Epistulae

Cratetis Epistulae

Cratetis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Kαλὸν νόμος, ἀλλ’ οὐ κρείττων φιλοσοφίας· ὃ μὲν γὰρ βιάζεται μὴ ἀδικεῖν, ἣ δὲ διδάσκει. ὅσῳ δὲ χεῖρόν ἐστιν ἀνάγκῃ τι ποιεῖν τοῦ ἑκουσίως, τοσούτῳ καὶ νόμος φιλοσοφίας, ὥστε διὰ ταῦτα φιλοσοφεῖτε καὶ μὴ πολιτεύεσθε. κρεῖττον γὰρ δι’ οὗ διδάσκονται ἄνθρωποι δικαιοπρανεῖν ἐπίστασθαι ἢ δι’ οὗ ἀναγκάζονται μὴ ἀδικεῖν.