Epistulae

Cratetis Epistulae

Cratetis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐπυθόμην σε ἀποτεκεῖν καὶ εὐμαρῶς· σὺ μὲν γὰρ οὐδὲν ἡμῖν ἐδήλωσας. χάρις δὲ θεῷ καὶ σοί. πέπεισαι ἄρα ὅτι τὸ πονεῖν αἴτιόν ἐστι τοῦ μὴ πονεῖν· οὐδὲ γὰρ ἂν ὧδέ γ’ εὐμαρῶς ἀπέτεκες, εἰ μὴ κύουσα ἐπόνεις ὥσπερ οἱ ἀγωνισταί. ἀλλ’ αἱ πολλαὶ γυναῖκες ἐπειδὰν κύωσι, θρύπτονται· ἐπειδὰν δὲ ἀποτέκωσιν, αἷς δ’ ἂν συμβῇ περισωθῆναι, νοσερὰ τὰ βρέφη γεννῶνται. ἀλλ’ ἐπιδείξασα, εἰ ὅπερ ἐχρῆν ἥκειν ἀφῖκται, μελέτω σοι τούτου τοῦ σκυλακίου ἡμῶν· μελήσει δέ, ἐὰν ἀσφαλῶς σαυτῇ παραπλησίως ἐπεισέλθῃς. **.

(2) ἔστω οὖν λουτρὸν μὲν ψυχρόν, σπάργανα δὲ τρίβων, τροφὴ δὲ γάλακτος ὅσον γε μὴ ἐς κόρον, βαυκαλήσεις δὲ ἐν ὀστρακίῳ χελώνης· τοῦτο γάρ φασι καὶ πρὸς νοσήματα παιδικὰ διαφέρειν. ἐπειδὰν δὲ ἐς τὸ λαλεῖν ἢ περιπατεῖν ἔλθῃ, κοσμήσασα αὐτὸ μὴ ξίφει, ὥσπερ ἡ Αἴθρα τὸν Θησέα, ἀλλὰ βακτηρίᾳ καὶ τρίβωνι καὶ πήρᾳ, τοῖς μᾶλλον δυναμένοις φυλάττειν ἀνθρώπους ξιφῶν, πέμπε Ἀθήναζε. τὰ δʼ ἄλλα ἡμῖν μελήσει πελαργὸν ἐς τὸ γῆρας ἑαυτῶν ἀντὶ κυνὸς θρέψαι.