Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

11. Τὸν δὲ περὶ τῶν ἑλκέων μέλλοντα γνώσεσθαι, ὅκως ἔκαστα τελευτήσει, πρῶτον μὲν χρὴ τὰ εἴδεα τῶν ἀνθρώπων ἐξεπίστασθαι, τά τε ἀμείνω πρὸς τὰ ἕλκεα καὶ τὰ κακίω ἔπειτα τὰς ἡλικίας εἰδέναι, ὁποίῃσιν ἕκαστα τῶν ἑλκέων δυσαπάλλακτα γίνεται· τά τε χωρία ἐπεσκέφθαι τὰ ἐν τοῖσι σώμασιν, ὅσον διαφέρει θάτερα θατέρων· τά τε ἄλλα ὑκοῖα ἐφ’ ἑκάστοισιν ἐπιγίνεται ἀγαθά τε καὶ κακὰ εἰδέναι. Εἰδὼς μὲν γὰρ ἄν τις ταῦτα πάντα εἰδῇ ἂν καὶ ὅκως ἔκαστα ἀποβήσεται· μὴ εἰδὼς δὲ ταῦτα, οὐκ ἂν εἰδῇ, ὅκως αἱ τελευταὶ ἔσονται ἀμφὶ τῶν ἑλκέων. Εἴδεα μὲν γὰρ ἀγαθά ἐστι τὰ τοιάδε· ἐλαφρὰ καὶ ξύμμετρα, καὶ εὔσπλαγχνα, καὶ μήτε σαρκώδεα ἰσχυρῶς μήτε σκληρά· κατὰ δὲ χρῶμα ἔστω λευκὸν, ἢ μέλαν, ἢ ἐρυθρόν ταῦτα γὰρ πάντα ἀγαθὰ ἄκρητα ἐόντα· εἰ δ’ εἴη μιξόχλωρον, ἢ χλωρὸν, ἢ πελιδνὸν τὸ χρῶμα, κάκιον γίνεται. Τὰ δὲ εἴδεα ὅσα ἂν τοῖσι προγεγραμμένοισι τἀναντία πεφύκῃ, εἰδέναι χρὴ κακίω ἐόντα. Περὶ δὲ ἡλικιῶν, φύματα μὲν ἔμπυα καὶ τὰ

32
χοιρώδεα, ταῦτα πλεῖστα τὰ παιδία ἴσχουσι, καὶ ῥᾷστα ἐξ αὐτέων ἀπαλλάσσει· τοῖσι δὲ γεραιτέροισί τε τῶν παιδίων καὶ νεηνίσκοισι φύεται μὲν ἐλάσσω, χαλεπώτερον δὲ ἐξ αὐτέων ἀπαλλάσσουσι. Τοῖσι δὲ ἀνδράσι τὰ μὲν τοιαῦτα φύματα οὐ κάρτα ἐπιγίνεται· τὰ δὲ κηρία δεινὰ, καὶ οἱ κρυπτοὶ καρκῖνοι οἱ ὑποβρύχιοι, καὶ οἱ ἐκ τῶν ἐπινυκτίδων ἕρπητες, ἔστ’ ἂν ἑξήκοντα ἔτεα συχνῷ ὑπερβάλλωσι. Τοῖσι δὲ γέρουσι τῶν μὲν τοιουτοτρόπων φυμάτων οὐδὲν ἐπιγίνεται· οἱ δὲ καρκῖνοι οἱ κρυπτοὶ καὶ οἱ ἀκρόπαθοι γίνονται, καὶ ξυναποθνήσκουσιν. Τῶν δὲ χωρίων μασχάλαι δυσιητότεραι, καὶ κενεῶνές τε καὶ μηροί· ὑποστάσιές τε γὰρ ἐν αὐτοῖσι γίνονται καὶ ὑποστροφαί. Τῶν δὲ περὶ ἄρθρα ἐπικινδυνότατοι οἱ μεγάλοι δάκτυλοι, καὶ μᾶλλον οἱ τῶν ποδῶν. Οἷσι δὲ τῆς γλώττης ἐν τῷ πλαγίῳ ἕλκος γίνεται πολυχρόνιον, καταμαθεῖν τῶν ὀδόντων ἤν τις ὀξὺς τῶν κατ’ αὐτό.

12. Τὰ δὲ τρώματα θανατωδέστερα μὲν τὰ ἐς τὰς φλέβας τὰς παχείας τὰς ἐν τῷ τραχήλῳ τε καὶ τοῖς βουβῶσιν, ἔπειτα ἐς τὸν ἐγκέφαλον καὶ ἐς τὸ ἧπαρ, ἔπειτα τὰ ἐς ἔντερον καὶ ἐς κύστιν. Ἔστι δὲ ταῦτα πάντα, ὀλέθρια ἐόντα ἰσχυρῶς, οὐχ οὕτως ἄφυκτα ὡς δοκέει· τά τε γὰρ χωρία ὀνόματα ἔχοντα ταὐτὰ μέγα διαφέρει, καὶ οἱ αὐτοὶ τρόποι. Πολὺ δὲ διαφέρει τοῦ αὐτοῦ ἀνθρώπου τοῦ σώματος ἡ παρασκευή· ἔστι μὲν γὰρ ὅτε οὔτ’ ἂν πυρετήνειεν οὔτε φλεγμήνειε τρωθείς· ἔστι δ’ ὅτε καὶ ἄνευ προφάσιος ἐπυρέτηνεν

34
ἂν, καὶ φλεγμανθείη τι τοῦ σώματος πάντως. Ἀλλ’ ὅτε ἕλκος ἔχων μὴ παραφρονέει εὐπετέως τε φέρει τὸ τρῶμα, ἐγχειρέειν χρὴ τῷ τρώματι ὡς ἀποβησομένῳ κατὰ λόγον τῆς ἰητρείης τε καὶ τῶν ἐπιγινομένων. Ἀποθνήσκουσι μὲν γὰρ οἱ ἄνθρωποι ὑπὸ τρωμάτων παντοίων· πολλαὶ μὲν γὰρ φλέβες εἰσὶ καὶ λεπταὶ καὶ παχεῖαι, αἵτινες αἱμοῤῥαγοῦσαι ἀποκτείνουσιν, ἢν αὐτῷ τύχωσιν ὀργῶσαι, ἃς ἐν ἐτέρῳ καιρῷ διακόπτοντες ὠφελέουσι τὰ σώματα. Πολλὰ δὲ τῶν τρωμάτων ἐν χωρίοισί τε εἶναι εὐήθεσι καὶ οὐδέν τι δεινὰ φαινόμενα, οὕτως ὠδύνησεν ἡ πληγὴ ὥστε μὴ δύνασθαι ἀναπνεῦσαι· ἄλλοι δὲ ὑπὸ τῆς ὀδύνης τοῦ τρώματος οὐδὲν δή τι δεινοῦ ἐόντος, τὸ μὲν πνεῦμα ἀνήνεγκαν, παρεφρόνησαν δὲ καὶ πυρετήναντες ἀπέθανον· ὅσοι γὰρ ἂν ἢ τὸ σῶμα πυρετῶδες ἔχωσιν ἢ τὰς γνώμας θορυβώδεας, τὰ τοιαῦτα πάσχουσιν. Ἀλλὰ χρὴ μήτε ταῦτα θαυμάζειν, μήτε ὀῤῥωδέειν κεῖνα, εἰδότα ὅτι αἱ ψυχαί τε καὶ τὰ σώματα πλεῖστον διαφέρουσιν αἱ τῶν ἀνθρώπων, καὶ δύναμιν ἔχουσι μεγίστην. Ὅσα μὲν οὖν τῶν τρωμάτων καιροῦ ἔτυχεν, ἢ σώματός τε καὶ γνώμης τοιαύτης, ἢ ὀργῶντος οὕτω τοῦ σώματος, ἢ μέγεθος τοσαῦτα ἦν ὥστε μὴ δύνασθαι καταστῆναι τὸν ἄνθρωπον εἰς τὴν ἴησιν καταφρονέοντα, τοῖσι μὲν ἐξίστασθαι
36
χρὴ ὁποῖα ἂν ᾖ, πλὴν τῶν ἐφημέρων λειποθυμιῶν· τοῖσι δ’ ἄλλοισι πᾶσιν ἐπιχειρέειν, νεοτρώτοισιν ἐοῦσιν, ὡς ἂν τούς τε πυρετοὺς διαφεύγωσιν οἱ ἄνθρωποι καὶ τὰς αἱμοῤῥαγίας τε καὶ τὰς νομὰς φυλασσόμενον. Ἀτρεκέστατα δὲ καὶ ἐπὶ πλεῖστον χρόνον τὰς φυλακὰς αἰεὶ τῶν δεινοτάτων ποιέεσθαι· καὶ γὰρ δίκαιον οὕτως.

13. Αἱ δὲ νομαὶ θανατωδέσταται μὲν ὧν αἱ σηπεδόνες βαθύταται, καὶ μελάνταται, καὶ ξηρόταται· πονηραὶ δὲ καὶ ἐπικίνδυνοι ὅσαι μέλανα ἰχῶρα ἀναδιδοῦσιν· αἱ δὲ λευκαὶ καὶ μυξώδεες τῶν σηπεδόνων ἀποκτείνουσι μὲν ἧσσον, ὑποστρέφουσι δὲ μᾶλλον, καὶ χρονιώτεραι γίνονται. Οἱ δ’ ἕρπητες ἀκινδυνότατοι πάντων ἑλκέων ὅσα νέμεται, δυσαπάλλακτοι δὲ μάλιστα, κατά γε τοὺς κρυπτοὺς καρκίνους. Ἐπὶ πᾶσι δὲ τοῖσι τοιουτέοισι πυρετόν τε ἐπιγενέσθαι ξυμφέρει μίην ἡμέρην καὶ πῦον ὡς λευκότατον καὶ παχύτατον· λυσιτελεῖ δὲ καὶ σφακελισμὸς νεύρου, ἢ ὀστέου, ἢ καὶ ἀμφοῖν, ἐπί γε τῇσι βαθείῃσι σηπεδόσι καὶ μελαίνῃσι· πῦον γὰρ ἐν τοῖσι σφακελισμοῖσι ῥεῖ πουλὺ καὶ λύει τὰς σηπεδόνας.

14. Τῶν δὲ ἐν τῇ κεφαλῇ τρωμάτων θανατωδέστατα μὲν τὰ ἐς τὸν ἐγκέφαλον, ὡς καὶ προγέγραπται· δεινὰ δὲ καὶ τὰ τοιαῦτα πάντα, ὀστέον ψιλὸν μέγα, ὀστέον ἐμπεφλασμένον, ὀστέον κατεῤῥωγός· εἰ

38
δὲ καὶ τὸ στόμα τοῦ ἕλκεος σμικρὸν εἴη, ἡ δὲ ῥωγμὴ τοῦ ὀστέου ἐπὶ πολὺ παρατείνοι, ἐπικινδυνότερόν ἐστι· ταῦτα δὲ πάντα δεινότερα γίνεται καὶ κατὰ ῥαφήν τε ὄντα, καὶ τῶν χωρίων αἰεὶ τὰ ἐν τοῖσιν ἀνωτάτω τῆς κεφαλῆς. Πυνθάνεσθαι δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀξίοις λόγου τρώμασιν, ἢν ἔτι νεότρωτοι αἱ πληγαὶ ἔωσιν, εἰ βλήματα εἴη, ἢ κατέπεσεν ὥνθρωπος, ἢ εἰ ἐκαρώθη· ἢν γάρ τι τούτων ᾖ γεγονὸς, φυλακῆς πλείονος δεῖται, ὡς τοῦ ἐγκεφάλου ἐσακούσαντος τοῦ τρώματος. Εἰ δὲ μὴ νεότρωτος εἴη, ἐς τἄλλα σημεῖα σκέπτεσθαι καὶ βουλεύεσθαι. Ἄριστον μὲν οὖν μήτε πυρετῆναι μηδαμᾶ τὸν τὸ ἕλκος ἔχοντα ἐν τῇ κεφαλῇ, μήθ’ αἷμα ἐπαναῤῥαγῆναι αὐτῷ, μήτε φλεγμονὴν μηδεμίην ἢ ὀδύνην ἐπιγενέσθαι· εἰ δέ τι τούτων ἐπιφαίνοιτο, ἐν ἀρχῇσί τε γίνεσθαι ἀσφαλέστατον, καὶ ὀλίγον χρόνον παραμένειν. Ξυμφέρει δὲ ἐν τῇσιν ὀδύνῃσι καὶ τῇσι φλεγμονῇσι τὰς ἐπὶ τοῖσιν ἕλκεσιν ἐπιγίνεσθαι, τῇσι δ’ αἱμοῤῥαγίῃσι πῦον ἐπὶ τῇσι φλεψὶ φαίνεσθαι· τοῖσι δὲ πυρετοῖσιν ἃ ἐν τοῖσιν ὀξέσι νοσήμασιν ἔγραψα ξυμφέρειν ἐπὶ τούτοισι γενέσθαι, ταῦτα καὶ ἐνθάδε λέγω ἀγαθὰ εἶναι, τὰ δ’ ἐναντία κακά. Ἄρξασθαι δὲ πυρετὸν ἐπὶ κεφαλῆς τρώσει τεταρταίῳ, ἢ ἑβδομαίῳ, ἢ ἑνδεκαταίῳ, θανατῶδες μάλα. Κρίνεται δὲ τοῖσι πλείστοισιν, ἢν μὲν τεταρταίου ἐόντος τοῦ ἕλκεος πυρετὸς ἄρξηται, ἐς τὴν ἑνδεκάτην· ἢν δ’ ἑβδομαῖος ἐὼν πυρετήνῃ, ἐς τὴν
40
τεσσαρεσκαιδεκάτην ἢ ἑπτακαιδεκάτην· ἢν δὲ τῇ ἑνδεκάτῃ ἄρξηται πυρεταίνειν, ἐς τὴν εἰκοστὴν, ὡς ἐν τοῖσι πυρετοῖσι διαγέγραπται τοῖς ἄνευ προφάσεων ἐμφανέων γινομένοισι. Τῇσι δ’ ἀρχῇσι τῶν πυρετῶν ἤν τε παραφροσύνη ἐπιγένηται, ἤν τε ἀπόπληξις τῶν μελέων τινὸς, εἰδέναι τὸν ἄνθρωπον ἀπολλύμενον, ἢν μὴ παντάπασιν ἢ τῶν καλλίστων τι σημείων ἐπιγένηται, ἢ σώματος ἀρετὴ ὑπόκειται· [ἀλλ’ ὑποσκεπτέσθω τὸν τρόπον τῷ ἀνθρώπῳ·] ἔτι γὰρ αὕτη ἡ ἐλπὶς γίνεται σωτηρίης, χωλὸν δὲ γενέσθαι τὸ ἄρθρον ἐς ὃ ἀπεστήριξεν, ἀναγκαῖόν ἐστιν, ἢν ἄρα καὶ περιγένηναι ὁ ἄνθρωπος.

15. Τὰ δὲ τρώματα τὰ ἐν τοῖσιν ἄρθροισι μεγάλα μὲν ἐόντα καὶ τελέως ἀποκόπτοντα τὰ νεῦμα τὰ συνέχοντα, εὔδηλον ὅτι χωλοὺς ἀποδείξει. Εἰ δὲ ἐνδοιαστὸν εἴη ἀμφὶ τῶν νεύρων, ὅπως ἔχοι, ὀξέος μὲν ἐόντος τοῦ βέλεος τοῦ ποιήσαντος, ὀρθὸν τὸ τρῶμα εἰδέναι ἄμεινον ἐπικαρσίου· εἰ δ’ εἴη βαρύ τε καὶ ἀμβλὺ τὸ τρῶσαν, οὐδὲν διαφέρει· ἀλλ’ ἐς τὸ βάθος τε τῆς πληγῆς σκέπτεσθαι καὶ τἄλλα σημεῖα. Ἔστι δὲ τάδε· πῦον ἢν ἐπιγένηται ἐπὶ τὸ ἄρθρον, σκληρότερον ἀνάγκη γενέσθαι· ἢν δὲ καὶ οἰδήματα συμπαραμείνῃ, σκληρὸν ἀνάγκη πουλὺν χρόνον τοῦτο τὸ χωρίον γίνεσθαι, καὶ τὸ οἴδημα, ὑγιέος ἐόντος τοῦ ἕλκεος, παραμένειν· καὶ βραδέως ἀνάγκη συγκάμπτεσθαί τε καὶ ἐκτείνεσθαι ὁκόσα ἂν τοῦ ἄρθρου καμπύλου ἐόντος θεραπεύηται.

42
Οἷσι δ’ ἂν καὶ νεῦρον δοκέῃ ἐκπεσεῖσθαι, ἀσφαλεστέρως τὰ περὶ τῆς χωλώσιος ᾖ προλέγειν, ἄλλως τε καὶ ἢν τῶν κάτωθεν νεύρων ᾖ τὸ ἐκλυόμενον· γνώσῃ δὲ τοῖσι νεῦρον μέλλον ἐκπίπτειν, πῦον λευκόν τε καὶ παχὺ καὶ πουλὺν χρόνον ὑποῤῥεῖ· ὀδύναι τε καὶ φλεγμοναὶ γίνονται περὶ τὸ ἄρθρον ἐν ἀρχῇσι. Τὰ δ’ αὐτὰ ταῦτα γίνεται καὶ ὀστέου μέλλοντος ἐκπεσεῖσθαι. Τὰ δὲ ἐν τοῖσιν ἀγκῶσι διακόμματα ἐν φλεγμονῇ μάλιστα ἐόντα ἐς διαπύησιν ἀφικνέεται καὶ τομάς τε καὶ καύσιας.

16. Ὁ δὲ νωτιαῖος μυελὸς ἢν νοσέῃ ἤν τε ἐκ πτώματος, ἤν τε ἐξ ἄλλης τινὸς προφάσιος, ἤν τε ἀπὸ αὐτομάτου, τῶν τε σκελέων ἀκρατὴς γίνεται ὁ ἄνθρωπος, ὥστε μηδὲ θιγγανόμενος ἐπαΐειν, καὶ τῆς γαστρὸς καὶ τῆς κύστιος, ὥστε τοὺς μὲν πρώτους χρόνους μήτε κόπρον μήτε οὖρον διαχωρέειν, ἢν μὴ πρὸς ἀνάγκην. Ὅταν δὲ παλαιότερον γένηται τὸ νόσημα, οὐκ ἐπαΐοντι τῷ ἀνθρώπῳ ἥ τε κόπρος διαχωρέει καὶ τὸ οὖρον· ἀποθνήσκει δὲ μετὰ ταῦτα οὐ πολλῷ ὕστερον χρόνῳ.

17. Ὧν δὲ ἐμπίπλαται αἵματος ἡ φάρυγξ, πολλάκις τῆς ἡμέρης τε καὶ τῆς νυκτὸς ἑκάστης, οὔτε κεφαλὴν προαλγήσαντι, οὔτε βηχὸς ἐχούσης, οὔτε ἐμέοντι, οὔτε πυρετοῦ λαμβάνοντος, οὔτε ὀδύνης ἐχούσης οὔτε τοῦ στήθεος οὔτε τοῦ μεταφρένου, τούτων κατιδεῖν ἐς

44
τὰς ῥῖναι καὶ τὴν φάρυγγα· ἢ γὰρ ἕλκος τι ἔχων φανεῖται ἐν τῷ χωρίῳ τούτῳ, ἢ βδέλλαν.

18. Ὀφθαλμοὶ δὲ λημῶντες ἄριστα ἐπαλλάττουσιν, ἢν τό τε δάκρυον καὶ ἡ λήμη καὶ τὸ οἴδημα ἄρξηται ὁμοῦ γενόμενα. Ἤν δὲ τὸ μὲν δάκρυον τῇ λήμῃ μεμιγμένον ᾖ καὶ μὴ θερμὸν ἰσχυρῶς, ἡ δὲ λήμη λευκή τε ᾖ καὶ μαλθακὴ, τό τε οἴδημα ἐλαφρόν τε καὶ λελυμένον· εἰ γὰρ οὕτω ταῦτ’ ἔχοι, ξυμπλάσσοιτ’ ἂν ὀφθαλμὸς ἐς τὰς νύκτας ὥστε ἀνώδυνος εἶναι, καὶ ἀκινδυνότατον οὕτως ἂν εἴη καὶ ὀλιγοχρονιώτατον. Εἰ δὲ τὸ δάκρυον χωρέει πουλὺ καὶ θερμὸν ξὺν ὀλιγίστῃ λήμῃ καὶ σμικρῷ οἰδήματι, εἰ μὲν ἐκ τοῦ ἑτέρου τῶν ὀφθαλμῶν, χρόνιον μὲν κάρτα γίνεται, ἀκίνδυνον δὲ· καὶ ἀνώδυνος οὗτος ὁ τρόπος ἐν τοῖσι μάλιστα. Τὴν δὲ κρίσιν ὑποσκέπτεσθαι, τὴν μὲν πρώτην, ἐς τὰς εἴκοσιν ἡμέρας· ἢν δ’ ὑπερβάλλῃ τοῦτον τὸν χρόνον, ἐς τὰς τεσσαράκοντα προσδέχεσθαι· ἢν δὲ μηδ’ ἐν ταύτῃσι παύηται, ἐν τῇσιν ἑξήκοντα κρίνεται. Παρὰ πάντα δὲ τὸν χρόνον τοῦτον ἐνθυμεῖσθαι τὴν λήμην, ἢν ἐν τῷ δακρύῳ τε μίσγηται καὶ λευκή τε καὶ μαλθακὴ γίνηται, μάλιστα δ’ ὑπὸ τοὺς χρόνους τοὺς κρισίμους· ἢν γὰρ μέλλῃ παύεσθαι, ταῦτα ποιήσει. Εἰ δὲ οἱ ὀφθαλμοὶ ἀμφότεροι ταῦτα πάθοιεν, ἐπικινδυνότεροι γίνονται ἑλκωθῆναι· ἡ δὲ κρίσις ἐλάσσονος χρόνου ἔσται. Λῆμαι δὲ ξηραὶ ἐπώδυνοι κάρτα, κρίνονται δὲ ταχέως, ἢν μὴ τρῶμα λάβῃ ὁ ὀφθαλμός. Οἴδημα δὲ ἢν μέγα ᾖ, ἀνώδυνόν τε καὶ ξηρὸν ἀκίνδυνον· εἰ δὲ εἴη ξὺν ὀδύνῃ, κακὸν μὲν ξηρὸν ἐὸν καὶ ἐπικίνδυνον ἑλκῶσαί τε τὸν ὀφθαλμὸν καὶ ξυμφῦσαι· δεινὸν δὲ καὶ ξὺν δακρύῳ τε ἐὸν καὶ ὀδύνῃ· εἰ γὰρ δάκρυον χωρέει θερμὸν καὶ ἁλμυρὸν, κίνδυνος τῇ τε κόρῃ ἑλκωθῆναι καὶ

46
τοῖσι βλεφάροισιν. Εἰ δὲ τὸ μὲν οἴδημα κατασταίη, δάκρυον δὲ πουλὺ ἐπιχέεται πολὺν χρόνον, καὶ λῆμαι εἰσὶ, τοῖσι μὲν ἀνδράσι βλεφάρων ἐκτροπὴν προλέγειν, τῇσι δὲ γυναιξὶ καὶ τοῖσι παιδίοισιν ἕλκωσιν καὶ τῶν βλεφάρων ἐκτροπήν. Ἢν δὲ λῆμαι χλωραὶ ἢ πελιδναὶ ἔσωι, καὶ δάκρυον πουλὺ καὶ θερμὸν, καὶ ἐν τῇ κεφαλῇ καῦμα ᾖ, καὶ διὰ τοῦ κροτάφου ὀδύναι ἐς τὸν ὀφθαλμὸν καταστηρίξωσι καὶ ἀγρυπνίη τουτέοισιν ἐπιγένηται, ἕλκος ἀνάγκη γενέσθαι ἐν τῷ ὀφθαλμῷ· ἐλπὶς δὲ καὶ ῥαγῆναι τὸ τοιοῦτον. Ὠφελέει δὲ καὶ πυρετὸς ἐπιγενόμενος ἢ ὀδύνη ἐς τὴν ὀσφὺν στηρίξασα. Προλέγειν δὲ δεῖ τούτοισι τὰ ἐσόμενα, ἔς τε τὸν χρόνον σκεπτόμενον ἔς τε τὰ ἐκ τοῦ ὀφθαλμοῦ ῥέοντα, ἐς τὰς περιωδυνίας τε καὶ ἀγρυπνίας.

19. Ἐπὴν δὲ τὸν ὀφθαλμὸν οἷόν τε ᾖ κατιδεῖν, ἢν μὲν εὑρεθῇ ἐῤῥωγώς τε καὶ διὰ τῆς ῥωγμῆς ὑπερέχουσα ἡ ὄψις, πονηρὸν καὶ χαλεπὸν καθιδρύσαι· εἰ δὲ καὶ σηπεδὼν ὑπῇ τῷ τοιούτῳ, τελέως ἄχρηστος ὁ ὀφθαλμὸς γίνεται. Τοὺς δ’ ἄλλους τρόπους τῶν ἑλκέων ἐς τὰ χωρία σκεπτόμενον προλέγειν, καὶ τάς τε σηπεδόνας καὶ βαθυτῆτας· ἀναγκαῖον γὰρ κατὰ τὴν ἰσχὺν τῶν ἑλκέων τὰς οὐλὰς γίνεσθαι. Οἷσι μὲν οὖν ῥήγνυνται οἱ ὀφθαλμοὶ, καὶ μέγα ὑπερίσχουσιν ὥστε ἔξω τὴν ὄψιν τῆς χώρης εἶναι, ἀδύνατοι ὠφελέεσθαι καὶ χρόνῳ καὶ τέχνῃ εἰς τὸ βλέπειν· τὰ δὲ σμικρὰ μετακινήματα τῶν ὄψεων οἷά τε καθιδρύεσθαι, ἢν μήτε κακὸν ἐπιγένηται μηδὲν, ὅ τε ἄνθρωπος νέος ᾖ.

20. Αἱ δὲ ἐκ τῶν ἑλκέων οὐλαὶ, οἷσιν ἂν μὴ κακόν τι ἄλλο προσῇ, πᾶσαι οἷαί τε ὠφελέεσθαι καὶ ὑπὸ τῶν χρόνων καὶ ὑπὸ τῆς τέχνης, μάλιστα δὲ αἱ νεώταταί τε καὶ ἐν τοῖσι νεωτάτοισι τῶν σωμάτων.

48
Τῶν δὲ χωρίων μάλιστα μὲν αἱ ὄψιες βλάπτονται ἑλκούμεναι, ἔπειτα τὸ ὑπεράνω τῶν ὀφρύων, ἔπειτα δὲ καὶ ὅ τι ἂν ἄγχιστα ᾖ τούτων τῶν τόπων. Αἱ δὲ κόραι γλαυκούμεναι, ἢ ἀργυροειδέες γινόμεναι, ἢ κυάνεαι, οὐδὲν χρηστόν· τουτέων δὲ ὀλίγῳ ἀμείνους, ὁκόσαι ἢ σμικρότεραι φαίνονται, ἢ εὐρύτεραι, ἢ γωνίας ἔχουσαι, εἴτ’ ἐκ προφασίων τοιαῦται γενοίατο, εἴτ’ αὐτόματοι. Ἀχλύες, καὶ νεφέλαι, καὶ αἰγίδες ἐκλεαίνονταί τε καὶ ἀφανίζονται, ἢν μὴ τρῶμά τι ἐπιγένηται ἐν τούτῳ τῷ χωρίῳ, ἢ πρόσθεν τύχῃ οὐλὴν ἔχων ἐν τῷ χωρίῳ τούτῳ, ἢ πτερύγιον. Ἢν δὲ παράλαμψις γένηται καὶ ἀπολευκάνῃ τοῦ μέλανος μόριόν τι, εἰ πουλὺν χρόνον παραμένοι, καὶ τρηχείη τε καὶ παχείη εἴη, οἵη τε καὶ μνημόσυνον ὑποκαταλιπεῖν.