Epistulae

Cratetis Epistulae

Cratetis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Μὴ θαυμάζετε, εἰ Διογένης, πάντα τοῦ σπουδαίου εἶναι λέγων, προσιὼν οὐκ ᾔτει ὑμᾶς, ἀλλ’ ἀπῄτει. οὐ γὰρ ὅτι πάντα τοῦ θεοῦ ἐστὶ θαυμάζετε, ἀλλ’ ὁμολογεῖτε, κἄν τις ὑμᾶς κατʼ ὄναρ ἐμπελάσας θῦσαι προστάττῃ, αὐτῷ θύετε, καὶ οὐ λέγετε μεταιτεῖν τὸν Ἥλιον ὑμᾶς, ἀλλὰ τὰ αὐτοῦ ἀπαιτεῖν. ἔπειτα τοῦ θεοῦ λέγοντες πάντα οὐκ ἀσχάλλετε, ὅταν τι ἀπαιτῆσθε ὑπʼ αὐτοῦ. τὸ αὐτό ἐστι καὶ ἐπὶ τοῦ σπουδαίου. πάντα λέγετε τοῦ θεοῦ καὶ κοινὰ τὰ τῶν φίλων καὶ φίλον τῷ θεῷ μόνον τὸν σπουδαίον, ἀλλ’ ὅταν ἀπαιτήσῃ παρά τινος ὑμῶν τὸν ὀβολόν, ὡς τὰ αὑτῶν μεθιέμενοι συμφοράζετε.