Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

16. Γυναιξὶν ἐπιμήνια ὥστε ἴσχειν, σικύην μεγίστην παρὰ τὸν τιτθὸν προσβάλλειν.

17. Τρίμηνον παιδίον πάντα δηλοῖ, καὶ γάλα τότε ἔχει.

18. Ἢν πολλὸν ῥέῃ γάλα, ἀνάγκη ἀσθενέειν τὸ ἐν γαστρί. Ἢν στερεώτεροι ἔωσιν οἱ τιτθοὶ, ὑγιηρότερον τὸ ἔμβρυον.

19. Φλὲψ ἔχει παχείη ἐν ἑκατέρῳ τιτθῷ· ταῦτα μέγιστον ἔχει μόριον συνέσιος.

20. Στραγγουρίην λύει φλεβοτομίη.

21. Ἢν τὰ ἄνω χωρία σπαργᾷ, τὰ περὶ τὴν κεφαλὴν, ἑλκέων κάθαρσις, ἔμετος, ἱδρώς.

22. Ἀπὸ γαστρὸς ταραχῆς ἢ ἀπὸ βηχὸς καρκίνου γενομένου, τὸ στόμα πικραίνεται· διδόναι δὲ πίνειν ἐλατήριον δὶς ἢ τρὶς, ἢν μὴ ψιλὸς ᾖ· ἐπιδεῖν δεῖ χαλκοῦ ἄνθος, καύσας ἕως ἂν πυῤῥὸν ᾖ, καὶ σπογγίην, ἢν μὴ ψιλὸς ᾖ.

23. Ἀλύκης, φρίκης, χάσμης, οἶνος ἴσος ἴσῳ ἢ γάλα.

24. Ὠτὸς περιωδυνίη, σικύην προσβάλλειν.

25. Ὅ τι ἂν τῶν ἄνω πονέῃ, ὀδύνη ἐς τὰ ἰσχία, ἢ ἐς τὰ γούνατα, καὶ ἆσθμα λύει πάντα τουτέων γινομένων.

26. Εἰλεοῦ λαπαροῦ,

138
ψυχρὸν οἶνον πολλὸν ἄκρητον κατ᾿ ὀλίγον διδόναι, ἔστ᾿ ἂν ὕπνος ἢ σκελέων ὀδύνη γένηται· λύει δὲ καὶ πυρετὸς καὶ δυσεντερίη ἄνευ ὀδύνης. Ἢν ὑποχόνδριον τεταμένον ᾖ, πιέζειν τῇ χειρὶ καὶ λούειν.

27. Παρωνυχίης, κηκὶς μέλαινα ἐν μέλιτι.

28. Ὕδατος ἀφιεμένου, γάλακτος ὀκτὼ κοτύλας δοῦναι πιεῖν· ἢν δὲ ἐμέῃ, καὶ μὴ πίνῃ, μυττωτὸν δριμύν.

29. Ὥστε ἔχειν γυναῖκα ἐν γαστρί· πωλύπια ὑπὲρ φλογὸς ὀπτῶντα, ὡς θερμότατα καὶ πλεῖστα ἡμίφλεκτα διδόναι τρώγειν, καὶ τρίψαντα λίτρον αἰγύπτιον καὶ κορίανον καὶ κύμινον, κόλλικας ποιεῦντα, προστιθέναι τῷ αἰδοίῳ.

30. Ἢν ἐκ κραιπάλης κεφαλὴν ἀλγέῃ, οἴνου ἀκρήτου κοτύλην πιεῖν· ἢν δὲ ἄλλως κεφαλὴν ἀλγέῃ, ἄρτον ὡς θερμότατον ἐξ οἴνου ἀκρήτου ἐσθίειν.

31. Ἢν ἄνθρωπον θέρμη ἔχῃ μὴ ἀπὸ χολῆς, μηδὲ ἀπὸ φλέγματος, ἀλλ᾿ ἢ ἀπὸ κόπου, ἢ ἄλλως πυρεταίνῃ, ὕδωρ θερμῆναι πολλὸν, ἔπειτα ὑπερχέων τὴν κεφαλὴν βρέχειν, μέχρις ἂν τοὺς πόδας ἱδρώσῃ· καὶ ἄλητον ἕψεσθαι ὡς παχύτατον, ἐπὴν δὲ ἱδρώσῃ τοὺς πόδας, ἄλητον ὡς πλεῖστον καὶ θερμότατον ἐσθίων, καὶ οἶνον ἄκρητον ἐπιπίνων, περιστειλάμενος ἱματίοις, ἀναπαυέσθω εὐκόπως, ἢ μὴν ναρκίσσου δύο ἢ τρεῖς κεφαλὰς ἐπὶ τῷ δείπνῳ ἐσθιέτω.

32. Τῷ μέλλοντε μαίνεσθαι τόδε προσημαίνει τὸ σημεῖον· αἷμα συλλέγεται αὐτῷ ἐπὶ τοὺς τιτθούς.

24

Ἄῤῥωστος πρῶτος.

Πυθίων, ὃς ᾤκει παρὰ Γῆς ἱερόν· ἤρξατο τρόμος ἀπὸ χειρῶν τῇ πρώτῃ· πυρετὸς ὀξύς· λῆρος. Δευτέρῃ, πάντα παρωξύνθη. Τρίτῃ τὰ αὐτά. Τετάρτῃ, ἀπὸ κοιλίης ὀλίγα,

26
ἄκρητα, χολώδεα, διῆλθεν. Πέμπτῃ, πάντα παρωξύνθη· τρόμοι παρέμενον· ὕπνοι λεπτοί· κοιλίη ἔστη. Ἕκτῃ, πτύελα ποικίλα, ὑπέρυθρα. Ἑβδόμῃ, στόμα παρειρύσθη. Ὀγδόῃ,
28
πάντα παρωξύνθη· τρόμοι δὲ πάλιν παρέμενον· οὖρα δὲ καταρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης, λεπτὰ, ἄχροα· ἐναιώρημα εἶχον ἐπινέφελον. Δεκάτῃ ἵδρωσεν· πτύελα ὑποπέπονα· ἐκρίθη· οὖρα ὑπόλεπτα περὶ κρίσιν. Μετὰ δὲ κρίσιν, τεσσαράκοντα ἡμέρῃσιν ὕστερον, ἐμπύημα περὶ ἕδρην· καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις. ϠΠΟΥΜΥ.

32

Ἄρρωστος δεύτερος.

Ἑρμοκράτην, ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχος, πῦρ ἔλαβεν. Ἤρξατο δὲ ἀλγέειν κεφαλὴν, ὀσφύν· ὑποχονδρίου

34
ἔντασις λαπαρῶς· γλῶσσα δὲ ἀρχομένῳ ἐπεκαύθη· κώφωσις αὐτίκα· ὕπνοι οὐκ ἐνῆσαν· διψώδης οὐ λίην· οὖρα παχέα, ἐρυθρά· κείμενα οὐ καθίστατο· ἀπὸ δὲ κοιλίης οὐκ ὀλίγα ξυγκεκαυμένα διῄει. Πέμπτῃ, οὔρησε λεπτὰ, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο· ἐς νύκτα παρέκρουσεν. Ἕκτῃ ἰκτεριώδης· πάντα παρωξύνθη· οὐ κατενόει. Ἑβδόμῃ δυσφόρως· οὖρα λεπτὰ, ὅμοια· τὰς ἑπομένας παραπλησίως. Περὶ δὲ ἑνδεκάτην ἐόντι, πάντα ἔδοξε κουφισθῆναι. Κῶμα ἤρξατο· οὔρει παχύτερα, ὑπέρυθρα, κάτω λεπτά· οὐ καθίστατο· ἡσυχῇ
36
κατενόει. Τεσσαρεσκαιδεκάτῃ, ἄπυρος· οὐχ ἵδρωσεν· ἐκοιμήθη· κατενόει πάντα· οὖρα παραπλήσια. Περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι, ὑπέστρεψεν· ἐθερμάνθη. Τὰς ἐπομένας, πυρετὸς ὀξύς· οὖρα λεπτά· παρέκρουσεν. Πάλιν δὲ εἰκοστῇ ἐκρίθη· ἄπυρος· οὐχ ἵδρωσεν· ἀπόσιτος παρὰ πάντα τὸν χρόνον· κατενόει πάντα· διαλέγεσθαι οὐκ ἠδύνατο· γλῶσσα ἐπίξηρος· οὐκ ἐδίψη· κατεκοιμᾶτο σμικρὰ, κωματώδης.
38
Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην, ἐπεθερμάνθη· κοιλίη ὑγρὴ, πολλοῖσι λεπτοῖσι ῥέουσα· καὶ τὰς ἑπομένας, πυρετὸς ὀξύς· γλῶσσα ξυνεκαύθη. Ἑβδόμῃ καὶ εἰκοστῇ, ἀπέθανεν. Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν· οὖρα ἢ παχέα καὶ ἐρυθρὰ, οὐ καθιστάμενα, ἢ λεπτὰ καὶ ἄχροα, καὶ ἐναιώρημα ἔχοντα· γεύεσθαι οὐκ ἠδύνατο. ϠΕΔΚΖΘ.

Ἄῤῥωστος τρίτος.

Ὁ κατακείμενος ἐν τῷ Δεάλκεος κήπῳ, κεφαλῆς βάρος, καὶ κρόταφον δεξιὸν ἐπώδυνον εἶχε χρόνον πουλύν· μετὰ

40
δὲ προφάσιος, πῦρ ἔλαβεν· κατεκλίθη. Δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐῤῥύη αἷμα· ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθεν· οὖρα λεπτὰ, ποικίλα, ἐναιωρήματα ἔχοντα σμικρὰ, οἷον κρίμνα, γονοειδέα. Τρίτῃ, πυρετὸς ὀξύς· διαχωρήματα μέλανα, λεπτὰ, ἔπαφρα· ὑπόστασις πελιδνὴ διαχωρήμασιν· ὑπεκαροῦτο· ἐδυσφόρει περὶ τὰς ἀναστάσιας· οὔροισιν ὑπόστασις, πελιδνὴ, ὑπόγλισχρος. Τετάρτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα· διαλιπὼν ὀλίγον, ἰώδεα· ἐξ ἀριστεροῦ ὀλίγον, ἄκρητον ἐῤῥύη· διαχωρήματα ὅμοια· οὖρα ὅμοια· ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληβδας· σπλὴν ἐπήρθη· μηροῦ ὀδύνη κατ᾿ ἴξιν· ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος· νυκτὸς οὐκ ἐκοιμήθη· παρέκρουσε σμικρά. Πέμπτῃ, διαχωρήματα πλείω, μέλανα, ἔπαφρα· ὑπόστασις μέλαινα διαχωρήμασιν· νύκτα οὐχ ὕπνωσεν· παρέκρουσεν. Ἕκτῃ, διαχωρήματα μέλανα, λιπαρὰ, γλίσχρα, δυσώδεα· ὕπνωσεν· κατενόει μᾶλλον. Ἑβδόμῃ, γλῶσσα ἐπίξηρος· διψώδης· οὐκ ἐκοιμήθη· παρέκρουσεν· οὖρα λεπτὰ, οὐκ εὔχροα. Ὀγδόῃ, διαχωρήματα μέλανα, ὀλίγα, ξυνεστηκότα· ὕπνωσεν· κατενόει· διψώδης οὐ λίην. Ἐνάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσεν· ψύξις· παρέκρουσε, δεξιῷ ἴλλαινεν· γλῶσσα ἐπίξηρος· διψώδης· ἄγρυπνος. Δεκάτῃ, περὶ
42
τὰ αὐτά. Ἑνδεκάτῃ, κατενόει πάντα· ἄπυρος· ὕπνωσεν· οὖρα λεπτὰ, περὶ κρίσιν. Δύο διέλιπεν ἄπυρος· ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ· αὐτίκα δὲ νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσεν. Πεντεκαιδεκάτῃ, οὖρον θολερὸν, οἷον ἐκ τῶν καθεστηκότων γίγνεται, ὅταν ἀναταραχθῇ· πυρετὸς ὀξύς· πάντα παρέκρουσεν· οὐκ ἐκοιμήθη· γούνατα καὶ κνήμας ἐπώδυνα εἶχεν· ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ, μέλανα κόπρανα διῆλθεν. Ἑκκαιδεκάτῃ, οὖρα λεπτὰ, εἶχεν ἐναιώρημα ἐπινέφελον· παρέκρουσεν. Ἑπτακαιδεκάτῃ, πρωῒ ἄκρεα ψυχρά· περιεστέλλετο· πυρετὸς ὀξύς· ἵδρωσε δι᾿ ὅλου· ἐκουφίσθη· κατενόει μᾶλλον· οὐκ ἄπυρος· διψώδης· ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα· ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ᾿ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά· οὖρα λεπτὰ, οὐκ εὔχροα. Ὀκτωκαιδεκάτῃ, οὐ κατενόει· κωματώδης. Ἐννεακαιδεκάτῃ; διὰ τῶν αὐτῶν. Εἰκοστῇ, ὕπνωσεν· κατενόει πάντα· ἵδρωσεν· ἄπυρος· οὐκ ἐδίψη· οὖρα δὲ λεπτά. Εἰκοστῇ πρώτῃ, σμικρὰ παρέκρουσεν·
44
ὑπεδίψη· ὑποχονδρίου πόνος, καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. Εἰκοστῇ τετάρτῃ, οὔροισιν ὑπόστασις· κατενόει πάντα. Εἰκοστῇ ἑβδόμῃ, ἰσχίου δεξιοῦ ὀδύνη· οὖρα λεπτὰ, καὶ εἶχον ὑπόστασιν· τὰ δ᾿ ἄλλα εἶχεν ἐπιεικέστατα. Περὶ δὲ εἰκοστὴν ἐνάτην, ὀφθαλμοῦ δεξιοῦ ὀδύνη· οὖρα λεπτά. Τεσσαρακοστῇ, διεχώρησε φλεγματώδεα, λευκὰ, ὑπόσυχνα· ἵδρωσε πολλῷ δι᾿ ὅλου· τελέως ἐκρίθη. ϠΚΔΟΔΜΥ.