σῶμα αἰσθήσεται τὴν πεῖσιν, ὁποίη ἄν τις ᾖ, διὰ τόδε ὅτι τοῦ σώματος τὸ σμικρότατον πάντα ἔχει, ὅσα περ καὶ τὸ μέγιστον· τοῦτο δ’ ὁποῖον ἄν τι πάθῃ, τὸ σμικρότατον ἐπαναφέρει πρὸς τὴν ὁμοεθνίην ἕκαστον πρὸς τὴν ἑωυτοῦ, ἤν τε κακὸν, ἤν τε ἀγαθὸν ᾖ· καὶ ταῦτα καὶ ἀλγέει καὶ ἥδεται ὑπὸ ἔθνεος τοῦ σμικροτάτου τὸ σῶμα, ὅτι ἐν τῷ σμικροτάτῳ πάντ’ ἔνι τὰ μέρεα, καὶ ταῦτα ἐπαναφέρουσιν ἐς τὰ σφῶν αὐτῶν ἕκαστα, καὶ ἐξαγγέλλουσι πάντα.

2. Φύσις δὲ τοῦ σώματος, ἀρχὴ τοῦ ἐν ἰητρικῇ λόγου· πρῶτον διατέτρηται ᾗ ἐσακούομεν· τὰ μὲν γὰρ περὶ τὰ ὦτα πέριξ κενεὰ, οὐκ ἐσακούει ἄλλο ἢ ψόφον καὶ ἰαχήν· ὅ τι δ’ ἂν διὰ τῆς μήνιγγος ἐς τὸν ἐγκέφαλον ἐσέλθῃ, τοῦτο διαφραδέως ἀκούεται ταύτῃ· καὶ μόνη τρῆσις διὰ τῆς μήνιγγός ἐστι τῆς περὶ τὸν ἐγκέφαλον περιτεταμένης. Κατὰ δὲ τὰς ῥῖνας τρῆμα μὲν οὐκ ἔνεστιν, σομφὸν δὲ, οἷον σπογγία· καὶ διὰ τοῦτο διὰ πλέονος ἀκούει ἢ ὀσφραίνεται· κατὰ πολὺ γὰρ σκίδναται ἡ ὀδμὴ τῆς ὀσφρήσιος. Καὶ ἐς τοὺς ὀφθαλμοὺς φλέβια λεπτὰ ἐς τὴν ὄψιν ἐκ τοῦ ἐγκεφάλου διὰ τῆς μήνιγγος τῆς περιεχούσης φέρονται· ταῦτα δὲ τὰ φλέβια τὴν ὄψιν τρέφουσι τῷ ὑγρῷ τῷ καθαρωτάτῳ τῷ ἀπὸ τοῦ ἐγκεφάλου, ἐς ὃ καὶ ἐμφαίνεται ἐν τοῖσιν

280
ὀφθαλμοῖσιν· ταῦτα δὲ τὰ φλέβια καὶ ἀποσβεννύασι τὰς ὄψεις ὅταν ξηρανθῶσιν. Μήνιγγες δὲ τρεῖς εἰσιν αἱ τοὺς ὀφθαλμοὺς φυλάσσουσαι, ἡ μὲν ἐπάνω παχυτέρη, ἡ δὲ διὰ μέσου λεπτοτέρη, ἡ δὲ τρίτη λεπτὴ ἡ τὸ ὑγρὸν φυλάσσουσα· τούτων ἡ μὲν ἐπάνω καὶ παχυτέρη, νοῦσος, ἢν κωφωθῇ· ἡ δὲ διὰ μέσου ἐπικίνδυνος αὕτη, καὶ ὅταν ῥαγῇ, ἐξίσχει οἷον κύστις· ἡ δὲ τρίτη ἡ λεπτοτάτη πάμπαν ἐπικίνδυνος, ἡ τὸ ὑγρὸν φυλάσσουσα. Μήνιγγες δὲ δύο εἰσὶ τοῦ ἐγκεφάλου, ἡ μὲν ἐπάνω παχυτέρη, ἡ δὲ λεπτὴ τοῦ ἐγκεφάλου ἁπτομένη, οὐκ ἔτι ἡ αὐτὴ ἐπὴν τρωθῇ.

3. Φλέβες δὲ περαίνουσι μὲν ἐς τὴν κορυφὴν διὰ τῆς σαρκὸς ἔχουσαι πρὸς τὸ ὀστέον, φέρονται δὲ διὰ τῆς σαρκὸς, δύο μὲν ἐκ τῆς κορυφῆς κατ’ ἰθὺ ᾗ αἱ ὀφρύες συγκλείονται καὶ τελευτῶσιν ἐς τὼς κανθοὺς τῶν ὀφθαλμῶν, μία δὲ ἀπὸ τῆς κορυφῆς ἐς τὴν ῥῖνα φέρεται καὶ σχίζεται ἐς τὸν χόνδρον τῆς ῥινὸς ἑκάτερον· ἄλλαι δύο φλέβες παρὰ τοὺς κροτάφους φέρονται ἐν μέσῳ τῶν κροτάφων καὶ τῶν ὤτων, αἳ πιέζουσι τὰς ὄψεις καὶ σφύζουσιν αἰεί· μοῦναι γὰρ αὗται οὐκ ἄρδουσι τῶν φλεβῶν, ἀλλ’ ἀποτρέπεται ἐξ αὐτῶν τὸ αἷμα· τὸ δ’ ἀποτρεπόμενον ἀποσυμβουλεύει τῷ ἐπιῤῥέοντι· καὶ τὸ μὲν ἀποτρεπόμενον βουλόμενον ἀποχωρέειν, τὸ δ’ ἄνωθεν ἐπιῤῥέον βουλόμενον κάτω χωρέειν, ἐνταῦθα ὠθεύμενά τε καὶ ἀναχεόμενα πρὸς ἄλληλα καὶ κυκλούμενα, σφυγμὸν παρέχουσι τοῖσι φλεβίοισιν. Ἡ δὲ ὄψις τῷ ἀπὸ τοῦ ἐγκεφάλου ὑγρῷ τρέφεται· ὅταν δέ τι τοῦ ἀπὸ τῶν φλεβῶν λάβῃ, τῇ ῥύσει ταράσσεται, καὶ οὐκ ἐμφαίνεται ἐς αὐτὸ, καὶ προκινέεσθαι δοκέει ἐν αὐτῷ τοτὲ μὲν οἷον εἴδωλον ὀρνίθων, τοτὲ δὲ οἷον φακοὶ μέλανες, καὶ τἄλλα οὐδὲν ἀτρεκέως κατ’ ἀληθείην δύναται ὁρᾷν. Ἄλλαι δύο φλέβες ἐν μέσῳ τῶν τε ὤτων καὶ τῶν ἄλλων φλεβῶν,

282
αἳ φέρονται ἐς τὰ ὦτα, καὶ πιέζουσι, τὰ ὦτα· ἄλλαι δύο φλέβες ἐκ τῆς συγκλείσεως τοῦ ὀστέου ἐς τὰς ἀκοὰς φέρονται. Αἱ δὲ κάτω τοῦ σώματος τετραμμέναι, δύο μὲν φλέβες παρὰ τοὺς τένοντας τοῦ τραχήλου, φέρονται δὲ καὶ παρὰ τοὺς σπονδύλους, καὶ τελευτῶσιν ἐς τοὺς νεφρούς· αὗται δὲ καὶ ἐς τοὺς ὄρχιας περαίνουσιν, καὶ ὅταν αὗται πονέσωσιν, αἷμα οὐρέει ὥνθρωπος. Ἄλλαι δύο φλέβες ἀπὸ τῆς κορυφῆς φέρονται ἐς τοὺς ὤμους, καὶ δὴ καὶ ὠμιαῖαι καλέονται. Ἄλλαι δύο φλέβες ἀπὸ τῆς κορυφῆς παρὰ τὰ ὦτα ἐν τοῖς ἔμπροσθεν τοῦ τραχήλου ἑκατέρωθεν ἐς τὴν κοίλην φλέβα καλεομένην φέρονται. Ἡ δὲ κοίλη φλὲψ περαίνεται μὲν ὡς ὁ οἰσοφάγος, πέφυκε δὲ μεταξὺ τοῦ τε βρόγχου καὶ τοῦ οἰσοφάγου· φέρεται δὲ διὰ τῶν φρενῶν καὶ διὰ τῆς καρδίης καὶ μεταξὺ τῶν φρενῶν, καὶ σχίζεται ἐς τοὺς βουβῶνας καὶ ἐς τοὺς μηροὺς ἐντὸς, καὶ τὰς διασφαγὰς ἐν τοῖσι μηροῖσι ποιέεται, καὶ ἐς τὰς κνήμας φέρεται ἐντὸς παρὰ τὰ σφυρά· αὗται καὶ ἄκαρπον ποιέουσι τὸν ἄνθρωπον ὅταν ἀποτμηθῶσιν, αἳ καὶ ἐς τοὺς μεγάλους δακτύλους τελευτῶσιν. Ἐκ δὲ τῆς κοίλης φλεβὸς ἀποπέφυκεν ἐς τὴν χεῖρα τὴν ἀριστερήν· φέρεται δ’ ὑποκάτω τοῦ σπληνὸς ἐς τὴν λαπάρην τὴν ἀριστερὴν, ὅθεν ὁ σπλὴν ἀποπέφυκε διὰ τοῦ ἐπιπλόου, καὶ τὴν ἀποτελεύτησιν ἴσχει ἐς τὸν κίθαρον· ἀποπέφυκε δὲ κατὰ τὰς φρένας, καὶ ξυμβάλλει τῇ ὠμιαίῃ κάτω τοῦ ἄρθρου τοῦ ἀγκῶνος, καὶ τοῦ σπληνὸς τάμνεται αὕτη· καὶ ἄλλη ἐς τὴν δεξιὴν τὸν αὐτὸν τρόπον ἀποπέφυκεν ἀπὸ τῆς κοίλης. Κοινωνέουσι δὲ πᾶσαι αἱ φλέβες καὶ διαῤῥέουσιν ἐς ἑωυτάς· αἱ μὲν γὰρ σφίσιν ἑωυταῖς ξυμβάλλουσιν, αἱ δὲ διὰ τῶν φλεβίων τῶν διατεταμένων ἀπὸ τῶν φλεβῶν, αἳ τρέφουσι τὰς σάρκας, ταύτῃ διαῤῥέουσι πρὸς ἑωυτάς.

4. Καὶ ἀπὸ τῶν φλεβῶν ὅ τι ἂν νόσημα γένηται, ῥᾷόν ἐστιν ἢ ἀπὸ τῶν νεύρων· διαῤῥεῖ γὰρ σὺν τῷ ὑγρῷ τῷ ἐνεόντι ἐν τῇσι φλεψὶ, καὶ οὐκ ἀτρεμίζει· καὶ ἡ φύσις τῇσι φλεψὶν ἐν ὑγρῷ ἐστιν ἐν τῇσι

284
σαρξί. Τὰ δὲ νεῦρα ξηρά τέ ἐστι καὶ ἀκοίλια, καὶ πρὸς τῷ ὀστέῳ πεφύκασιν, καὶ τρέφονται δὲ τὸ πλεῖστον ἀπὸ τοῦ ὀστέου, τρέφονται δὲ καὶ ἀπὸ τῆς σαρκὸς, καὶ τὴν χροιὴν καὶ τὴν ἰσχὺν μεταξὺ τοῦ ὀστέου καὶ τῆς σαρκὸς πεφύκασι, καὶ ὑγρότερα μέν εἰσι τοῦ ὀστέου καὶ σαρκοειδέστερα, ξηρότερα δ’ εἰσὶν ἢ αἱ σάρκες καὶ ὀστοειδέστερα· νόσημα δ’ ὅ τι ἂν ἐς αὐτὰ ἔλθῃ, ῥώννυταί τε καὶ ἀτρεμίζει ἐν τῷ αὐτῷ, καὶ χαλεπόν ἐστιν ἐξάγειν· μάλιστα δ’ ἐσέρχονται τέτανοί τε καὶ ἄλλα, ἀφ’ ὧν τρόμος τὸ σῶμα λαμβάνει καὶ τρέμειν ποιέει.

5. Τὰ δὲ νεῦρα πιέζουσι τὰ ἄρθρα, παρατεταμένα τέ εἰσι παρ’ ὅλον τὸ σῶμα· ἰσχύουσι δὲ μάλιστα ἐν ἐκείνοισι τοῦ σώματος καὶ αἰεὶ παχύτατά ἐστιν, ἐν οἷσι τοῦ σώματος αἱ σάρκες ἐλάχισταί εἰσι. Καὶ τὸ μὲν σῶμα πᾶν ἔμπλεον νεύρων· περὶ δὲ τὸ πρόσωπον καὶ τὴν κεφαλὴν οὐκ ἔστι νεῦρα, ἀλλὰ ἶνες παρόμοιαι νεύροις μεταξὺ τοῦ τε ὀστέου καὶ τῆς σαρκὸς λεπτότεραι καὶ στερεώτεραι, αἱ δὲ νευροκοίλιοι.

6. Αἱ κεφαλαὶ ῥαφὰς ἔχουσιν, αἱ μὲν τρεῖς, αἱ δὲ τέσσαρας· αἱ μὲν τέσσαρας ἔχουσαι, κατὰ τὰ ὦτα ἑκατέρωθεν ῥαφὴ, ἄλλη ἔμπροσθεν, ἄλλη ἐξόπισθεν τῆς κεφαλῆς, οὕτω μὲν ἡ τὰς τέσσαρας ἔχουσα· ἡ δὲ τὰς τρεῖς, κατὰ τὰ ὦτα ἑκατέρωθεν, καὶ ἔμπροσθεν· ὥσπερ δὲ ἡ τὰς τέσσαρας ἔχουσα, οὐ διαπέφυκεν οὐδὲ ταύτῃ ῥαρή· ὑγιεινότεροι δ’ εἰσὶ τὴν κεφαλὴν οἱ τὰς πλέονας ῥαφὰς ἔχοντες. Ἐν τῇσιν ὀφρύσι διπλόον τὸ ὀστέον, καὶ ἡ σύγκλεισις τῶν γενύων ἔν τε

286
τῷ γενείῳ μέσῳ καὶ ἄνω πρὸς τῇ κεφαλῇ. Σπονδύλους οἱ μὲν πλέονας, οἱ δὲ ἐλάσσονας ἔχουσιν· καὶ οἱ μὲν πλέονας ἔχοντες, δυοῖν δεόντοιν εἴκοσίν εἰσιν, ὧν οἱ μὲν ἄνω πρὸς τῇ κεφαλῇ, οἱ δὲ κάτω πρὸς τῇ ἕδρῃ. Πλευραὶ ἑπτά· τὰ μὲν ὄπισθεν τοῦ σώματος πρὸς τοὺς σπονδύλους, τὰ δ’ ἔμπροσθεν ἐν τῷ στέρνῳ πρὸς ἑωυτάς. Κλεῖδες ἄρθρα ἔχουσι, τὰ μὲν ἐν μέσῳ τοῦ στέρνου κατὰ τὸν βρόγχον, κατὰ ταῦτα ἤρθρωνται· τὰ δὲ πρὸς ποὺς ὤμους κεκλιμένα πρὸς τὰς πλάτας, αἳ ἐπὶ τοῖς ὤμοις αἰεὶ πεφύκασιν. Αἱ δὲ πλάται πρὸς τὰ γυῖα ἤρθρωνται, ἐπιβάλλουσαι ἐπὶ τὸ ὀστέον τὸ ἐν τῷ γυίῳ. Παρὰ δὲ τὸ ὀστέον περόναι δύο παρήκουσιν, ἡ μὲν ἔνδοθεν, ἡ δὲ ἐκτὸς, αἳ πρὸς τὰς πλάτας τῷ ὀστέῳ προσπεφυκυῖαι ἤρθρωνται. Κάτω δ’ ἐν τῷ ἀγκῶνι, κάτω μὲν περόνῃ ἤρθρωνται κατὰ τὸ πεφυκὸς κοιλανῶδες, ἄνω δὲ σμικρῷ τῆς περόνης ἐς τὸν ἀγκῶνα τό τε ὀστέον καὶ ἡ πέρονη ἐς τὸ αὐτὸ συμβάλλοντα ἄρθρον ἐν τῷ κυβίτῳ ποιέουσιν. Παρὰ δὲ τὸν πῆχυν περόναι παρήκουσι λεπταὶ πάνυ τέσσαρες, αἱ μὲν δύο ἄνω, αἱ δὲ δύο κάτω· καὶ πρὸς μὲν τὸν ἀγκῶνα δύο περόναι πεφυκυῖαι ἄνω ἐκ τοῦ ὀστέου πεφύκασιν, αὗται σὺν τῷ ὀστέῳ πεφυκυῖαι παρὰ τὸ τοῦ ὀστέου ἄρθρον ἤρθρωνται ἐς τὸ κύβιτον· αἱ δὲ κάτω κείμεναι καὶ ἐντὸς κεκλιμέναι, αὗται ἀμφότεραι ξυμβάλλουσαι πρὸς τὴν περόνην τὴν ἄνωθεν ἀπὸ τοῦ γυίου φερομένην,
288
ἐντὸς τοῦ γυίου ἤρθρωνται, καὶ πέρονην καλευμένην ποιέουσιν, αὗται ἑωυταῖς ξυμβάλλουσαι ἐν τῷ κυβίτῳ ἐντός. Κάτω δὲ πρὸς τὴν χεῖρα τὸ ὀστέον ἄρθρον ἔχει· αἱ δὲ περόναι ταύτῃ ἁπαλῇ ἐούσῃ, αἱ μὲν δύο οὐκ ἐξήκουσιν ἐς τὸ ἄρθρον, ἡ δ’ ἄνω καὶ ἡ κάτω σὺν τῷ ὀστέῳ ἤρθρωνται πρὸς τὴν χεῖρα. Αἱ δὲ χεῖρες ἄρθρα ἔχουσι πολλά· ὅσα γὰρ ὀστέα πρὸς ἑωυτὰ συμβάλλουσι, πάντα ἄρθρα ποιέουσιν. Δάκτυλοι ἄρθρα ἔχουσι πολλὰ, ἕκαστος τρία, ἓν μὲν ὑπὸ τῷ ὄνυχι ἐν μέσῳ τοῦ τε ὄνυχος καὶ τοῦ κονδύλου, ἄλλο ἐν τῷ κονδύλῳ, ᾗ καὶ ξυγκάμπτουσι τοὺς δακτύλους, ἄλλο τρίτον, ᾗ ὁ δάκτυλος ἀπὸ τῆς χειρὸς ἀποπέφυκεν. Ἐν δὲ τοῖσιν ἰσχίοισιν ἄρθρα δύο εἰσὶν αἱ κοτύλαι καλεύμεναι, καὶ οἱ μηροὶ ἐς ταῦτα ἐνήρθρωνται· παρὰ δὲ τοὺς μηροὺς περόναι δύο παρήκουσιν, ἡ μὲν ἐντὸς, ἡ δ’ ἐκτὸς, καὶ ἐς τὸ ἄρθρον οὐδετέρη ἐξήκει οὐδ’ ἑτέρωθεν, ἀλλὰ πρὸς τῷ ὀστέῳ προσπεφύκασι πρὸς τῷ μηρῷ. Ὁ δὲ μηρὸς ἄνωθεν μὲν, ᾗ ἐς τὴν κοτύλην ἐμβάλλει, δίκραιός ἐστι τοιῇδε δικραιότητι· ἐπὶ μὲν τοῦ ἐντὸς κεκλιμένου τῶν δικραίων ἐπὶ τοῦ ἄκρου ἐπιπέφυκεν στρογγύλον καὶ λεῖον, ὃ καὶ ἐς τὴν κοτύλην ἐμβάλλει, τὸ δ’ ἕτερον τὸ ἔλασσον τῶν δικραίων τὸ ἐκτὸς μᾶλλον ἔξω ἐξέχει, καὶ φαίνεται ἐν τῷ πυγαίῳ κάτω, καὶ ἰσχίον καλέεται. Πρὸς δὲ τὸ γόνυ τὸ ὀστέον τοῦ μηροῦ τοιόνδ’ ἐστὶ δίκραιον· τῷ δὲ δικραίῳ τούτῳ τὸ ὀστέον ἡ κνήμη καλεομένη οἷον ἐν γιγγλύμῳ ἐνήρμοσται· ἄνωθεν δὲ τοῦ ἐνηρμοσμένου ἡ μύλη ἐπίκειται, ἣ ἀποκωλύει ἐς τὸ ἄρθρον ἀναπεπτάμενον ἐσβῆναι τὴν ὑγρότητα τὴν ἀπὸ τῆς σαρκός. Παρὰ δὲ τὴν κνήμην περόναι δύο παρήκουσιν, αἳ κάτωθεν μὲν πρὸς τοῦ ποδὸς ἐς τὰ σφυρὰ τελευτῶσιν, ἄνωθεν δὲ πρὸς τοῦ γόνατος οὐκ ἐξήκουσι πρὸς τὸ ἄρθρον. Πρὸς δὲ τὸν πόδα ἡ κνήμη κατὰ τὰ σφυρὰ ἄρθρον ἔχει, καὶ ἄλλο κατώτερον
290
τῶν σφυρῶν, καὶ ἐν τοῖσι ποσὶν ἄρθρα πολλὰ, ὥσπερ καὶ ἐν τῇσι χερσίν· ὅσα γὰρ ὀστέα, τοσαῦτα καὶ ἄρθρα, καὶ ἐν τοῖσι δακτύλοισι τῶν ποδῶν τὸν ἀριθμὸν ἴσα κατὰ τὰ αὐτά. Ἄρθρα δὲ πολλὰ ἐν τῷ σώματι σμικρὰ, οὐχ ὁμοίως πᾶσιν, ἀλλὰ ἄλλα ἄλλοις· ταῦτα δὲ τὰ γεγραμμένα πᾶσιν ὁμοίως εἰσὶν, καὶ φλέβες αἱ γεγραμμέναι πᾶσιν ὁμοίως εἰσὶν, ἄλλα τε φλέβιά εἰσιν ἄλλοις, ἀλλ’ οὐκ ἄξια λόγου.

7. Μύξα πᾶσίν ἐστι φύσει, καὶ ὅταν αὕτη καθαρὴ ᾖ, ὑγιαίνουσι τὰ ἄρθρα, καὶ διὰ τοῦτο εὐκίνητά ἐστιν, ὥστε ὀλισθαίνοντα πρὸς ἑωυτά. Πόνος δὲ καὶ ὀδύνη γίνεται, ὅταν ἀπὸ τῆς σαρκὸς ὑγρασίη ῥυῇ πονησάσης τι· πρῶτον μὲν πήγνυται τὸ ἄρθρον, οὐ γὰρ ὀλισθηρὴ ἡ ὑγρότης ἡ ἐπεῤῥυηκυῖα ἀπὸ τῆς σαρκός· ἔπειτα, ὥστε πολλὴ λίην γενομένη, καὶ οὐκ ἀρδομένη ἐκ τῆς σαρκὸς αἰεὶ, ξηραίνεται, καὶ ὥστε πολλὴ ἐοῦσα καὶ οὐ χωρεῦντος τοῦ ἄρθρου ἐκρεῖ, κακῶς τε πεπηγυῖα μετεωρίζει τὰ νεῦρα, οἷσι τὸ ἄρθρον συνδέδεται, καὶ ἄδετα ποιέει καὶ διαλελυμένα, καὶ διὰ τοῦτο χωλοὶ γίνονται, καὶ ὅταν μὲν τοῦτο μᾶλλον γίνηται, μᾶλλον, ὅταν δὲ ἧσσον, ἧσσον.

8. Ἐς δὲ τὴν κοιλίην καὶ τὰ ἐσθιόμενα καὶ τὰ πινόμενα χωρέουσιν, ἐκ δὲ τῆς κοιλίης ἶνες ἐς τὴν κύστιν, ἣ διηθεῖ τὸ ὑγρὸν, τεταμέναι εἰσίν.

9. Ῥόοι δὲ γίνονται καὶ διαψυχομένης τῆς σαρκὸς λίην, καὶ διαθερμαινομένης

292
καὶ ὑποφλεγμαινούσης. Ῥόοι δὲ διὰ μὲν τὸ ψῦχος γίνονται, ὁπόταν τόδε γίνηται, ὅταν ἡ σὰρξ ἡ ἐν τῇ κεφαλῇ καὶ αἱ φλέβες τεταμέναι ἔωσιν· αὗται, φριξάσης τῆς σαρκὸς καὶ ἐς μικρὸν ἀφικνουμένης καὶ ἐκφλιψάσης, ἐκθλίβουσι τὴν ὑγρότητα, καὶ αἱ σάρκες ἅμα αὗται ἀντεκθλίβουσιν ἐς μικρὸν ἀφικνούμεναι, καὶ αἱ τρίχες ἄνω ὀρθαὶ γίνονται ὥστε πάντοθεν ἅμα ἰσχυρῶς πιεζόμεναι· ἐντεῦθεν ὅ τι ἂν ἐκφλιβῇ, ῥεῖ ᾗ ἂν τύχῃ. Ῥεῖ δὲ καὶ διὰ τὴν θερμότητα, ὅταν αἱ σάρκες ἀραιαὶ γινόμεναι διόδους ποιήσωσι, καὶ τὸ ὑγρὸν θερμανθὲν λεπτότερον γένηται· πᾶν γὰρ τὸ ὑγρὸν θερμαινόμενον λεπτότερον γίνεται, καὶ πᾶν ἐς τὸ ὑπεῖκον ῥεῖ· μάλιστα δ’ ὅταν λίην ὑπερφλεγμήνῃ, διὰ τόδε ῥεῖ· αἱ σάρκες λίην ἔμπλεαι γινόμεναι ὅ τι ἂν μὴ δύνωνται χωρέειν, ῥεῖ τὸ ὑγρὸν τὸ μὴ δυνάμενον χωρέεσθαι, ῥεῖ δὲ ᾗ ἂν τύχῃ· ἐπὴν δὲ ἅπαξ εὔροοι αἱ ῥοιαὶ γένωνται, ῥεῖ ἐς τὸ χωρίον ᾗ ἂν τύχῃ, ἔστ’ ἂν συμπιεχθῶσιν αἱ δίοδοι τοῦ ῥόου δι’ ἰσχνότητα ὅταν τὸ σῶμα ξηρανθῇ· ὥστε γὰρ τὸ σῶμα κοινωνέον αὐτὸ ἑωυτῷ διαλαμβάνει καὶ ἄγει, καθ’ ὅ τι ἂν ὑγρὸν ἐπιτύχῃ, ἐς ἑωυτὸ τὸ ξηρόν· ἄγειν δὲ οὐ χαλεπὸν αὐτό ἐστιν, ὥστε τοῦ σώματος κενοῦ τε καὶ οὐ συνοιδέοντος ὑπὸ ἰσχνότητος. Ὅταν δὲ τὰ κάτω ξηρὰ γένωνται, τὰ δ’ ἄνω ὑγρὰ (μᾶλλον δὲ τὰ ἄνω ὑγρά ἐστι τεύχεα, αἱ γὰρ φλέβες ἄνω πλέονές εἰσιν ἢ κάτω, καὶ αἱ σάρκες ἐλάττονος ὑγρότητος δεόμεναι αἱ ἐν τῇ κεφαλῇ), ἄγει δὴ τὸ ξηρὸν τοῦ σώματος τὸ ἐκ τῆς κεφαλῆς ὑγρόν· καὶ ἅμα καὶ δίοδοί εἰσι τῷ ἄγοντι μᾶλλον, ἢ τῷ ἀγομένῳ· καὶ γὰρ αὗται κερδαίνουσιν ὥστε ξηραὶ ἐοῦσαι, καὶ ἅμα καὶ τὰ ὑγρὰ πέφυκε κάτω χωρέειν, καὶ ἢν βραχέη τις ἀνάγκη γένηται.

294

10. Ῥόοι δὲ ἀπὸ τῆς κεφαλῆς ἑπτά· ὁ μὲν κατὰ τὰς ῥῖνας, ὁ δὲ κατὰ τὰ ὦτα, ὁ δὲ κατὰ τοὺς ὀφθαλμούς· οὗτοι οἱ ῥόοι καταφανέες ἐκ τῆς κεφαλῆς τοῖσιν ὀφθαλμοῖσιν. Ἐπὴν δ’ ἐς τὸν κίθαρον ῥυῇ ὑπὸ ψύχους, χολὴ γίνεται, μᾶλλον δὲ ῥεῖ ἐς τὸν κίθαρον ὑπὸ ψύχους διὰ τόδε, ὅτι εὔροον γίνεται ἐς τὸν βρόγχον, ὥστε οὐδὲ ξυγκεκαλυμμένον· ὑπὸ δὲ τοῦ ψύχους καὶ κόπος ἔχει διὰ τοῦτο τοὺς ὑπὸ τῆς χολῆς ἐχομένους, ὅτι αἱ σάρκες, ὅταν χειμίη ᾖ, οὐκ ἀτρεμίζουσιν, ἀλλὰ σείονται, καὶ σειόμεναι μοχθέουσι, καὶ κοπιῶσιν, ὥστε σειόμεναι ὥσπερ ἐν τῇσιν ὁδοιπορίῃσιν· καὶ ἔμπυοι γίνονται, ὅταν ἐς τὸν κίθαρον ῥέῃ, καὶ φθισιῶντες. Ὅταν δ’ ἐς τὸν μύελον ῥόος γένηται, φθίσις ἀλαΐα γίνεται. Ὅταν δ’ ὄπισθεν ἐς τοὺς σπονδύλους, καὶ ἐς τὰς σάρκας ῥυῇ, ὕδρωψ γίνεται, καὶ τῷδ’ ἐστὶ γιγνώσκειν, ξηρὰ τὰ ἔμπροσθεν, ἡ κεφαλὴ καὶ αἱ ῥῖνες καὶ οἱ ὀφθαλμοί· καὶ τοῖσιν ὀφθαλμοῖσι γίνεται ἀμβλυώσσειν, καὶ χλωροὶ γίνονται καὶ τὸ ἄλλο σῶμα, καὶ οὐκ ἀποπτύει οὐδὲν, οὐδ’ ἤν πουλὺ ῥέῃ· ὅδε γὰρ ὁ ῥόος, διὰ τῆς σαρκὸς μέσης ῥέων, τῆς ὄπισθεν καὶ τῆς ἔμπροσθεν ἀπεστραμμένος, ξηρὰ τὰ ἔμπροσθεν ποιέει, τὴν δ’ ὄπισθεν ἄρδει σάρκα, καὶ τὴν ἐντὸς μᾶλλον πρὸς τὴν κοιλίην, ἢ ἐκτὸς πρὸς τὴν ῥινόν· διὰ τοῦτο δὲ ἐκτὸς μᾶλλον ἢ ἐντὸς στερεώτερον τὸ σῶμα, καὶ στενωτέρας διατρήσιας ἔχει· ὥστε δὲ λεπταὶ ἐοῦσαι ξυμπιλέονται, καὶ ἀκέουσιν αὗται σφίσιν ἑωυταῖς, καὶ ῥόος οὐ δύναται ταύτῃ ἰέναι οὐδείς· αἱ δ’ εὐρύτεραί τέ εἰσιν αἱ ἐντὸς καὶ λεπτότερα τὰ μεταξὺ ἔχουσαι.

296
Ὁ δὲ ῥόος, ὥστε ἀφ’ ὑψηλοτέρων, καὶ λεπτὰ τὰ ἀντικωλύοντα ἔχων, ῥεῖ καὶ πίμπλησιν ὑγρότητος τὰς σάρκας· καὶ ἀπὸ τῶν σιτίων ἐς τὸ αὐτὸ χωρέουσα ἡ ὑγρότης διέφθαρται· διεφθαρμένη δ’ αὐτὴ ὑπὸ τῆς συμμίξιος, καὶ τὸ ῥέον σὺν αὐτῇ ἀπὸ τῆς κεφαλῆς, τρέφει τὸ σῶμα· λίην δὲ πολλῷ ὑγρῷ αἱ σάρκες τρεφόμεναι καὶ νοσηλῷ θάλλουσαί τε λίην ὕδρωπος ἔμπλεαί εἰσιν. Ἢν δ’ ὀλίγον ῥεύσῃ, ἰσχιάδα καὶ κέδματα ἐποίησεν, ἐπὴν ῥέον παύσηται· ὥστε γὰρ ὀλίγον ἐῤῥυηκὸς, καὶ πάντοθεν ὠθεύμενον, καὶ ὑπὸ παντὸς κρέσσονος ἐόντος ὥστε ὀλίγον ἐὸν, καὶ οὐκ ἔχον ἐπιῤῥοὴν [καὶ] ὥστε πάντοθεν ὠθεύμενον, ἐς τὰ ἄρθρα ἀποφυγὴν ποιέεται. Γίνεται δὲ κέδματα καὶ ἰσχιάδες καὶ ἀπὸ τοιούτων νοσημάτων ὑγιῶν γιγνομένων· ὅταν τὸ μὲν νόσημα ποιέον ὑγιὲς γένηται, καταλειφθῇ δέ τι ἐν τῇ σαρκὶ καὶ μὴ ᾖ αὐτῷ ἡ ἔξοδος, μήτ’ αὖ ἔσω μήτε ἐς τὸ δέρμα φῦμα ποιήσῃ ἐξιὸν, φεύγει ἐς τὸ ὑπεῖκον, ἐς τὰ ἄρθρα, καὶ ἢ κέδματα ἢ ἰσχιάδα ἐποίησεν.

11. Ἢν δὲ συνοιδήσωσιν αἱ ῥῖνες, καὶ φλέγματος ἔμπλεαι ἔωσιν συμπεπηγότος, τοῦτο χρὴ τὸ φλέγμα τὸ συμπεπηγὸς λεπτύνειν ἢ πυρίῃσιν, ἢ φαρμάκῳ, καὶ μὴ ἀποτρέπειν· ἢν γὰρ ἀποτρεφθὲν ἄλλῃ πη ῥεύσῃ, πάντη τὸ ῥέον μέζονα νόσον ποιέοι.

12. Ὁπόταν δ’ ἐς τὰ ὦτα ῥέῃ, τὸ πρῶτον ὀδύνην παρέχει, βίῃ γὰρ χωρέει· πόνον δὲ παρέχει, ἔστ’ ἂν ἀποσυριγγωθῇ· ἐπὴν δὲ μάθῃ ῥεῖν, οὐκέτι πόνον ποιέει. Τῷ ὑπὸ τῆς ὀδύνης ἐχομένῳ φάρμακον θερμὸν φύσει χλιαρὸν ποιήσαντα, διέντα νετώπῳ, ἐγχεῖν, καὶ ὄπισθεν σικύην προσβάλλειν, ἢν τὸ ἀριστερὸν ἀλγέῃ, ἐς τὸ δεξιὸν, καὶ

298
ἢν τὸ δεξιὸν, ἐς τὸ σκαιόν· μὴ κατακρούειν δὲ, ἀλλ’ ὡς ἂν ἕλκῃ μοῦνον· ἢν δὲ μὴ πρὸς ταῦτα παύηται, ψύχοντα ἐγχεῖν φύσει ψυχρὰ, καὶ φάρμακον πίσαι ὅ τι ἂν κάτω ὑποχώρησιν ποιέῃ, ἄνω δὲ μὴ, ὥσπερ οὐδ’ ἀρήγει ἐμέειν, καὶ τὰ ἄλλα ψύχειν. Καὶ αἰεὶ δὲ ἐκ τοῦ ὑγιὲς μὴ ποιέοντος τρόπου μεταλλάσσειν· καὶ ἢν μὲν κάκιον ποιέῃ, ἔχον ἐς τὸ ὑπεναντίον· ἢν δὲ ῥέπῃ ἐς τὸ ὑγιὲς, τὸ πάμπαν μὴ ἀφελεῖν τι τῶν προσφερομένων, μηδ’ ἀποζευγῆσαι, μηδὲ προσθεῖναι ἄλλο τι. Ἢν δὲ σεσυριγγωμένον ἤδη ᾖ, καὶ πεπυωμένος ῥέῃ ἰχὼρ πουλὺς καὶ κακὸν ὀζόμενος, τοῦτο ὧδε ποιέειν· σπογγιὰν δεύων ξηραίνοντί τινι φαρμάκῳ [ξηρῷ] πρὸς τὴν ἀκοὴν ὡς πελαστάτω προσθεῖναι, καὶ πρὸς τὰς ῥῖνας καθαρτήριον, ὅπως, τοῦ ἐς τὰ ὦτα ῥέοντος, πρόσθεν ἐς τὰς ῥῖνας φέρηται, καὶ μὴ ἐς τὴν κεφαλὴν πάλιν ἀποχωρέῃ, νοσηλὸν ἐόν.

13. Ὅταν δ’ ἐς ὀφθαλμοὺς ῥεῦμα ἴῃ, φλεγμαίνουσιν οἱ ὀφθαλμοὶ καὶ οἰδέουσιν· τοῦτον χρὴ φαρμάκῳ ἢ τῷ ὑγρῷ ἢ τῷ ξηρῷ ἐν παστῷ ἰᾶσθαι· ἢν δ’ εὐθέως φλεγμήνωσι, μὴ ἔγχριε μηδὲν, ἀλλ’ ἢ κλύσαι κάτω τῷ ἰσχυροτάτῳ, ἢ ἄλλῳ τινὶ ἀπισχνῆναι ὑποχωρητικῷ φαρμάκῳ, φυλασσόμενος μὴ ἔμετον ποίησῃς· ἢν δὲ οἷον λίθοι ὑποτρέχωσιν, φάρμακον ἐγχρίειν ὅ τι πλεῖστον ἄγειν δάκρυον μέλλει, καὶ τὸ ἄλλο σῶμα ὑγραίνοντα καὶ φλεγμαίνειν ποιέοντα, ὡς ὑγρότεροι οἱ ὀφθαλμοὶ γένωνται καὶ ἐκκεκλυσμένοι, ὡς τὸ δάκρυον συμπεπηγὸς ὑποτρέχειν ποιέῃς. Ὅταν δ’ ἐς τοὺς ὀφθαλμοὺς κατὰ σμικρὸν

300
ῥέῃ, καὶ κνιπότητα παρέχῃ, τοῦτον ἐγχρίειν μαλθακώδει, ὅ τι μέλλει ξηραίνειν ἅμα καὶ δάκρυον ὀλίγον ἄγειν, καὶ πρὸς τὰς ῥῖνας φάρμακον προσφέρειν ἢ ἑκάστης ἡμέρης, ἢ διὰ τρίτης, γνώμῃ τῇ αὐτῇ χρώμενος· τοιόνδε ἔστω τὸ φάρμακον, ὅ τι μὴ πλεῖον ἢ ἐμβάφιον ἀπάγειν μέλλει κατὰ τὰς ῥῖνας, ἀπάγειν δὲ κατὰ σμικρὸν, τὸ δὲ κατὰ τοὺς ὀφθαλμοὺς ἀποξηραίνειν, ὡς ὅ τι ἂν τὸ τῶν ὀφθαλμῶν φάρμακον ἀποξηρήνῃ καὶ ἀποφράξῃ, κατὰ τὰς ῥῖνας ἀποτράπηται. Τὰ δὲ φάρμακα τὰ τῆς κεφαλῆς καθαρτήρια, ἃ μὲν αὐτῶν ἰσχυρά ἐστιν, ἀπὸ τῆς κεφαλῆς ἄγουσιν ὅλης· ἅσσα δὲ ἀσθενέα, ἀπὸ τῶν ὀφθαλμῶν, καὶ αὐτόθεν ἀπὸ τῶν πέλας τῆς ῥινός. Ἢν δ’ ἀπὸ τῆς σαρκὸς καὶ τοῦ ὀστέου, μύξης ὑποστάσης μεταξὺ τοῦ ὀστέου καὶ τῆς σαρκὸς, ῥεῦμα ἐς τοὺς ὀφθαλμοὺς γένηται, τῷδε δῆλόν ἐστιν, ὅτι ἐντεῦθεν ῥεῖ· τὸ δέρμα τὸ ἐπὶ τῇ κεφαλῇ φλιβόμενον ὑπείκει, καὶ ἕλκεα ἐς τὴν κεφαλὴν ἐκθύουσι, καὶ κατὰ τοὺς ὀφθαλμοὺς δακρύουσι, καὶ οὐχ ἑλκοῦνται τὰ βλέφαρα, οὐδὲ δάκνει, οὐδ’ ἀμβλυώσσειν ποιέει, ἀλλ’ ὀξὺ ὁρῶν γίνεται· τὸ γὰρ ῥεῦμα οὐχ ἁλμυρόν ἐστιν, ὡς οὐκ ἀπὸ τοῦ ἐγκεφάλου, ἀλλὰ μυξῶδες μᾶλλον. Τοῦτον ὧδε χρὴ ἰᾶσθαι· φαρμάκῳ καθαίρειν χρὴ τὴν κεφαλὴν μὴ ἰσχυρῷ, καὶ τὸ σῶμα ἰσχναίνειν καὶ σιτίοισι καὶ φαρμάκοισι κάτω ὑπάγοντα, ὡς ἀποξηρανθῇ ἰσχναινομένου τοῦ σώματος, ἢ ἐκτρεφθῇ τῷ κατὰ τὰς ῥῖνας προστιθεμένῳ φαρμάκῳ· πρὸς δὲ τοὺς ὀφθαλμοὺς οὐδὲν δεῖ φάρμακον προσφέρειν. Ἢν δὲ δὴ μηδ’ οὕτως ὑγιὴς γίνηται, τὴν κεφαλὴν κατατάμνειν ἔστ’ ἂν πρὸς τὸ ὀστέον ἴῃς, μὴ μετεώρους μηδ’ ἐπικαρσίους τὰς τομὰς ποιέειν· τάμνειν δὲ ἄχρι τούτου, ἄχρις ἂν τοῦ ὀστέου θίγῃς· τάμνειν δὲ πυκνὰ, ὡς ἂν τὸ συνεστηκὸς ἐξέλθῃ θᾶσσον διὰ τῶν ἑλκέων ἀποῤῥέον, ἅμα δὲ αἱ τομαὶ πυκναὶ ἐοῦσαι πρόστασιν ποιέωσι
302
τῇ σαρκὶ πρὸς τὸ ὀστέον. Οὕτως ἰᾶσθαι δεῖ· τούτῳ τοιάδε ἡ ἀποτελεύτησις γίνεται, ἢν μή τις εὐτρεπίσῃ· οὐκ ἐκκέκλυσται, ὥστ’ ἐκκλυσόμενον ὀξὺ ὁρᾷν ποιέειν, αἰεὶ τῷ ἐφισταμένῳ μαρμαρυγώδης μᾶλλον γίνεται, καὶ τὸ ὀξὺ ὁρῶν τοῦ ἀνθρώπου ἀποσβέννυται. Ἢν δ’ ἐς τὴν ὄψιν ἐς τὸ ὑγρὸν καθαρὸν αἱματῶδές τι ἐσέλθῃ ὑγρὸν, τούτῳ ἡ ὄψις ἔνδον ἐμφαίνεται τοῦ ὀφθαλμοῦ οὐ στρογγύλον ἐὸν διὰ τόδε· ἐν ᾧ ἂν τὸ αἱματῶδες ἐνῇ, τοῦτο οὐκ ἐμφαίνεται, τούτῳ δὴ ἐλλείπει τὸ φαινόμενον περιφερὲς εἶναι, καὶ προκινέεσθαι αὐτῷ δοκέει πρὸ τῶν ὀφθαλμῶν, καὶ οὐδὲν κατ’ ἀλήθειαν ὁρᾷ. Τούτου χρὴ τὰς φλέβας ἀποκαίειν τὰς πιεζούσας τὰς ὄψιας, αἳ σφύζουσιν αἰεὶ καὶ μεταξὺ τοῦ τε ὠτὸς καὶ τοῦ κροτάφου πεφύκασιν· καὶ ἐπειδὰν ταύτας ἀποφράξῃς, πρὸς τοὺς ὀφθαλμοὺς φάρμακα, ὅσα ὑγραίνει, πρόσφερε, καὶ δάκρυον ἄπαγε ὡς πλεῖστον, ὅπως τὸ συνεστηκὸς ἐν τοῖσιν ὀφθαλμοῖσιν ἐκκλυσθῇ τὸ τὴν νοῦσον παρέχον. Ἢν δὲ ὁ ὀφθαλμὸς ῥαγῇ, μαλθακοῖσι φαρμάκοισι χρῆσθαι καὶ στρυφνοῖσιν, ὡς στυφόμενον τὸ ἕλκος ἐς σμικρὸν συνίῃ, καὶ ἡ οὐλὴ λεπτὴ ᾖ. Ὅταν δ’ ἄργεμον ᾖ, δακρύειν τῷ ὀφθαλμῷ ἀρήγει.

14. Ὁπόταν δὲ ἐς τὸν κίθαρον ῥέῃ καὶ χολὴ ᾖ, τῷδε δῆλόν ἐστιν· ὀδύνη ἔχει ἐς τὴν λαπάρην καὶ ἐς τὴν κληβδα τὴν ἐς τὴν λαπάρην, καὶ πυρετὸς, καὶ ἡ γλῶσσα τὰ ἄνω χλωρὴ γίνεται, καὶ ἀποχρέμπτεται ξυμπεπηγότα· ταύτης τῆς νούσου ἑβδομαίῳ ὁ κίνδυνός ἐστιν ἢ ἐνναταίῳ. Ὁκόταν ἀμφότερα τὰ πλευρὰ ἀλγέῃ, τὰ δ’ ἄλλα ὅμοια ᾖ τῇ ἑτέρῃ, αὕτη μὲν περιπλευμονίη ἐστὶν, ἡ δ’ ἑτέρη πλευρῖτις· αὗται δὲ γίνονται διὰ τόδε· ὅταν ἐς τὸν πλεύμονα ῥεύσῃ ἐκ τῆς κεφαλῆς

304
διὰ τοῦ βρόγχου καὶ τῶν ἀρτηριῶν, ὁ πλεύμων, ἅτε ψαφαρὸς ἐὼν καὶ ξηρὸς φύσει, ἕλκει ἐφ’ ἑωυτὸν τὸ ὑγρὸν ὅ τι ἂν δύνηται· καὶ ἐπὴν εἰρύσῃ, μέζων γίνεται, καὶ ὅταν μὲν ἐς ὅλον ῥεύσῃ, μέζων ὁ λοβὸς γενόμενος ἀμφοτέρων ἔψαυσε τῶν πλευρέων, καὶ περιπλευμονίην ἐποίησεν· ὅταν δὲ τῆς ἑτέρης μοῦνον, πλευρῖτιν. Ἡ περιπλευμονίη πολὺ ἐπικινδυνοτέρη ἐστὶ, καὶ ὀδύναι πολὺ ἰσχυρότεραί εἰσιν αἱ ἐς τὰς λαπάρας καὶ ἐς τὰς κλὴβδας, καὶ ἡ γλῶσσα πολὺ ὠχροτέρη, καὶ τὴν φάρυγγα ἀλγέει ὑπὸ τοῦ ῥεύματος, καὶ κόπος ἔχει ἰσχυρὸς, καὶ πνεῦμα ἑκταῖον ἢ ἑβδομαῖον λάζεται. Τοῦτον ἢν μὴ ἑβδομαῖον ὁ πυρετὸς ἀφῇ, ἀποθνήσκει, ἢ ἀποπυΐσκεται, ἢ ἀμφότερον· ἢν δ’ ἐναταῖον δύο ἡμέρας διαλιπὼν λάζηται, ὡς τὰ πολλὰ καὶ οὗτος ἢ ἀποθνήσκει, ἢ ἔμπυος διαφεύγει· ἢν δὲ δωδεκαταῖον, ἔμπυος γίνεται· ἢν δὲ τεσσαρεσκαιδεκαταῖον, ὑγιὴς γίνεται. Καὶ ἔμπυοι ὅσοι ὑπὸ περιπλευμονίης ἢ πλευρίτιδος γίνονται, οὐκ ἀποθνήσκουσιν, ἀλλ’ ὑγιέες γίνονται· ὡς τὰ πολλὰ ἔμπυοι γίνονται, ὅταν ῥεῦμα ἐς τὸ αὐτὸ ὥσπερ ἐπὶ τῇσι χολῇσι γένηται· ἀλλὰ τῇσι μὲν χολῇσι πολὺ ἀποῤῥεῖ, καὶ ἀποῤῥεῦσαν παύεται· τοῖσι δ’ ἐμπύοισιν ἔλασσόν τε ῥεῖ καὶ οὐ παύεται, καὶ ἔμπυοι γίνονται, ὅταν ἔλασσον ἀποχρέμπτωνται ἢ ἐπιῤῥεῖ ἐς τὸν πλεύμονα. Τοῦτο γὰρ, τὸ ἐν τῷ πλεύμονι συνιστάμενόν τε καὶ ἐπιῤῥέον, πῦον γίνεται· τὸ δὲ πῦον συνιστάμενον ἐν τῷ πλεύμονι καὶ ἐν τῷ κιθάρῳ ἑλκοῖ καὶ σήπει· καὶ ἐπὴν ἑλκωθῇ, ἀπὸ τοῦ ἡλκωμένου ἐπιῤῥεῖ καὶ ἐπαναχρεμπτομένου· ἅμα μὲν ἡ κεφαλὴ μᾶλλον ῥεῖ σειομένη, ἅμα δὲ ἐκ τοῦ ἡλκωμένου ἐν τῷ κιθάρῳ καὶ
306
τῷ πλεύμονι μᾶλλον ῥεῖ, καὶ τὰ ἕλκεα κινεύμενα ἐπαναῤῥήγνυται, ὥστε καὶ εἰ παύσαιτο τὸ ἀπὸ τῆς κεφαλῆς ῥέον, τὸ ἀπ’ αὐτέων τῶν ἑλκέων ἱκανὸν ἔσται νοῦσον παρασχεῖν. Γίνεται δὲ καὶ ἀπὸ ἕλκους ἔμπυος, καὶ ῥᾴων αὕτη ἡ νοῦσος· γίνεται δὲ καὶ ἐκτὸς τοῦ πλεύμονος μάλοστα μὲν ἀπὸ ῥήγματος, καὶ ὅταν ἡ σὰρξ φλασθῇ· κατὰ τοῦτο γὰρ πῦον ξυνίσταται, καὶ ξυνιστάμενον, εἴ τις σείοι τὸ σῶμα, κλυδάζεται, καὶ ψόφον παρέχει, καὶ καίονται ταῦτα. Φθίσις δὲ γίνεται, ὅταν ἐς τὸ αὐτὸ, ὥσπερ τῷ ἐμπύῳ, ὁ ῥόος γένηται διὰ τοῦ βρόγχου καὶ τῶν ἀορτρέων, αἳ ξυνέχουσι τὸν πλεύμονα καὶ τὸν βρόγχον· ἐς δὲ τὸν πλεύμονα ῥέει θαμινὰ κατ’ ὀλίγον, καὶ ὑγρότητα ἐν τῷ πλεύμονι οὐ ποιέει πολλήν· ξηραινόμενον γὰρ τὸ ἐπιῤῥέον ἐν τῷ βρόγχῳ πεπηγὸς, ὥστε οὐκ ἐκκλυζόμενον, ἀλλὰ κατ’ ὀλίγον ἐπιῤῥέον καὶ ἐνεχόμενον βῆχα ποιέει· ἔν τε τῇσιν ἀορτρῇσιν ἐνεχόμενον τὸ ῥέον, ὥστε στενὰς διατρήσιας ἐχούσας τὰς ἀορτρὰς, στενοχωρίην τῷ πνεύματι παρέχει, καὶ τοῦτο ποιέει πνεῦμα ἔχειν· ὥστε γὰρ αἰεὶ λειπόμενον αἰεὶ ἐπιθυμέει ἀναπνεῖν, καὶ ἐν τῷ πλεύμονι, ὥστε οὐκ ἰσχυρῶς ὑγρῷ ἐόντι, ξυσμὸς ἐγγίνεται· ὅταν δὲ πολὺ ἀποῤῥυῇ τῆς κεφαλῆς, οὔτ’ ἐν τῷ πλεύμονι ξυσμὸς γίνεται· πολὺ γὰρ αὐτέῳ τὸ ἐπιῤῥέον ἐστὶ, καὶ ἔμπυοι ἐκ τῶν φθισίων τούτων γίνονται, ὅταν ὑγρότερον τὸ σῶμα γένηται· καὶ ὅταν ξηρότερον γένηται, ἐκ τῶν ἐμπύων φθισιῶντες. Ἔμπυοι τῷδε δῆλοι γίνονται· τὴν λαπάρην ἀρχομένων πόνος ἔχει· ἐπὴν δὲ πῦον ξυνεστήκῃ, ὅ τε πόνος ὁμοίως ἔχει, βήξ τε γίνεται, καὶ ἐπαναχρέμπτεται πῦον, καὶ πνεῦμα
308
ἔχει. Ἢν δὲ μήπω ἐῤῥώγῃ, ἐν τῇ λαπάρῃ σείεται καὶ ψοφέει οἷον ἐν ἀσκῷ· ἢν δὲ τούτων μηδὲν προσημήνῃ, ἔμπυος δὲ ᾖ, τοισίδε χρὴ τεκμαίρεσθαι· πνεῦμα πουλὺ ἔχει, φθέγγεταί τε ὑποβραγχότερον, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ γούνατα, μᾶλλον δὲ κατὰ τὴν λαπάρην, ἐν ᾗ τὸ πῦον ἔνεστι· καὶ ὁ κίθαρος συγκεκαμμένος ἐστὶ, καὶ λυσιγυῖα γίνεται, καὶ ἱδρὼς περιχεῖται ὅλον τὸ σῶμα, καὶ τοτὲ μὲν δοκέει θερμὸς αὐτὸς ἑωυτῷ εἶναι, τοτὲ δὲ ψυχρός· καὶ οἱ ὄνυχες περιτέταμένοι εἰσὶ, καὶ ἡ κοιλίη θερμὴ γίνεται· τούτοισι χρὴ γινώσκειν τοὺς ἐμπύους.

15. Ὅταν δ’ ὄπισθεν ῥεύσῃ ἐς τὴν ῥάχιν, φθίσις γίνεται τούτῳ τοιάδε· τὴν ὀσφὺν ἀλγέει, καὶ τὰ ἔμπροσθεν τῆς κεφαλῆς κενὰ δοκέουσιν αὐτῷ εἶναι.

16. Χολῇ δὲ τάδ’ ἐστὶν ἐπικίνδυνα, ἴκτερος ἢν ἐπιγένηται, ἐν τοῖσιν ὀφθαλμοῖσι καὶ ἐν τοῖσιν ὄνυξι πελιδνὰ ὅταν γένωνται, καὶ ἐς τὸ σῶμα ὅταν ἔχῃ ἕλκεα καὶ τὰ περὶ τὰ ἕλκεα πελιδνὰ ᾖ, καὶ ὁ ἱδρὼς ὁκόταν μὴ κατ’ ὅλον τὸ σῶμα ἐκθύῃ, ἀλλὰ καθ’ ἓν μέρος τοῦ σώματος, καὶ ὅταν τοῦ πυρετοῦ ἔτι ὄντος ἐπαναχρέμπτηται χλωρὸν, ἢ, ἐόντος ἐντὸς ἐν τῷ πλεύμονι ἔτι τοῦ χλωροῦ, ἡ ἐπανάχρεμψις παύσηται· τοῦτο δεῖ γινώσκειν ὅταν ἐνῇ καὶ ὅταν μὴ ἐνῇ· ὅταν ἐνῇ, ἐμψοφεῖ ἐν τῇ φάρυγγι ἀναπνέοντος, καὶ πνεῦμα ἐπικίνδυνον, καὶ λὺγξ, καὶ ὁ πυρετὸς ἔτι ὢν, ἀποχρέμματος ἔτι ἐν τῷ πλεύμονι ἐνεόντος, καὶ ἡ κοιλίη ἀσθενέος ἤδη ἐόντος ὑποχωρέουσα· ταῦτα πλευρίτιδος καὶ περιπλευμονίης ἐπικίνδυνα.

17. Πλευρῖτιν ὧδε χρὴ ἰᾶσθαι· τὸν πυρετὸν μὴ παύειν ἑπτὰ ἡμερέων, πότῳ δὲ χρήσθω ἢ ὀξυμελικρήτῳ, ἢ ὄξει καὶ ὕδατι· ταῦτα δὲ χρὴ προσφέρειν ὡς πλεῖστα, ὡς ἐπίτεγξις γένηται καὶ γινομένη

310
ἐπανάχρεμψιν ποιέῃ· καὶ τὴν ὀδύνην παύειν θερμαντηρίοισι φαρμάκοισι, καὶ καταῤῥοφεῖν διδόναι ὅ τι ἐπανάχρεμψιν ποιήσει, καὶ λουτροῖσι χρῆσθαι τεταρταίοισιν· τῇ δὲ πέμπτῃ καὶ τῇ ἕκτῃ χρίειν ἐλαίῳ· τῇ δὲ ἑβδόμῃ λούειν, ἢν μὴ ὁ πυρετὸς μέλλῃ ἀφιέναι, ὡς ὑπὸ τοῦ λουτροῦ ὁ ἱδρὼς ἐγγένηται· καὶ ἔτι τῇ πέμπτῃ καὶ τῇ ἕκτῃ ἰσχυροτάτοισι χρῆσθαι τοῖσιν ἐπαναχρεμπτηρίοισι φαρμάκοις, ὡς τὴν ἑβδόμην ὅτι ῥήϊστα ἡμέρην ἀγάγῃ· ἢν δὲ μηδὲ τῇ ἑβδόμῃ ἡμέρῃ παύσηται, τῇ ἐννάτῃ παύσεται, ἢν μή τι ἄλλο τῶν ἐπικινδύνων γένηται· ἐπὴν δὲ ὁ πυρετὸς ἀφῇ, ῥοφήματα ὡς ἀσθενέστατα ποιέων προσφέρειν· ἢν δὲ ἰνηθμὸς ἐγγένηται, ἢν μὲν ἔτι θερμοῦ τοῦ σώματος ἐόντος, τῶν ποτῶν ἀφαιρέειν· ἢν δὲ τοῦ πυρετοῦ ἀφεικότος, πυρίνοις τοῖσι ῥοφήμασι χρῶ. Καὶ τὴν περιπλευμονίην τὸν αὐτὸν τρόπον ἰῶ.

18. Τοὺς ἐμπύους καθαίρειν τὴν κεφαλὴν μὴ ἰσχυροῖσι φρμάκοισιν, ἀλλὰ κατὰ μικρὸν ἀποτρέπειν ἐς τὰς ῥῖνας, καὶ ἅμα διαχωρητικοῖσι σιτίοισι χρῆσθαι· καὶ ἐπὴν ἡ ἀρχὴ τοῦ νοσήματος μηκέτι ᾖ, ἀλλ’ ἐκτρέπηται ὁ ῥόος, ἐπανάχρεμψιν ποιέεσθαι, καὶ βῆχα ποιέειν, καὶ ἐγχύτοισι φαρμάκοισι χρῆσθαι καὶ σιτίοισιν ἅμα· ὁπόταν δὲ δέῃ ἀπόχρεμψιν ποιέεσθαι, καὶ πλέοσι σιτίοισι καὶ ἁλυκοῖσι χρῆσθαι καὶ λιπαροῖσι, καὶ οἴνῳ αὐστηρῷ, καὶ βῆχα ποιέειν ὅταν ὧδε ἔχῃ.

19. Καὶ τοὺς ὑπὸ τῆς φθίσιος τὸν αὐτὸν τρόπον τἄλλα, πλὴν τὰ σιτία μὴ πολλὰ ἅμα, καὶ τὰ ὄψα μὴ πλέονα ἢ τὰ σιτία, καὶ τῷ

312
οἴνῳ ὑδαρεῖ χρῷ ἐπὶ τῷ σιτίῳ, ὡς μὴ θερμαίνῃ, καὶ τῷ σώματι ἀσθενεῖ ἐόντι θερμότητα παρέχῃ, καὶ ἅμα ἀμφότερα θερμαίνωσιν ἐν τῷ αὐτῷ χρόνῳ καὶ θερμωλὴν ποιέωσιν.

20. Ῥεῦμα πουλὺ ὁπόταν διὰ τοῦ οἰσοφάγου ἐς τὴν κοιλίην ῥεύσῃ, ἴνησις γίνεται κάτω, ἔστι δ’ ὅτε καὶ ἄνω· τούτῳ ἢν μὲν ὀδύνη ἐνῇ ἐν τῇ γαστρὶ, ὑπεξάγειν πρῶτον φαρμάκῳ ἢ χυλῷ, ἔπειτα φαρμάκῳ ἰσχητηρίῳ χρῆσθαι, τοῖσι δὲ σιτίοισι διαχωρητικοῖσιν ἕως ἂν ἡ ὀδύνη ἔχῃ· ἐπὴν δὲ παύσηται ἡ ὀδύνη, καὶ τοῖσι σιτίοισιν ἰσχητηρίοισι χρῆσθαι· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὴν πολλὰς ἡμέρας ἴνησις ἔχῃ, ἰᾶσθαι· ἢν δὲ ἀσθενὴς ᾖ καὶ μὴ δύνηται προσφέρεσθαι ὑπὸ ἀσθενείης, κλύζειν πρῶτον μὲν χρὴ χυλῷ πτισάνης, ἔπειτα ἐπὴν τούτῳ καθήρῃς, τῶν στυφόντων τινί.