Excerpta Polyaeni

Polyaenus Macedo

Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887

429
  • 1. Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι.
  • 2. Περὶ τῆς τῶν ὑπηκόων εὐνοίας.
  • 3. Περὶ τῆς τῶν πολεμίων ἀσκῄσεως καὶ σωφροσύνης.
  • 4. Περὶ τοῦ πῶς ἄν τις τοῖς πολεμίοις προσάγοιτο.
  • 5. Δειλῶν διάκρισις.
  • 6. Φίλων δοκιμασία.
  • 7. Περὶ κατασκόπων.
  • 8. Ὅτι δεῖ τοῖς πολεμίοις ἄλλους πολεμίους κατασκευάζειν.
  • 9. Περὶ ἀπιστίας εὐκαίρου.
  • 10. Περὶ χάρακος.
  • 11. Περὶ μονομαχιῶν.
  • 12. Κατάπληξις πολεμίων.
  • 13. Περὶ τοῦ καιροῦ καὶ τόπου τῆς μάχης.
  • 14. Προτροπὴ εἰς ἀνδρείαν καὶ πειθανάγκην.
  • 15. Φαντασία πλήθους.
  • 16. Φαντασία ὀλιγότητος.
  • 17. Τακτικά.
  • 18. Περὶ τῆς παρατάξεως.
  • 19. Πῶς δεῖ κυκλῶσαι πολεμίους.
  • 20. Περὶ συνθημάτων.
  • 21. Περὶ πυρσῶν.
  • 22. Ἐκ πυρὸς βοήθεια.
  • 23. Ἐξ ἀνέμων βοήθεια.
  • 24. Δῄωσις καὶ φειδώ τῆς τῶν πολεμίων χώρας.
  • 25. Πῶς ἄν τις ἀγρυπνίαν τοῖς πολεμίοις ποιήσειεν.
  • 26. Κώλυσις ὁρμῆς ἀλογίστου.
  • 27. Πανικοῦ φόβου λύσις.
  • 28. Περὶ τῆς κατὰ τὴν ὁμοιότητα τῶν σχημάτων ἀπάτης.
  • [*](In titulo ἐκ τῶν Πολυαίνου add. Hp rec. m. in marg.)
    430

    Excerpta Polyaeni.

  • 29. Περὶ τῆς ἐκ τοῦ ἐναντίου ἀπάτης.
  • 30. Περὶ τοῦ ψεύδους τοῦ πρὸς τοὺς οἰκείους ἐπὶ συμφέροντι.
  • 31. Περὶ αἰφνιδίων ἐπιθέσεων.
  • 32. Ὅτι δεῖ τὰς ἐξ ἀπονοίας μάχας φυλάττεσθαι.
  • 33. Προσποίησις φυγῆς.
  • 34. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά.
  • 35. Προφυλακὴ ἐνέδρας.
  • 36. Ἐνέδραι διάφοροι καὶ ποικίλαι.
  • 37. Ὅσα κατὰ ἱππέων.
  • 38. Περὶ τόπου.
  • 39. Περὶ ὅρκων καὶ συνθηκῶν.
  • 40. Περὶ προδοτῶν.
  • 41. Περὶ ψευδοπροδοτῶν.
  • 42. Περὶ αἰχμαλώτων.
  • 43. Περὶ ὁμήρων.
  • 44. Περὶ αὐτομόλων.
  • 45. Περὶ διώξεων.
  • 46. Περὶ τῆς ἐν τῇ ἀναχωρήσει ἀσφαλείας.
  • 47. Φυγὴ ἐκ τόπων ἐπικινδύνων.
  • 48. Ποταμῶν διαβάσεις.
  • 49. Ὀρῶν ἀποτόμων ἀναβάσεις.
  • 50. Περὶ ἀποσκευῆς.
  • 51. Ἀλωσις ἑνὸς ἀνδρός.
  • 52. Φυγὴ ἑνὸς καὶ μιᾶς.
  • 53. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν.
  • 54. Πόλεων ἁλώσεις.
  • 55. Πέτρας ἀποτόμου ἅλωσις.
  • 56. Ἀσφάλεια πόλεων.
  • 57. Ναυμαχικά.
  • 58. Κατάληψις παραλίων τόπων καὶ πόλεων.
  • [*](58 πολεμίων H.)
    431

    Ὅτι φιλοπονώτατον καὶ ὀξύτατον καὶ τὴν γνώμην ἀν- δρειότατον καὶ φιλοτιμότατον καὶ φιλοκινδυνότατον καὶ τοῦ θείου ἐπιμελέστατον, ἡδονῶν δὲ τῶν μὲν τοῦ σώματος ἐγκρα- τέστατον, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἀπληστότατον καὶ συνιδεῖν τὸ δέον ἑτοιμότατον, τάξαι τε στρατὸν καὶ ὁπλί- σαι καὶ κοσμῆσαι ἐμπειρότατον καὶ τὰ τῶν πολεμίων ἀκριβῶς [*](8,24, 4) μανθάνειν σπουδαιότατον, καὶ τὸ ἀσφαλὴς εἶναι [μᾶλλον] [*](8,24, 6) ἤπερ θρασὺς, ἵνα μὴ ῥιψοκίνδυνος ὢν μηδὲν διαφέρῃ τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων· ἔτι ἐμπειρότατον γνώσεως καὶ παραινέσεως εἰς τὸ τὴν προθυμίαν τῶν στρατιωτῶν αὐξῆ- σαι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι, τόν τε φόβον τὸν ὡς εἰκὸς ἐκ τῶν πολέμων ἐπακολουθοῦντα τῷ αὑτοῦ ἀδεεῖ ἀφα- νίσαι· χρημάτων τε εἰς μὲν ἡδονὰς τὰς αὐτοῦ φειδωλότατον, εἰς δὲ εὐποιίαν τῶν πλησίον ἀφθονώτατον, πρὸς τούτοις ἀμνησίκακον καὶ μάλιστα ἐν καιρῷ πολέμου, μήτε μὴν προ- [*](2,2,3) κινδυνεύοντα ἐν ταῖς συμβολαῖς φαίνεσθαι, ἀλλʼ ἐφορᾶν τὴν μάχην ἐκ τῶν ἐπιτηδείων τόπων πρὸς τὸ διορθοῦσθαι τὰ ὡς εἰκὸς ἀνακύπτοντα σφάλματα διὰ τῶν ἐν ὑποβοηθείᾳ· βάλ- [*](3,9, 17) λοντα τε καὶ ἐν ἀδείᾳ τὸν χάρακα καὶ μέλλοντα πολειμεῖν προπαρασκευάζειν ὀχυρὸν τόπον διὰ τὰς ἀνελπίστους μετα- βολάς· ἀπροθύμων δὲ πολλάκις ὄντων τῶν στρατιωτῶν διά [*](1 Ἐκ τῶν Πολυαίνου στρατηγημάτων Hp in marg. rec. mau. || 4 τοῦ μὲν H || 8 [μᾶλλον| inserui || 9 διαφέρει H || 13 αὐτοῦ H || 14 αὐτοῦ H.)

    432
    τινων διεγείρειν ἐπιτηδευμάτων, οἷον ἐν καιρῷ χειμῶνος λέ- [*](3, 9, 34) γεται ποιῆσαι τὸν Ἰφικράτην ἀθλιωτέραν τῶν στρατιωτῶν στολὴν ἐνδυσάμενον καὶ παρακαλοῦντα πάντας προθύμως ἀπιέναι εἰς τὸν προκείμενον ἀγῶνα. ἀλλὰ καὶ Ἀλέξανδρον [*](4, 3, 3) ἐν τῇ πρὸς Τύρον πολιορκίᾳ κόφινον πληρώσαντα χοῦν ἀπάξαι πρότερον, καὶ ἀλλαχοῦ ἐν ἀνύδρῳ τὸ εὑρεθὲν ὑδά- [*](4, 3, 25) τιον μὴ θελήσαντα πιεῖν, ἀλλʼ ἐνώπιον πάντων ἐκχέαι. χρὴ δὲ μετὰ πάντων ἀποσημειοῦσθαι μὴ μόνον τοὺς ἀποξενω- μένους τόπους, ἀλλὰ καὶ τὰς μετὰ διαφόρων γενομένας ὁμι- λίας, ἵνα χρείας καλούσης ἀναμνημονεύων ταῦτα πάντας [*](4, 6, 2) ἐκπλήσσῃ ὡς πολυμνήμων.

    Τοῦτο γίγνεται, ὅταν τις τοὺς εἰς αὐτὸν πταίοντας συγχωρῇ ἢ καὶ μικρὰ ἐπιτιμᾷ, ὁποῖα λέγουσι τὸν Γέσκωνα [*](5, 11) ἐκεῖνον τοὺς τοῦ ἀδελφοῦ φονεῖς καὶ αὐτοῦ ἐκείνου ἐπι- βούλους ἐργάσασθαι, ἐλαφρῷ ποδὶ ἐπὶ τὸν τράχηλον τῶν ἐχθρῶν ἐπιβάντα εἰπεῖν ἱκανὴν ἔχειν τιμωρίαν τῆς τοῦ ἀδελφοῦ ἀναιρέσεως, ὅτι οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλʼ ἀγαθῷ κακόν. χρη δὲ καὶ τὰς πρὸς τοὺς ἐχθροὺς ἀπο- κινήσεις σπουδῇ ποιεῖν εἰς τὸ μὴ, χυδαιοῦν τὸν ἴδιον στρατόν.

    ὍΙτι Ἀρχίδαμος διὰ στενοχώρου καὶ ἀνύδρου ὁδοῦ δια- [*](1, 41, 5) βιβάζων τὸν λαὸν καὶ παραμυθούμενος τοῦ μὴ ἀγανακτεῖν λάθρᾳ ἐπελθὼν τοῖς πολεμίοις λείαν πολλὴν ἐλάβετο. εἶτα ἐπὶ τῇ νίκῃ γεγηθότας ὁρῶν τοὺς στρατιώτας ἠρώτησεν, ὁπότε λέγουσι καὶ διὰ ποίων ἔργων κατεπράχθη τὸ ἀνδρα- γάθημα. ἀποκριναμένων δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν, τῶν δὲ, ἡνίκα ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν, οὐδα- μῶς ἔφη αὐτὸς ἐκ τούτων δοκεῖν τὸ κατόρθωμα, ἀλλὰ τότε, [*](10 ἀναμνημονεύcντα H 14 ἐπιτιμᾶν H.)

    433
    ὁπότε τὴν στενόχωρον καὶ ἄνυδρον ἐπορευόμεθα· τὸ γὰρ βούλεσθαι πονεῖν πάντων κρατεῖν πέφυκεν.

    [*](3, 9, 32)

    Ὅτι Ἰφικράτης ποικίλως ἐγύμναζε τοὺς στρατιώτας μη- χανώμενος ψευδοενέδρας, ψευδοπροδοσίας, ψευδαυτομολίας, ψευδοεφόδους, ἵνα, κἂν συμβῇ τι, ἐξ αὐτῶν μὴ ἐκπλήτ- τοιντο.

    [*](4, 2, 1)

    Ὅτι Φίλιππος τὸν ἴδιον στρατηγὸν ἀπεχειροτόνησε τῆς ἀρχῆς χρησάμενον λουτρῷ ἐπειπὼν αὐτῷ· ἀγνοεῖν μοι δοκεῖς τὰ τῶν Μακεδόνων, παρʼ οἷς οὐδὲ γυνὴ τεκοῦσα θερμῷ λούεται.

    [*](4, 2, 3)

    Ὅτι ἑτέρους ἀπεχειροτόνησε ψάλτριαν εἰς τὸ στρατόπεδον καταδεξαμένους εἰσελθεῖν.

    [*](4, 3, 32)

    Ὅτι καὶ Ἀλέξανδρος τὸ τοῦ Δαρείου δεῖπνον ἀναγιγνω- σκόντων τῶν Μακεδόνων καὶ θαυμαζόντων διὰ τὴν πολυ- τελείαν κατέγνω εἰπὼν, ὡς οὐδαμῶς συμφέρει τοῖς στρατη- γοῖς οὕτως ἀσώτως δειπνεῖν διδάσκεσθαι. ἀνάγκη γὰρ τῇ πολλῇ ἀσωτίᾳ καὶ τρυφῇ πολλὴν ἀνανδρίαν καὶ μαλακίαν ἕπεσθαι.

    [*](8, 8)

    Ὅτι Μούκιος ὁ Ῥωμαῖος ἀνὴρ βουλόμενος διʼ οἰκείας αὐτομολήσεως τὸν Τυρρηνῶν βασιλέα ἀνελεῖν, ἀμφιασάμενος Τυρρηνικὴν στολὴν καὶ τυρρηνίζων τῇ φωνῇ εἰσῆλθεν πρὸς Τυρρηνούς. φωραθεὶς δὲ ἐπειδὴ ἔμελλε τῆς τόλμης ὑπέχειν δίκην, τῆς παρακειμένης ἐσχάρας πῦρ ἐχούσης ὑπερέσχε τὴν δεξιὰν καὶ φλεγομένης τῆς χειρὸς εἱστήκει διαλεγόμενος τῷ βασιλεῖ ἀτρέπτῳ τῷ προσώπῳ· ὡς δὲ ἐθαυμάζετο, ῾μηδαμῶς, ἔφη, θαυμάσῃς· τριακόσιοι γὰρ Ῥωμαῖοι τὴν ὁμοίαν ἐμοὶ ἀρετὴν ἔχοντες ἀνὰ τὸ σὸν περιπολοῦσι στρατόπεδον τὸν σὸν ἐπιτηδευόμενοι θάνατον.᾿ ἐξ οὗ συνέβη φοβηθέντα τὸν βασι- λέα πρὸς Ῥωμαίους σπείσασθαι.

    [*](8,13)

    Ὅτι καὶ Γάϊος παράγγελμα δοὺς τοῦ ἐν καιρῷ θέρους μένειν τὸ στρατόπεδον ἐπὶ τῶν ὅπλων, ἐπειδὴ ἐθεάσατο τὸν ἵδιον υἱὸν διψῶντα τὸν ἵππον μέλλοντα ποτίζειν, κατεψηφί- σατο αὐτῷ καρατομίαν, ὅπως μὴ παρορῶνται τὰ τούτου παραγγέλματα παρὰ τῶν λοιπῶν στρατιωτῶν.

    434

    Ὅτι καὶ Σκιπίων οὐ παρεχώρει πλὴν τῶν ἀναγκαίων ἐπι- [*](8, 16, 2) σύρεσθαί τινα ἐν τῷ στρατοπέδῳ, παρεσκεύαζεν δὲ ἐθίζεσθαι τὸν στρατὸν ἀριστᾶν μὲν ὀρθοὺς ἄπυρον ὄψον, ἐν δὲ τῷ δείπνῳ προσφέρεσθαι καὶ κρέας ἑφθὸν ἢ ὀπτόν.

    Ὅτι καὶ Καῖσαρ ἐν λιμῷ σκευάσας τοῖς στρατιώταις ἐκ [*](8, 23, 24) βοτάνης ἄρτους διέδωκεν, οὓς εὑρὼν Πομπήϊος ἀπέκρυψε τοῖς ἰδίοις στρατιώταις τοῦ μὴ ἐπιδεῖξαι τὴν τῶν πολειμίων ἐγκράτειαν.

    Ὅτι ὁ αὐτὸς ἐκκοπείσης αὐτοῦ στρατιᾶς ὤμοσε μὴ πρό- [*](8, 23, 23) τερον ἀποκείρασθαι, πρὶν τὴν ἐκδίκησιν τῶν ἀνῃρημένων ποιήσασθαι.

    Ὅτι Πεισίστρατος μέρος πολεμίων ἀπαντήσας καὶ τρο- [*](1, 21, 1) πωσάμενος, ἐπειδὴ ἔμελλεν προσυπαντᾶν καὶ ἑτέρους πολε- μίους, ἐσχηματίσατο σπονδὰς πεποιηκέναι πρὸς τοὺς προ- τέρους. τούτῳ τῷ σχήματι κατηγωνίσατο καὶ αὐτῶν.

    Ὅτι καὶ Βρασίδας τὰς ἐξ ἀπονοίας μάχας φεύγων δι- [*](1, 38, 3) σταγμὸν ἐνεποίει οἷς ἔμελλε πολιορκεῖν. οἷον ἐποίησεν εἰς Ἀμφίπολιν κηρύξας τοῖς μὲν Ἀθηναίοις ὑποσπόνδοις ἀπιοῦσιν ἄδειαν καὶ τὸ ἔχειν τὰ ἴδια, Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν πατρίδα, εἰ σύμμαχοι Λακεδαιμονίων γένοιντο.

    Ὅτι καὶ Τιμόθεος πόλιν περιστρατοπεδεύσας ἀφώρισε [*](3, 10, 5) τόπον τοῖς στρατιώταις προνομεύειν, τὸ δὲ λοιπὸν παρα- φυλάττειν μήτε οἰκίαν μήτε ἔπαυλιν καθαιροῦντας ἢ ἥμερον δένδρον ἐκκόπτειν, εἰ μὴ μόνον τοὺς καρποὺς, ὅπως, εἰ μὲν περιγένηται, κέρδος ἐκεῖθεν συλλέγοι, εἰ δὲ ὁ πόλεμος ἐκταθῇ, τροφὰς καὶ καταγωγὰς ἔχοι.

    Ὅτι καὶ Φίλιππος οὐ τοσοῦτον ἐμεγαλαύχει τοῖς ὅπλοις [*](4, 2, 9) κρατῶν, ὅσον τῇ ὁμιλίᾳ καὶ φρονήσει. ἡγεῖτο γὰρ ἐκεῖ [*](1 σκηπίων H (et sic semper) || 9 ἐκκοπήσεις H || 20 τοῦ ἔχειν H || 27 ἔχειν H.)

    435
    μὲν κοινωνεῖν αὐτῷ τοὺς στρατιώτας, ὧδε δὲ αὐτῷ μόνῳ προσεῖναι τὸ κλέος.

    [*](4, 3, 1)

    Ὅτι καὶ Ἀλέξανδρος πάντας ἀνθρώπους εἰς εὔνοιαν ἐφέλ- κεσθαι σπουδάζων ἀντὶ βροτῶν καὶ φωτῶν καὶ ἀνδρῶν καὶ ἀν- θρώπων καὶ λοιπῶν κλήσεων Ἀλεξάνδρους πάντας ἀπεκάλει.

    [*](4, 11, 1)

    Ὅτι Κάσσανδρος ἐν τῷ αὐτῷ πολιορκῶν καὶ τὴν Σαλα- μῖνα, ναυμαχῶν δὲ καὶ τοῖς Ἀθηναίοις νικήσας τῇ ναυμαχίᾳ ὅσους ἐζώγρησεν ἄνευ λύτρων ἀφῆκεν. ὅπερ μαθόντες οἱ ἐκ τῆς Σαλαμῖνος προσεχώρησαν αὐτῷ πιστεύσαντες τῇ τού- του φιλανθρωπίᾳ.

    [*](4, 16)

    Ὅτι καὶ Ἀντίοχος πολιορκῶν Κύψελα ἔχων σὺν αὑτῷ Θρᾷκας πολλοὺς τοὺς ἐπιφανεστέρους πολυτελῶς κατεκόσμει, οὓς ἰδόντες οἱ ἀπὸ τῶν Κυψέλων ὁμοφύλους ὄντας τοσαῦτα εὐεργετηθῆναι παρὰ Ἀντιόχου τὰ ὅπλα καταβαλόντες Ἀν- τιόχῳ προσέθεντο σύμμαχοι γεγονότες.

    [*](5, 6)

    Ὅτι καὶ Ἱπποκράτης κρατῆσαι τῆς Ἐργετίνων πόλεως σπουδάζων, ὅσους εἶχεν Ἐργετίνους μισθοφόρους, τούτοις ἀπένεινμε τὸ πλέον μέρος τῆς λείας καὶ ἐπῄνει ὡς προ- θυμοτάτους. ταῦτα τοῖς πολίταις ἀγγελθέντα ἔπεισεν ἔρηνμον καταλιπεῖν τὴν πόλιν καὶ αὐτῷ προσθέσθαι. αὐτὸς δὲ μετὰ τὸ κρατῆσαι πάντας ἀπέκτεινεν.

    [*](deest in polyaeni codicibus)

    Ὅτι Ἀννίβας ἐν πολένμῳ φονευθέντα Φλαῦον, ἐπειδὴ τὸ σῶμα αὐτοῦ προσήνεγκαν οἱ Νομάδες καὶ συνεβούλευον αἰκίζεσθαι, οὐκ ἐπέτρεψεν, ἀλλὰ τόν τε ἄνδρα ὡς ἀγαθὸν στρατηγὸν ἐπήνεσεν καὶ τὰ νενομισμένα τῇ ταφῇ ἐπιτελέσας πρὸς τὴν Ῥώμην ἀπέπεμψεν, ὅθεν καὶ πολλὴν εὔνοιαν παρὰ Ῥωμαίων ἐκτήσατο.

    [*](6, 48)

    Ὅτι Μέντωρ κρατήσας Ἑρμείου πρὸς τὰς πόλεις τὰς ἀρχομένας ὑπʼ αὐτοῦ ἔγραψε σφραγίσας τῇ σφραγίδι Ἑρ- μείου καὶ προσέταξε παραδιδόναι τὰ πράγματα τοῖς κομίζουσι τὰ γράμματα, ἐξ οὗ παρέδωκαν καὶ ἑαυτοὺς καὶ τὰς πόλεις.

    [*](6 Κάσανδρος H || 11 αὐτῷ H || 16 Ἐργετήνων et 17 Ἐργε- τήνους H || 17 τούτους H.)
    436

    Ὅτι Ἀρταξέρξης ἀγωνοθετῶν τοῖς Ἕλλησι τὸν πόλεμον [*](7, 16, 2) ἀεὶ προστιθέμενος τοῖς ἡττωμένοις ἐπανίσου τὸ ἐλαττούμενον καὶ ἐκ τούτου ἐκράτησεν.

    Ὅτι Κάμιλλος πολεμῶν Φαληρεῖς ἐπειδὴ εἶδεν Φαλη- [*](8, 7, 1) ρέων παίδων διδάσκαλον τοὺς ὑπʼ αὐτὸν προδόντα παῖδας αὐτῷ, ἀντιπαραδοὺς αὐτὸν τοῖς παισὶ προσέταξεν ὀπίσω τὼ χεῖρε δεδεμένον ἀποκομίσαι πρὸς τοὺς πατέρας ὡς προδότην. οἱ δὲ τοῦτον καταφθείραντες, Καμίλλου δὲ τὴν ἀρετὴν θαυ- μάσαντες ἑαυτοὺς ἄνευ μάχης παρέδωκαν.

    Ὅτι καὶ Σκιπίων δορυάλωτον πόλιν λαβὼν, ἐπειδὴ οἱ [*](8, 16, 6) νυμφαγωγοὶ παρθένον αὐτῷ ἤγαγον κάλλος ὑπερφυὲς ἔχου- σαν, αὐτὸς τὸν πατέρα τῆς κόρης ἀναζητήσας ἐχαρίσατο τὴν θυγατέρα. τοῦ δὲ δῶρα προσκομίσαντος αὐτὸς καὶ ταῦτα συνεδωρήσατο προῖκα φήσας ἐπιδιδόναι τῇ κόρῃ. ὅσαι δὲ καὶ ἄλλαι τῶν εὐγενῶν θυγατέρες ἢ παῖδες ἑάλωσαν, τού- τοις ἐφίστα σωφρονεστάτους ἐκ τῶν πρεσβυτέρων εἰς θερα- πείαν πᾶσαν καὶ χορηγίαν. ἡ τοιαύτη Σκιπίωνος σωφροσύνη πολλὰς πόλεις Ἰβηρικὰς Ῥωμαίοις φίλας ἀπειργάσατο.

    Ὅτι Καῖσαρ Πομπήϊον νικήσας καὶ θεασάμενος τοὺς [*](8, 23, 23) στρατιώτας ἀμέτρως τῇ νίκῃ χρωμένους ἀνέκραξε φείδεσθε τῶν πολιτῶνʼ.

    Ὅτι Ἐπαμινώνδας ὑποπτεύσας ἐθελοκακοῦντας ἀκο- [*](2, 3, 3) λουθεῖν τινας τῶν αὐτοῦ στρατιωτῶν ἐκήρυξεν ἀπιέναι τοὺς βουλομένους καὶ μετὰ τῶν προθύμων ὁπλιτῶν παραταξά- μενος εὐκλεῶς ἐνίκησεν.

    Ἀλλὰ καὶ Ἰφικράτης θεασάμενος ὀκνηροὺς καὶ δειλούς [*](3, 9, 1) τινας ἐπακολουθοῦντας αὐτῷ ἐκήρυξεν τῆς ἐξόδου γενομένης ἄφνω· εἴ τις ἀπολέλοιπέν τι, ἀναστρεφέτω καὶ παρασκευασά- μενος καλῶς ἐπανηκέτω.᾿ μὴ ἀναμείνας δὲ τούτους ἔφη πρὸς [*](4 Φαλερίοις Polyaen || Φαλερίων Polvaen || 15 τούτους H 24 αὐτοῦ H.)

    437
    τοὺς ἀπομείναντας· ῾ νῦν, ὦ ἄνδρες, τῶν ἀνδραπόδων ἀπηλ- λαγμένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν.᾿  καὶ ἐκ τούτου κατὰ κράτος ἐνίκησεν.

    [*](5,3,5)

    Ὅτι καὶ Ἀγαθοκλῆς βουλόμενος ἐπὶ Καρχηδόνα δια- πλεῦσαι δοκιμάζων τὸ πρόθυμον τῶν στρατιωτῶν ἐκήρυξεν· ῾ ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν μετὰ τῶν οἰκείων κτημάτωνʼ, καὶ ἐξελθόντας αὐτούς ἀπέ- κτεινε πάντας· τοὺς δὲ μείναντας ἐπαινέσας ὡς ἀνδρείους καὶ πιστοὺς ἀπέπλευσεν εἰς Καρχηδόνα καὶ παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζωνται γενναιότερον τὸ φυγεῖν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτῳ τῷ στρατηγήματι αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἄλλων ἐκράτησε πόλεων.

    [*](1, 40, 1)

    Ὅτι Ἀλκιβιάδης εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ κρύψας ἕκαστον τῶν φίλων ἰδίᾳ προσάγων ἐδείκνυεν, ὡς αὐτὸς εἴη ὁ τὸν ἄνδρα πεφονευκὼς, καὶ παρεκάλει συμπράτ- τειν, ὅπως τὸ δοκοῦν λάθοι δεινόν. ὅσοι μὲν οὖν προσετί- θεντο, φίλους πιστοὺς τούτους ἡγεῖτο.

    [*](5, 2, 12)

    Ὅτι Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλιν κατὰ θά- λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηραρχῶν βιβλίον ἄγραφον ἐσφραγισμένον ἑκάστῳ ἔδωκε προστάξας, ἐπειδάν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μα- θόντας ἐκεῖσε πλεῖν, ὅπου κελεύει τὰ γεγραμμένα. Οἱ μὲν δὴ ἀνήχθησαν, ὁ δὲ πρὶν ἆραι τὸ σημεῖον [παρʼ] ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτει. καὶ ὅσους εὗρε τὴν σφρα- γίδα παραλελυκότας, ὡς προδότας ἀπέκτεινε καὶ τότε ἕτερα βιβλία δοὺς τοῖς ἐγκαταλειφθεῖσιν ἐξέπλευσεν. καὶ παρα- φυλαχθὲν ἐκ τούτου τὸ ἀπόρρητον ἀφύλακτον τὴν πόλιν εὑρὼν κατέλαβεν.

    [*](14 δοκιμασίας H || 26 πόλει Polyaen || 25 [ παρʼ] inserui.)
    438

    Ὅτι καὶ Ἀλέξανδρος πυθόμενος μοχθηρὰ περὶ αὐτοῦ [*](4, 3, 19) τοὺς ὑπηκόους λογοποιουμένους συναγαγὼν τοὺς φίλους ἔφη· ῾ὁ βουλόμενος ἀποστελλέτω εἰς τοὺς οἴκοι γράμματα, ὡς ἐπ- ανήξοι μετὰ χρόνον ἐτῶν τριῶν.᾿ οἱ μὲν δὴ πάντες ἔγραψαν, αὐτὸς δὲ ἐκ τῶν γραμματοφόρων ἀφελόμενος τὰς ἐπιστολὰς τὰ ἑκάστου διαβούλια ἔμαθεν.

    Ὅτι Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας [*](3, 13, 1) φυλακὴν ἔξω τοῦ χάρακος ἐπέστησε καὶ προσέταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι πρὶν εἰπεῖν, ὅστις εἴη καὶ ποίας τάξεως καὶ τίνος κοντουβερνίου.

    Ὅτι καὶ Θέογνις ὑπονοήσας κατασκόπους παρήγγειλεν [*](5, 28, 2) ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων, ἀνυπονοήτους δὲ ἔξω τοῦ χάρακος περιστήσας τοὺς χωριζομένους ἁλίσκεσθαι προσ- έταττεν καὶ ἀνερευνᾶσθαι.

    Ὅτι καὶ Πομπίσκος κατασκόπους ἔπεμπεν ἀγνῶτας ἀλλή- [*](5, 33, 6) λῶν, ἵνα μὴ συντίθοιντο μηδὲ ψευδάγγελοι γίγνοιντο, παρ- ήγγελλε δὲ μηδενὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι.

    Ὅτι Μέμνων βουλόμενος μαθεῖν τὴν ὀχυρότητα τῶν [*](5, 44, 1) τειχῶν τῆς τῶν πολεμίων πόλεως καὶ τῶν λοιπῶν ἔπεμψεν Ἀρχιβιάδην πρεσβευτὴν ὡς ὑπὲρ φιλίας πρεσβευσόνμενον. συνέπεμψεν δὲ αὐτῷ καὶ κιθαρῳδὸν ἄριστον, ὅπως συν- τρεχόντων πάντων τῇ τούτου κιθαρῳδίρᾳ κατάδηλον τὸ πλῆ- θος τῷ πρεσβευτῇ γένοιτο.

    Ὅτι Σκιπίων κατασκόπους Καρχηδονίων συλλαβὼν, [*](8, 16, 8) Ῥωμαίων νόμου κελεύοντος τούτους ἀναιρεῖσθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, προσέταξε δὲ τρίτον περιελθεῖν τὴν στρατιάν. οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ ἀκον- τίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ τὰ ὅπλα ἐπισκευαζο- [*](3 τὰ οἴκοι H || 9 χάρακτος H || 11 κουντουβερνίου H || 12 Θεόγνης Η || 14 χαράκτος H || 17 μηδένα H || 22 ἄριστον]  Ἀρι- στόνικον Polvaen.)

    439
    μένους ἀπελύθησαν παρʼ αὐτοῦ εἰπόντος αὐτοῖς ἀπαγγεῖλαι, ἅπερ ἐθεάσαντο, ὃ καὶ γεγονὸς ἐξέπληξε τοὺς ἀποστείλαντας.

    [*](1, 30, 7)

    Ὅτι Θεμιστοκλῆς Ἰώνων Ξέρξῃ συμμαχούντων ἐκέλευσε τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους· ἄνδρες Ἴωνες, οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοὺς πατέρας ὑμῶν.᾿  τούτων ἀναγιγνωσκομένων Ξέρξης τοὺς Ἴωνας ὑπόπτους ἡγήσατο.

    [*](2, 1, 33)

    Ὅτι Ἀγησίλαος ἐν ταῖς διαπρεσβείαις ἠξίου τῶν πολε- μίων τοὺς μάλιστα δυνατοὺς πέμπεσθαι πρὸς αὐτὸν δια- λέξεως ἕνεκεν τῶν κοινῇ συμφερόντων· οἷς ἐπὶ πλεῖστον συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ σπονδῶν ταῖς πόλεσι στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας.

    [*](2, 10, 1)

    Ὅτι Κλεανδρίδας ἐπὶ Τέριναν ἀγαγὼν τὴν στρατιὰν καὶ λάθρᾳ προσπεσεῖν ἐπιχειρῶν, ἐπειδὴ διʼ αὐτομόλου Τεριναῖοι προαισθόμενοι ὑπὲρ κεφαλῆς ἐγένοντο αὐτοῦ καὶ ἐκ τούτου συνέβαινε τὸν οἰκεῖον ἀθυμεῖν στρατὸν, τὸν κήρυκα διὰ τῆς στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν, ὃς ἂν Τεριναίων τὸ σύν- θημα λέγῃ τὸ προκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκού- σαντες οἱ Τεριναῖοι τοῦ συντάγματος ἔδοξάν τινας ἐξ αὐτῶν ἔχειν προδότας καὶ ἐκ τούτου πρὸς φυλακὴν τῆς οἰκείας ἐτράπησαν πόλεως ἀφέντες τὸν πρὸς Κλεανδρίδαν ἐξ ὑπερ- δεξίου αὐτῶν πόλεμον. ὁ δὲ ἀκινδύνως ἐκ τούτου ἐπὶ τὰ ὑψηλὰ τὴν στρατιὰν διαβιβάσας τὴν χώραν αὐτῶν κατεδῄωσεν.

    [*](2, 10. 3)

    Ὅτι ὁ αὐτὸς πάλιν τοὺς ἀρίστους τῶν Τεγεατῶν λακω- νίζειν ὑποπτευομένους ἐποίησεν ὑποπτοτέρους τὰ τούτων χωρία μόνον μὴ δῃώσας, [τὰ δὲ] τῶν ἄλλων λυμαινόμενος. οἱ μὲν οὖν Τεγεᾶται σὺν πολλῇ ὀργῇ τοὺς ἄνδρας εἰς δίκην προδοσίας ὑπῆγον, οἱ δὲ ἁλῶναι δείσαντες προέδωκαν τὴν [*](28 [τὰ δὲ] inserui.)

    440
    πόλιν τὴν ψευδῆ ὑποψίαν ἀληθῆ ποιῆσαι τῷ φόβῳ βια- σθέντες.

    Ὡσαύτως καὶ Ἀλέξανδρος πολεμῶν Πέρσας τὸν αὐτῶν [*](4, 3, 15) στρατηγὸν Μέμνονα ἐποίησεν ὕποπτον παραγγείλας τοὺς ὑπʼ αὐτὸν [μὴ] προνομεύειν τὰ τούτου χωρία.

    Ὅτι καὶ Εὐρυπῶν ὁρῶν τὸν πρὸς Ἀρκάδας μηκυνό- [*](2, 13) μενον πόλεμον στάσιν αὐτοῖς ἐμποιῆσαι μηχανώμενος κήρυκα ἔπεμψεν ἀγγέλλοντα, ὡς Λακεδαιμόνιοι παύσονται τοῦ πο- λέμου, ἐὰν τοὺς ἐναγεῖς ἐξελάσωσι, τούτους δὲ εἶναι τοὺς Ἆγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες προσ- δοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι ἐπιθυμοῦντος τὴν εἰρήνην, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἠδύ- ναντο, πολλοὺς δὲ καὶ εἰς συμμαχίαν αὐτῶν προσεποιήσαντο. οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν κατʼ αὐτῶν, ὥστε δίχα διαιρεθέντες παρετάξαντο πρὸς ἀλλήλους. ἐκ τού- του συνέβη ἡττηθέντας Ἀρκάδας ἀνοῖξαι τὰς πύλας καὶ προσδέξασθαι Λακεδαιμονίους, οἳ καὶ κατέσχον τὴν πόλιν, ἣν πολέμου νόμῳ κρατῆσαι οὐκ ἴσχυον.

    Ὅτι Λύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος [*](1, 45, 1) τὸν δῆμον συγκαταλύσειν ἧκεν εἰς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν ἐπηγγέλλετο, καὶ πιστεύσας ὁ δῆμος ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται καὶ κτείνουσι πολλοὺς τοῦ δήμου, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις τοῦ Λυσάνδρου.

    Ὅτι Ἀντίοχος Σελεύκου τοῦ ἀδελφοῦ ἀποστὰς ἔφυγεν [*](4, 17) εἰς Μεσοποταμίαν. ὃν ὑπεδέξατο Ἀρσάμης φίλος ὤν. διω- κόμενος οὖν ὑπʼ Ἀχαίου καὶ Ἀνδρομάχου στρατηγῶν καὶ [*](3 αὐτὸν H || 5 [μὴ] inserui || 6 Εὐρυτίων H || μηκυνώμενον Η || 10 Αἴγιναν ἠρηκότας H || 13 προσεποιήσατο H || 29 ὑπʼ Αχαίου] ὑπὸ Χέρου H.)

    441
    πολεμηθεὶς ὑπʼ αὐτῶν, ἐπειδὴ ἔτυχε πληγῆναι ἐν τῷ τοι- ούτῳ πολέμῳ, μεθ᾿ ἡμέρας τοὺς οἰκείους στρατιῶτας πρὸς ζήτησιν τοῦ οἰκείου σώματος ἐξαπέστειλεν ὑπισχνουμένους πάντα ποιήσειν, εἰ τοῦτο λάβοιειν. οἱ δὲ στρατηγοὶ νομί- σαντες τεθνηκέναι Ἀντίοχον πρὸς ἀναζήτησιν τοῦ σώματος αὐτοῦ πλῆθος στρατιωτῶν ἀόπλων ἐξαπέστειλαν. ἐπεὶ δὲ ἄλλος ἀλλαχοῦ διεσπάρησαν ἀναψηλαφῶντες αὐτὸς Ἀντίοχος μετὰ τῶν στρατιωτῶν σχῆμα βασιλικὸν ἀναλαβὼν ἐπεφάνη δείξας ἑαυτὸν καὶ ζῶντα καὶ νικῶντα.

    [*](5, 33, 3)

    Ὅτι Πομπίσκος εἴς τινα πόλιν στρατοπεδεύσας τὰ μὲν λοιπὰ τῶν προαστείων τῆς πόλεως ληΐζεσθαι τοὺς οἰκείους στρατιώτας οὐκ ἐκώλυεν, ἐπὶ δὲ τόπον ἕνα οὐ συνεχώρει. οἱ μὲν ἐκ τῆς πόλεως ἀφόβως τῷ τοιούτῳ τόπῳ προσῄεσαν, ὁ δὲ ἐπειδὴ συνηθροισμένους ἀνέμαθεν ἐκεῖσε πολλοὺς τῶν πολεμίων, ἐπιθέμενος παμπόλλους ἐχειρώσατο.

    [*](7, 2 ,2)

    Ὅτι Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τοῖς ἱππεῦσι διπλᾶς ἐδίδου τὰς ἐκ τῆς λείας μοίρας. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγο- ρὰν παρασκευάζων καὶ διπλῆν τὴν μισθοφορίαν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους καὶ πρὸς τὴν μισθοφορίαν μετὰ σπουδῆς εἰσελ- θόντες ὑπʼ Ἀλυάττου ἀπεσφάγησαν κλείσαντος τὰ τείχη καὶ τοὺς ἰδίους ὁπλίτας παραστήσαντος· οἷς ἔδωκε καὶ τοὺς ἵππους μετὰ τὴν ἐκείνων ἀναίρεσιν.

    [*](2, 2, 6)

    Ὅτι Κλέαρχος Θρᾴκην λεηλατῶν καὶ τὴν τῶν Θρᾳκῶν δεδιὼς νυκτερινὴν ἐπίθεσιν προσέταξεν ἐν τοῖς ὅπλοις πάντας διάγειν καὶ τὰς ἐγέρσεις ποιῆσαι πυκνάς. αὐτὸς δὲ νυκτὸς [*](3 ὑπισχνημένους H.)

    442
    οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾴκιον τρόπον. οἱ δὲ ὡς τῶν πολε- μίων ἐπιφερομένων ἦσαν ἕτοιμοι· ἐν τούτῳ τῶν Θρᾳκῶν ποιησάντων ἐπίθεσιν, ἐπειδὴ εὑρέθησαν ἐγρηγορότες, πλεί- στους αὐτῶν ἀπέκτειναν.

    Ὅτι Πομπίσκος στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ [*](5, 33, 1) στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτεν, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν, ὅπως οἱ κατάσκοποι νύκτωρ ἐπι- θέμενοι τὰς ἐξόδους ἀγνοοῦντες ἐμπίπτοιεν τοῖς ὀρύγμασιν.

    Ὅτι συμβάλλεται ἀμφίβληστρον ὑπὸ τὴν ἀσπίδα δια- [*](cf. 1, 25) κρυβὲν καὶ εἰς καιρὸν χρώμενον.

    Ὅτι καὶ ἡ σφενδόνη μακροβολώτερον ὅπλον τοῦ τόξου. [*](deest in Pol. codicibus) συνέβη γὰρ νικῆσαι Πυραίχμην μονομαχήσαντα μετὰ Αἰσχί- νοῦ τόξον μὲν κεκτημένου, τοῦ δὲ Πυραίχμου τὴν σφενδόνην.

    Ὅτι πολλάκις ἐν ἐπιτηδείῳ τόπῳ, ἤγουν ἐν νάπῃ καὶ [*](1, 2) ἐν καταπέτρῳ καὶ κοίλῳ, μέγα συμβάλλεται ὁ ἀλαλαγμὸς καὶ ἦχος ὡς δυνάμενα καταπλήσσειν πολεμίους.

    Ὅτι Θεσσαλὸς Βοιωτῶν Ἄρνην οἰκούντων καὶ Θεσσα- [*](1, 12) λοῖς πολεμούντων τέχνῃ ἐκράτησε χωρὶς μάχης. παραφυλάξας γὰρ νύκτα ἀσέληνον ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρέων δᾷας καὶ λύχνους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν καθελεῖν, ὅπερ μέγαν φόβον τοῖς Βοιωτοῖς ἐμποιῆσαν πρὸς ἱκεσίαν τῶν Θεσσα- λῶν ἔτρεψε.

    Ὅτι καὶ τὴν προθυμίαν τοῦ ἰδίου λαοῦ, ἄν τε ἐξ ἀπο-  [*](1, 17) νοίας, ἄν τε ἄλλως πως γένηται, χρὴ διʼ αὐτομόλων παρα- [*](15 τῇ σφενδόνῃ H || 20 τοῖς ἄλλοις πολεμούντων H || 24 καθέλκειν H.)

    443
    σκευάζειν γιγνώσκεσθαι τοῖς πολεμίοις, ἵνα καταπληττόμενοι ἀσθενέστεροι γίγνωνται.

    [*](1, 32, 3)

    Ὅτι Λεωνίδας ἐμβαλὼν εἰς χώραν πολεμίων ἀποπέμψας νύκτωρ ἄλλον ἀλλαχοῦ προσέταξεν, ὅταν αἴρῃ τὸ σημεῖον, δένδρα κόπτειν καὶ τὰς ἐπαύλεις ἐμπιπρᾶν· ταῦτα ὁρῶντες οἱ πολέμιοι οὐκ ἐπεξῆλθον, ἀλλὰ τὴν λείαν συνεχώρησαν προαγαγεῖν.

    [*](2, 38, 1)

    Ὅτι Ὀνόμαρχος πολιορκουμένης τῆς αὐτοῦ πόλεως ἐξ- αγαγὼν τὴν δύναμιν πᾶσαν τέκνα μὲν καὶ γυναῖκας καὶ μή- τέρας ἔστησεν ἐφεξῆς, πρὸ δὲ τούτων τοὺς ὁπλίτας ἔταξεν. ὁ δὲ τὴν ἐπίθεσιν ποιήσας Πελοπίδας συνεὶς τὴν παρα- σκευὴν μετὰ ἀπονοίας μὴ συνάψας μάχην ἀπεχώρησεν.

    [*](3, 9, 23)

    Ὅτι Ἰφικράτης ἐν Μιτυλήνῃ λόγον ἔδωκεν· ἀσπίδας χρὴ κατασκευάσαι διὰ τάχους πολλὰς, ὥστε τοῖς τῶν Χίων οἰκέταις πέμψαι. Χῖοι δὲ τοῦτο ἀκούσαντες καὶ τὸ οἰκετι- κὸν φοβηθέντες παραχρῆμα ἔπεμψαν αὐτῷ χρήματα καὶ συμ- μαχίαν συνέθεντο.

    [*](3, 9, 39)

    Ὅτι ὁ αὐτὸς ἐν Ἐπιδαύρῳ μικρὸν ἄνω θαλάσσης παρ- ετάσσετο, γενόμενος δὲ κατὰ ἄλσος βαθὺ καὶ σύσκιον ἀνε- βόησεν. οἱ πολέμιοι φοβηθέντες ἀνέστρεψαν.

    [*](6, 4, 2)

    Ὅτι Φιλοποίμην ὑπὸ Λακεδαιμονίων διωκόμενος, ἐπειδὴ κατέλαβεν ποταμὸν, προσέταξε τοὺς ἱππεῖς ἀποχαλινώσαντας τοὺς ἵππους ποτίζειν τοῦ παρακειμένου τόπου πολλὴν ὕλην ἔχοντος. οἱ οὖν Λακεδαιμόνιοι ὑποπτεύσαντες ἐν τῇ ὕλῃ συμμάχους μὴ τολμήσαντες τὸν ποταμὸν διαβῆναι ἀνεχώρησαν.

    [*](6, 18, 1)

    Ὅτι Φωκεῖς κατακλεισθέντες ὑπὸ Θετταλῶν γυψώσαντες ἑαυτοὺς καὶ τὰ ὅπλα καὶ σύνθημα ἀλλήλοις δόντες φείδε- σθαι τῶν γεγυψωμένων νυκτὶ πανσελήνῳ ἐπικαταβάντες τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ ὥσπερ φάσμα ξένον φοβηθέντες καὶ ὑπονοήσαντες ἑτέρους εἶναι τοὺς ἐπιτιθεμένους ἡττήθησαν πεσόντες τετρακισχίλιοι.

    [*](14 τοὺς τ. Χ. οἰκέτας H || 30 ἐπιθεμένους Hp.)
    444

    Ὅτι Κῦρος ἡττώμενος Μήδων κατέφυγεν εἰς Πασαρ-  [*](7, 6, 9) γάδας. πολλῶν δὲ Περσῶν αὐτομολούντων ἔφη πρὸς αὐτοὺς ῾αὔριον ἀφίξονται ὑμῖν σύμμαχοι δέκα μυριάδες· ἀλλὰ πρὸς τὴν ὑποδοχὴν τῶν συμμάχων ἕκαστος ὑμῶν κομισάτω φά- κελλον ξύλων.᾿ οἱ μὲν ἐκόμισαν, οἱ δὲ αὐτόμολοι ταῦτα Μήδοις ἀπήγγειλαν. ἐπεὶ δὲ νὺξ ἦν, κελεύει Κῦρος ἕκα- στον ὑφάψαι τὸν ἑαυτοῦ φάκελλον. Μῆδοι πιστεύσαντες ἥκειν τοὺς συμμάχους ἔφυγον.

    Ὅτι Κροῖσος βραδυνόντων τῶν Ἑλλήνῶν συμμάχων τοὺς [*](7, 8, 1) ἰσχυροτέρους καὶ μεγίστους Λυδῶν Ἑλληνικοῖς ὅπλοις κατ- εσκεύασεν. ὁ δὲ Κῦρος πιστεύσας συμμαχίαν αὐτῷ προσελ- θεῖν τριῶν μηνῶν σπονδὰς πρὸς Κροῖσον ἐποιήσατο.

    Ὅτι Αὐτοφραδάτης πάντας τοὺς συμμισθοφόρους ἐξ- [*](7, 27, 3) ἀγαγεῖν βουλόμενος ἐπὶ μάχην ἐκήρυττεν, ὡς ἕνεκα ἀριθμοῦ ποιοῖτο τὴν ἔξοδον. ἐκ τούτου σπουδῇ πάντες προῆλθον. τῷ τοιούτῳ πλήθει τοὺς ἐναντίους ἐξέπληξεν.

    Ὅτι Λυκοῦργος παρήγγειλεν ἐπὶ τοὺς αὐτοὺς μὴ πολ- [*](1, 16, 2) λάκις στρατεύειν λέγων πρὸς τοὺς οἰκείους· ἵνα μὴ τοὺς πολεμίους πολεμεῖν διδάξωμεν.᾿

    Ὅτι Λεωνίδας ἐν Θερμοπύλαις παραταξάμενος τῇ στε- [*](1, 32, 1) νότητι τοῦ χωρίου ἀχρεῖον ἐποίησε τὸ πλῆθος τῶν βαρβάρων. Ὅτι Ἐπαμινώνδας ἀεὶ τὴν δύναμιν ἅμα ἡλίῳ προῆγεν [*](2, 3, 7) πείθων πάντας, ὡς οὐδέποτε κλέψαι βούλοιτο πόλεμον, ἐν Πελοποννήσῳ δὲ νυκτὸς ἀναστὰς ἐπέθετο τοῖς πολεμίοις ἔτι καθεύδουσιν.

    Ὅτι Ἰφικράτης, εἰ μὲν ἀγυμνάστοις παρετάττετο ἔχων [*](3, 9, 13) ἠσκημένους, οὐ παραχρῆμα συνῆπτε τὸν πόλεμον, εἰ δὲ προ- γεγυμνασμένοις ἔμελλε μάχεσθαι αὐτὸς ἔχων στρατιώτας ἀγυ- μνάστους, συνεπλέκετο παραχρῆμα εἰς μάχην.

    [*](1 Περσαγάδας H.)
    445
    [*](3, 10, 3)

    Ὅτι Τιμόθεος μετὰ σπουδῆς ἐποίει τὰς πρὸς τοὺς πο- λεμίους ἐκδρομὰς, ἵνα τῶν ἀπροθύμων ἀπομενόντων μετὰ τῶν προθυμοτάτων μόνων μάχοιτο.

    [*](3, 11, 6)

    Ὅτι Χαβρίας εἰς πολεμίαν χώραν ἐμβαλὼν καὶ λείαν πολλὴν συναθροίσας, ἐπειδὴ ὑφεωρᾶτο καταδιωχθῆναι ὑπὸ τῶν πολεμίων, τοὺς ἰδίους στρατιώτας δειπνοποιήσας καὶ συντάξας ἐπορεύετο· τῶν ἐναντίων δὲ καταλαβόντων μετὰ σπουδῆς καὶ διεσπαρμένων καὶ πρὸς μάχην ὄντων ἀχρήστων συμβαλὼν πόλεμον τοὺς πλείστους αὐτῶν διέφθειρεν.

    [*](4, 6, 5)

    Ὅτι Ἀντίγονος εἰ μὲν εἶχεν μείζονα δύναμιν, σχολαιό- τερον τὸν πόλεμον ἐχρῆτο, εἰ δὲ ἀσθενεστέραν, νέους καὶ φιλοκινδύνους τὰς ἐπιθέσεις ποιεῖν προετρέπετο.

    [*](4, 6, 20)

    Ὅτι ὁ αὐτὸς βουλόμενος τὰς Ἀθήνας λαβεῖν τῷ τοῦ φθινοπώρου καιρῷ ἐσπείσατο πρὸς Ἀθηναίους. οἱ δὲ εἰρήνην προσδοκῶντες καὶ σπείραντες τὸν σῖτον ὀλίγον ἐφύλαξαν προσ- δόκῶντες θερίσαι. ἐπεὶ δὲ ἤκμαζον οἱ καρποὶ, Ἀντίγονος δῃώσας τὰς χώρας ἄνευ μάχης ἔλαβεν τὰς Ἀθήνας.

    [*](8, 10, 3)

    Ὅτι Μάριος, ἡνίκα τοῖς ἀπὸ τῶν χειμερίων τόπων ὡρμη- μένοις ἔμελλεν συνάπτειν πόλεμον, ἐν μεσούσῃ ἡμέρᾳ καύ- ματος ἡλιακοῦ ὑπόντος συνῆπτε τὸν πόλεμον, ὡς ἂν τῷ ἀήθει τῆς ἡλιακῆς θέρμης καταθαλπόμενοι, οἳ πολλάκις καὶ τὰς ἀσπίδας ὑπὲρ κεφαλῆς ἐν τούτῳ προετίθουν, εὐαλω- τότεροι γένοιντο.

    [*](1, 33)

    Ὅτι Λεωτυχίδης περὶ Μυκάλην τῶν Ἐλλήνων ναυμα- χούντων καὶ τὸ πλῆθος τῶν βαρβάρων φοβουμένων γνώμῃ μᾶλλον ἢ φόβῳ μετέβαλεν ἀπάντων τὸ φρόνημα πλασάμενος ἀγγελίαν ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἑλλήνων τοὺς Πέρσας νενικηκότων. οἱ δὲ Ἴωνες τῇ ἀγγελίᾳ θαρρήσαντες θαρσα- λεώτερον ἐπέθεντο τοῖς Ἕλλησι καὶ τῆς μάχης ἐκράτησαν.

    [*](5 ὑφορᾶτο H || 11 τῷ πολέμῳ Polyaen. || 13 ὁ αὐτὸς] αὐτὸς H || 18 Μαρικὸς H.)
    446

    Ὅτι Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας καὶ προ- [*](1, 35, 2) ελθὼν εἴς τι πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων ὁρᾶτε, ἔφη, τὸ πεδίον ὅσον. πολεμίων ἵππους ἐχόντων, ἂν μὲν φεύ- γωμεν, ἀνάγκη διωκόντων τῶν ἱππέων ἁλῶναι, ἂν δὲ μέ- νωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες. καὶ συμβαλὼν ἐνίκησεν.

    Ὅτι Ἀγησίλαος περὶ Κορώνειαν παρετάσσετο· ἧκέν τις [*](2, 1, 3) ἀγγέλλων, ὡς ὁ ναύαρχος ἡττηθεὶς ὑπὸ Φαρναβάζου τέ- θνηκεν. ὅπως οὖν μὴ τῷ τούτου θανάτῳ ὁ λαὸς ἀθυμήσῃ, Ἀγησίλαος τἀναντία πρὸς τοὺς στρατιώτας ἀγγέλλεσθαι προσ- έταξεν, ὡς Λακεδαιμόνιοι ἐνίκησαν. ἀλλὰ μὴν καὶ αὐτὸς προῆλθεν ἐστεφανωμένος καὶ ἔθυεν χαριστήρια καὶ τοὺς φίλους ἐκ τῶν μερίδων ἐδεξιοῦτο. ἐκ τούτου προθυμότερον ὁ αὐτοῦ στρατὸς [ἐν] τῇ Κορωνείᾳ παρετάσσετο.

    Ὅτι Ἐπαμινώνδας ἐν μάχῃ ἰσόρροπον τὸ ἔργον ἰδὼν [*](2, 3, 2) ᾐτήσατο ἓν βῆμα χαρισθῆναι αὐτῷ τοὺς στρατιώτας. οἱ δὲ τοῦτο ποιήσαντες ἐνίκησαν κατὰ κράτος.

    Ὅτι ὁ αὐτὸς [τοῖς Θηβαίοις πρὸς] τοὺς ἐπιόντας Λακε- [*](2, 3, 6) δαιμονίων ἐν τοῖς γυμνασίοις παλαίειν προσέτασσεν. οἱ δὲ εὐκόλως καταβάλλοντες αὐτοὺς ἐδιδάχθησαν καταφρονεῖν αὐτῶν, καὶ ὡς ἀνδρειότεροι τὸν πρὸς αὐτοὺς πόλεμον θαρ- ροῦντες ἐξήνεγκαν.

    Ὅτι ὁ αὐτὸς μέλλων πρὸς πλείονας παρατάσσεσθαι παρ- [*](2, 3, 8) ἐσκεύασεν ἄνδρα ἀγνῶτα ἐστεφανωμένον προελθόντα ἀπαγ- γεῖλαι καὶ εἰπεῖν, ὡς Τροφώνιός σοι τὴν νίκην ἀγγέλλεται καὶ τῷ τοιούτῳ τρόπῳ θαρσαλεωτέρους τοὺς στρατιώτας ποιήσας ἐκράτησε τῶν πλειόνων πολειμίων.

    Ὅτι ὁ αὐτὸς προτρέπων Θηβαίους πρὸς Λακεδαιμονίους [*](2, 3, 15) ὁρμῆσαι μέγιστον ἔχιν συλλαβὼν καὶ τὴν κεφαλὴν συνθλάσας ἔδειξεν αὐτοῖς ὁρᾶτε, εἰπὼν, ὅτι τῆς κεφαλῆς τοῦ θηρίου [*](1 προσελθών H || 4 πολεμίους H || 14 [ἐν] inserui || 16 τοῖς στρατιώταις H || 18 [τοῖς Θηβαίοις πρὸς] inserui || 27 ποιήσας ἐκράτησε scripsi; ἐποίησεν κρατήσας H.)

    447
    θλασθείσης ἄχρηστον τὸ λοιπόν. οὕτω δὴ ἐὰν τὰς πολεμίων κεφαλὰς συντρίψωμεν, οὐδὲν μέγα γένοιτο ἐκ τοῦ ὑπο- δεεστέρου τῶν συμμάχων πλήθους.᾿  τούτῳ τῷ παραδείγματι προθύμους ἀπεργασάμενος τοὺς στρατιώτας συμβαλὼν κατὰ κράτος ἐνίκησεν.

    [*](2, 5, 1)

    Ὅτι χρὴ τοὺς φιλοῦντας καὶ φιλουμένους καὶ συγγε- νεῖς συντάσσειν ἐν ταῖς φάλαγξιν, ὅπως ὑπεραποθνήσκοιεν ἀλλήλων.

    [*](3, 9, 12)

    Ὅτι Ἰφικράτης μετὰ πλειόνων μέλλων συνάπτειν πόλε- μον τάφρον βαθεῖαν ὀπίσω τῆς φάλαγγος ὤρυξεν, ὡς ἂν πάντες τὸ φεύγειν ἀπελπίσαντες γενναιότερον ἀγωνίζωνται.

    [*](3, 9, 14)

    Ὅτι ὁ αὐτὸς πολεμίους τρεψάμενος καὶ εἴς τινα στε- νὸν τόπον συνελάσας ἔξοδον μὴ ἔχοντα προετρέψατο δοῦναι πάροδον φυγῆς τοῖς πολεμίοις εἰπὼν· μὴ ἀναγκάσωμεν τοὺς πολεμίους ἀγαθοὺς γενέσθαι.᾿

    [*](3, 9, 21)

    Ὅτι ὁ αὐτὸς ὀλίγους ἔχων στρατιώτας καὶ τούτους ἀθυ- μοῦντας βουλόμενος παραθαρρῦναι ἐκέλευσεν αὐτοὺς ὅσον ἕκαστος ἔχει ἀργύριον ἢ χρυσίον αὐτῷ παρασχεῖν ὡς δι᾿ αὐτοῦ προδοσίαν τοῖς πολεμίοις διαπράξεσθαι, ὅπερ καὶ ἀποστεῖλαι ἐσκήψατο. οἱ δὲ στρατιῶται πιστεύσαντες, ὡς ἔχοιεν τοὺς προδώσοντας θαρσαλεώτεροι πρὸς τὴν μάχην ἐγένοντο.

    [*](3, 9, 27)

    Ὅτι ὁ αὐτὸς ὑπέσχετο τοῖς στρατιώταις τὴν νίκην, ἐὰν πιστεύσαντες αὐτῷ, ἡνίκα τὸ σημεῖον ἄρῃ, ἓν βῆμα μόνον προβῶσιν. ἦν μὲν ἐπὶ ῥοπῆς ὀξυτάτης ἡ μάχη. ὁ δὲ τὸ σημεῖον ἄρας προβάντων τῶν στρατιωτῶν καὶ τοὺς πολεμίους ὠσάντων εἰς φυγὴν ἔτρεψεν.

    [*](3, 9, 31)

    Ὅτι ὁ αὐτὸς οὐ μόνον ἐκ τῶν λαφύρων ἐφιλοφρονεῖτο τοὺς στρατιώτας, ἀλλὰ καὶ ἐκ τῶν δωρεῶν, ἃ παρʼ ἑτέρων ἐδέχετο, κηρύττων δὲ ἐν αὐταῖς ταῖς μάχαις σιγὴν ἐπηγγέλ- λετο τῷ ἀριστεύοντι ἆθλον μεγαλοπρεπές.

    [*](7 τάσσειν H || 19 διαπράξασθαι H || 25 προσβῶσιν et 26 προσβάντων H || 27 ἔτρεψαν H || 28 ἐφιλοφρονείτω H.)
    448

    Ὅτι Τιμόθεος ἐν ἑορτῇ μυρρίνῃ στεφανώσας τὰς τριήρεις [*](3, 10, 4) ἦρεν τὸ σημεῖον πληροφορήσας τοὺς στρατιώτας, ὡς ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸ θεῖον ἕξουσι σύμμαχον.

    Ὅτι Περδίκκας, ἐπειδὴ τῶν Μακεδόνων ἁλισκομένων [*](1, 10, 1) παρὰ τῶν ἐναντίων εἶδεν, ὅτι λύτροις ἀπελύοντο, ἐπεκηρυ- κεύσατο διʼ αὐτομόλου ἀγγεῖλαι, ὡς οἱ πολέμιοι λύτρα μὴ προσίενται, ἀλλʼ ἐψηφίσαντο τοὺς αἰχμαλώτους κτείνειν. οἱ Μακεδόνες ἀπογνόντες τὴν ἐκ τῶν λύτρων σωτηρίαν εὐτολ- μότεροι πρὸς τὰς μάχας ἐγένοντο ὡς ἐν μόνῳ τῷ νικᾶν ἔχοντες τὸ σώζεσθαι.

    Ὅτι Πυλυσπέρχων μέλλων προθυμοτέρους ποιῆσαι τοὺς [*](4, 14) στρατιώτας πῖλον Ἀρκαδικὸν ἐπιθέμενος καὶ βακτηρίαν λαβὼν ἔφη· πρὸς οὓς μὲν κινδυνεύειν μέλλομεν, ὦ συστρατιῶται, τοιοῦτοι τυγχάνουσιν.᾿  ταῦτα δὲ ἀποβαλὼν καὶ τὴν πανο- πλίαν ἀναλαβὼν οἱ δὲ μέλλοντες πολεμεῖν πρὸς αὐτοὺς τοιοῦτοι.᾿  ὅπερ ἀκούσαντες οἱ στρατιῶται ἠξίωσαν μηκέτι μέλλειν.

    Ὅτι Δαφναῖος ἀπὸ τοῦ δεξιοῦ κέρως πρὸς τὸ εὐώνυμον [*](5, 7) ἐλθὼν ἤγγελλε τοῖς στρατιώταις ὡς τῶν δεξιῶν νενικηκότων. οἱ δὲ τὸν στρατηγὸν ἀληθῆ λέγειν ὑπολαβόντες προθυμο- ποιήσαντες ἑαυτοὺς ἐτρέψαντο τοὺς πολεμίους.

    Ὅτι Κλείταρχος προσελθόντων τῶν πολεαίων, ἵνα μὴ [*](5, 24) γένηται τειχήρης, προήγαγε τὴν δύναμιν ἔξω τοῦ τείχους καὶ κλείσας τὰς πύλας καὶ βαλὼν βαλανάγρας ὑπόψιν πάντων εἰσήγαγε ταύτας εἰς τὴν πόλιν. οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδας ἔσω τῆς πόλεως φυγεῖν, ἐνίκων μαχόμενοι.

    Ὅτι Λεύκων προτάξας τοὺς ὁπλίτας ὑπέταξεν αὐτοῖς ἐκ [*](6, 9, 4) τῶν Σκυθῶν ἑτέρους φανερῶς παραγγείλας ὡς, ἐὰν οἱ ὁπλῖ- ται ὀκνῶσιν, τηνικαῦτα τοξεύειν καὶ κτιννύειν αὐτούς. τοῦτο μαθόντες οἱ ὁπλῖται εὐρώστως τοὺς πολενμίους μαχεσάμενοι ἐνίκησαν.

    [*](7 προσίονται H || 9 τὸ νικᾶν H || 18 Παφναιὸς H || 21 ἐστρέ- ψαντο H || 23 προσήγαγεν H || 29 κτειννύειν H.)
    449
    [*](deest in polyaeni codicibus)

    Ὅτι Ἀννίβας ἔπειθε τοὺς ἰδίους, ὡς οἱ κατὰ πόλεμον εὐψύχως ἀποθνήσκοντες ἀναβιώσκουσι μετʼ οὐ πολύν χρόνον, καὶ δή ποτε γενναίῳ στρατιώτῃ γενναίως ἀποθανόντι ὅμοιον εὑρὼν ἔπεισε λέγειν, ὡς ὁ προτελευτήσας ἐστίν.

    [*](7, 6, 1)

    Ὅτι Κῦρος Μήδοις παραταξάμενος καὶ τρὶς ἡττηθεὶς, ἐπειδὴ τὸ τέταρτον προσβαλὼν πάλιν εἶδεν τοὺς Πέρσας φεύγοντας, τὰς γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας προϋπαν- τᾶν ἐκέλευεν. οἱ δὲ τῇ συμπαθείᾳ τούτων ἀναστρέψαντες τελείαν νίκην Μήδους ἐνίκησαν.

    [*](7, 35, 1)

    Ὅτι Βρέννος Γαλατῶν βασιλεὺς τοὺς ἐκ τῶν αἰχμαλώ- των ἐλαχίστους καὶ ἀσθενεστέρους τριβώνια ῥυπῶντα περι- βεβλημένους [προαγαγὼν αὐτοῖς] παρίστα τῶν Γαλατῶν τοὺς μεγίστους καὶ Γαλατικὴν ὅπλισιν ἔχοντας. καὶ τοῦτο ποιήσας ῾ἡμεῖς, εἶπεν, οἱ τηλικοῦτοι καὶ τοιοῦτοι ὀκνήσομεν πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικρούς πολεμεῖν;ʼ καὶ τῷ τοιούτῳ τρόπῳ προθυμοτέρους ποιήσας ἐνίκησεν.

    [*](7, 35, 2)

    Ὅτι ὁ αὐτὸς κατελθὼν εἰς Ἑλλάδα καὶ θεασάμενος κατεί- δωλον τὴν πόλιν τοὺς ληφθέντας τῶν αἰχμαλώτων ἠρώτα, εἰ στερεὸν εἴη τὸ τῶν εἰδώλων χρυσίον· τῶν δὲ φησάντων, ὡς τὰ μὲν αὐτῶν χαλκός ἐστι, τὰ δὲ ἄργυρος, ἔξωθεν δὲ κεχρύσωνται, αὐτὸς τἀναντία λέγειν παρήγγειλεν, ὡς ἅπαντα χρυσός ἐστι σφυρήλατος. καὶ δὴ κατʼ ἐνώπιον πάντων ἐρω- τηθέντες καὶ ὡς ἐδιδάχθησαν εἰπόντες, ἔπεισε προθυμότερον τοὺς στρατιώτας μάχεσθαι ὡς ληψομένους χρυσοῦ μοίρας μεγίστας.

    [*](7, 45, 2)

    Ὅτι τῶν Περσῶν Μήδοις παρατασσομένων καὶ τραπέν- των αἱ Περσίδες ἀπαντῶσαι τοῖς φεύγουσιν ἀνασυράμεναι τοὺς χιτωνίσκους ἔφασαν ποῖ φεύγετε; ἢ ὅθεν ἐξέδυτε, πάλιν ἐκεῖ καταδῦναι σπεύδετε ; ᾿  ὁ λόγος τῶν γυναικῶν ᾔσχυνε τοὺς φεύγοντας καὶ ἀναστρέψαντες κατὰ κράτος ἐνίκησαν.

    [*](8, 9, 2)

    Ὅτι Σύλλας Ῥωμαίους ἄγων, ἐπειδὴ τραπέντας εἶδεν, [*](7 προϋπαντῶν H || 9 Μήδοις H || 12 [προαγαγών αὐτοῖς] inserui.)

    450
    τοῦ ἵππου καταβὰς καὶ πρὸς τοὺς πολεμίους εἰσιὼν ἔφη τοῖς φεύγουσιν· ῾ ἐμοὶ μὲν ἐνταῦθα καλὸν, Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις “ ποῦ προδεδώκατε Σύλλαν ;” μέμνησθε λέγειν ὡς ἐν Ὀρχομενῷ.ʼ τοῦτον τὸν λόγον καται- δεσθέντες ἀνέστρεψαν καὶ προθύμως συμβαλόντες ἐτρέψαντο τοὺς πολεμίους.

    Ὅτι Μάριος ἀήθεσι καὶ ἀγρίοις βαρβάροις μέλλων παρα- [*](8, 10, 1) τάσσεσθαι οὐ συνέβαλεν εὐθέως τὴν μάχην, ἀλλʼ ἐκέλευσε πόρρωθεν ἱσταμένους τοὺς στρατιώτας ἐθίζεσθαι τῆς τούτων μορφῆς, ὡς ἂν τὸ θάμβος αὐτῶν ἐκλύσαντες καταφρονῶσι. καὶ τούτου γενομένου δέκα μυριάδας τῶν πολεμίων ἔκτεινε, πολλοὺς δὲ καὶ ζῶντας ἔλαβεν.

    Ὅτι Σκιπίων στρατιώτην ἰδὼν χάρακα κομίζοντα θλί- [*](8, 16, 3) βέσθαί μοι δοκεῖς, εἶπεν, συστρατιῶτα, ἀχθοφορῶν᾿. τοῦ δὲ καὶ πάνυʼ φήσαντος εἰκότως, ἔφη, ἐν γὰρ τῷ ξύλῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχεις, οὐκ ἐν τῇ μαχαίρᾳ᾿.

    Ὅτι ὁ αὐτὸς στρατιώτην ἰδὼν μέγα φρονοῦντα ἐπὶ 8, 16, θυρεῷ κεκοσμημένῳ αἰσχρὸν, ἔφη, Ῥωμαῖον ἄνδρα τῇ ἀρι- στερᾷ μᾶλλον ἢ τῇ δεξιᾷ πιστεύεινʼ.

    Ὅτι Καῖσαρ παρατασσόμενος ὁρῶν τοὺς στρατιώτας φεύ- [*](8, 23,16) γοντας τοῦ ἵππου καταβὰς ἐβόησεν ἐμὲ, συστρατιῶται, καταλιπόντες ταῖς χερσὶ τῶν πολεμίων φεύγειν μὴ αἰδεῖσθε;ʼ τὸν τοιοῦτον λόγον αἰδεσθέντες ἀνέστρεψαν πάλιν πρὸς τὴν μάχην.

    Ὅτι ὁ αὐτὸς τοὺς στρατιώτας ἐκάλει συστρατιώτας τῷ [*](8, 23, 22) ἰσοτίμῳ τοῦ ὀνόματος προθυμοτέρους ποιῶν.

    Ὅτι ὁ αὐτὸς, ἡνίκα τεθορυβημένους ἑώρα τοὺς στρα- [*](8, 23, 19) τιώτας ὡς προσδοκωμένης τοῖς πολεμίοις μείζονος δυνάμεως, οὐ μόνον ἔξαρνος οὐκ ἦν, ἀλλὰ καὶ πλείονα ὄγκον προσ- τιθεὶς καὶ μεγαλύνων ἐθάρσυνεν, ὡς πρὸς πλείονας χρὴ γενναιότερον ἀγωνίζεσθαι.

    [*](10 καταφρονοῦσι H || 22 αἰδῆσθε H.)
    451
    [*](1, 46)

    Ὅτι τοῦτο ποιεῖ, εἰ τοῖς κτήνεσι ἀσιτεῖν πρὸς μίαν ἡμέραν ποιήσῃ, νυκτὸς δὲ ἀρχομένης ἐάσῃ πρὸς τροφὴν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνασκιρτῶσι καὶ ψόφον ἐγείρουσι πολύν. πρὸς τούτοις δὲ καὶ στρατιώτας ἄλλον ἀλλαχοῦ σκεδασθέντες διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι.

    [*](2, 1, 17)

    Ὅτι Ἀγησίλαος πλῆθος ἱππέων βουλόμενος τοῖς πολε- μίοις παραδεῖξαι εἰς διφαλαγγίαν τοὺς πρωτοστάτας τῶν ἱππέων τάξας ὑπέταξεν ὄνους τε καὶ ἡμιόνους ἐπιβάσας ἄνδρας μεθʼ ὁπλίσεως ἱππικῆς καὶ τοὺς ἀχρηστοτέρους τῶν ἵππων καὶ ἕτερα ζῷα φαντασίαν παρέχοντα πλήθους ἱππι- κοῦ, ἣν καταπλαγεὶς Ἀέροπος ἐσπείσατο τὴν δίοδον.

    [*](3, 9, 19)

    Ὅτι Ἰφικράτης, εἰ μὲν πλείονας ἐκέκτητο στρατιώτας καὶ λαθεῖν ἐβούλετο τοῖς πολεμίοις, δύο στρατιώτας μίαν στιβάδα ποιεῖν προσέτασσεν, εἰ δὲ πολὺ πλῆθος παραδεῖξαι, τὸν ἕνα στρατιώτην δύο στιβάδας ποιεῖν· καὶ ταχέως ἐξ ἄλλου χωρίου εἰς ἄλλο μεθίστατο.

    [*](3, 9, 42)

    Ὅτι ὁ αὐτὸς νύκτωρ ἐπιθέσθαι μέλλων τοῖς πολεμίοις προσέταξε σαλπιγκτὰς ἄλλον ἀλλαχοῦ διασκορπισθέντας κατὰ διαφόρους τόπους σαλπίζειν διάφορα. τῶν δὲ πολεμίων ὧδε κἀκεῖσε πρὸς τὰς φωνὰς χωριζονμένων, ἐπειδὴ ὀλιγωθέντας εἶδε τοὺς ἐν τῷ χάρακι, προσβαλὼν κατὰ κράτος ἐνίκησεν.

    [*](4, 8, 4)

    Ὅτι Εὐμένης τὴν δύναμιν κατὰ κώμας χειμάσουσαν ἀποστείλας, τῶν πολεμίων αὐτῷ ἐξαίφνης περιελθόντων, βουλόμενος πεῖσαι, ὡς πᾶσα ἡ δύναμις αὐτῷ περισυνέστη, ἀποστείλας νύκτωρ τοὺς ἰδίους παῖδας πῦρ ἐν ἀγγείοις ἔχον- τας εἰς τὰ μετέωρα καὶ ἄπωθεν ὄρεια διαστάντας ἀπʼ ἀλλή- λων ὅσον πήχεις εἴκοσιν ὕλην ἱκανὴν καῦσαι προσέταξεν, τὰ δὲ πυρὰ πρώτης μὲν φυλακῆς ἐκκαῦσαι σφοδρότερον, δευ- [*](2 τοῖς κτήνεσι τοῖς H || 13 Ἀερωπὸς H || 24 χειμάσασαν H || 28 ὅρια H.)

    452
    τέρας δὲ ἐλλαττότερον, τρίτης δὲ μικρὰ παντάπασιν ὡς τὴν μίμησιν ἀληθινῇ στρατοπεδείρᾳ προσεοικέναι. ταῦτα ὁρῶντες οἱ πολέμιοι καὶ τὴν δύναμιν ἐπισυνῆφθαι τῷ Εὐμένει νομί- σαντες μὴ θαρρήσαντες ἐπιθεῖν ἀνεχώρησαν.

    Ὅτι Πτολεμαῖος Περδίκκου κατὰ Μέμφιν διαβαίνοντος [*](4, 19 (18)) τὸν ποταμὸν συναγαγὼν ἐκ τῆς χώρας συφόρβια, βουκόλια καὶ ἑτέρας κτηνῶν ἀγέλας προσέταξεν ἑκάστῳ ζῴῳ φρυγάνου φορτίον ἐκδῆσαι, ὅπως ἐπισυρόμενον κονιορτὸν ἐγείρῃ πλεῖ- στον, αὐτὸς δὲ ἀναλαβὼν τῶν ἱππέων τοὺς λοιποὺς, ὅσους εἶχε, τολμηρῶς τοῖς πολεμίοις προσήνεγκεν. οἱ δὲ πολὺ πλῆθος ἐκ τοῦ κονιορτοῦ ἐπιέναι νομίσαντες, ἀλλὰ καὶ τὴν τοῦ Πτολεμαίου τόλμαν ἐκεῖθεν ὑποπτεύσαντες αὐτίκα ἔφυ- γον, καὶ οἱ πλεῖστοι αὐτῶν διεφθάρησαν.

    Ὅτι Τύννιχος πόλεως αὐτῷ ἐν παραθαλασσίᾳ πολιορ- [*](5, 23) κουμένης βουλόμενος τῆς πολιορκίας ἀπολυτρώσασθαι μίαν ναῦν κεκτημένος καὶ ἀναχθεὶς ἐπʼ αὐτῆς, ἐν διαφόροις σκά- φεσιν ἀνὰ ἑνὸς ἐμβιβάσας ἀνδρὸς μετὰ ἑνὸς σαλπιγκτοῦ δια- στήσας συμμέτρως ἐκέλευσεν, ἡνίκα αὐτὸς ἀποσημάνῃ, δια- δεξαμένους καὶ αὐτοὺς ὑποσημαίνειν παραλλάσσοντας τοὺς χρόνους, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. τούτῳ τῷ τρόπῳ οἱ πολιορκοῦντες νομίσαντες ἐπί- πλουν εἶναι στόλου μείζονος καταλιπόντες τὴν πόλιν ᾤχοντο.

    Ὅτι Τριβαλλοῖς Σκύθαι παρατάσσεσθαι μέλλοντες παρήγ- [*](7, 44, 1) γειλαν τοῖς γεωργοῖς καὶ τοῖς ἱπποφοροῖς, ἐπειδὰν αἴσθων- ται συμβάλλοντας αὐτοὺς, ἐπιφανῆναι πόρρωθεν τὰς ἀγέλας τῶν ἵππων ἐλαύνοντας. οὓς ἰδόντες οἱ πολένμιοι καὶ πλῆθος ἱππέων καὶ πεζῶν εἶναι νομίσαντες ἔφυγον.

    Ὅτι καὶ Καῖσαρ τοὺς πολεμίους ὁρῶν πολλοὺς ἱππεῖς [*](8, 23, 12) ἔχοντας, αὐτὸς δὲ ὀλίγους ἔταξεν ἔμπροσθεν τῶν ἱππέων λόχους τέσσαρας πεζῶν παραγγείλας μηδὲν ἄλλο δρᾶν ἢ τοῖς ποσὶν ἐγείρειν πλῆθος κονιορτοῦ.

    [*](14 Τυρήννιχος H || 20 εἶχον H || 22 στόλον H.)
    453
    [*](f. 1, 47, 13 11, 3)

    Ὅτι ἐν μὲν ναυσὶ χρὴ συζεῦξαι τὰς ναῦς καὶ κατὰ δύο [*](5, 22, 2) ἓν ἱστίον ἐξαρτῆσαι.

    [*](8, 23, 7)

    Ὅτι Καῖσαρ πολεμῶν Γαλάταις καὶ βουλόμενος δόξαν ἐμποιῆσαι, ὡς ὀλιγωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον διετείχισεν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλαβόμενος μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο· ἐκ δὲ τοῦ χάρα- κος προελθόντες ὀλίγοι ἱππεῖς καὶ τοὺς πολεμίους ἐκκαλού- μενοι σκιρτῶντες ἐπαναστῆναι προυτρέψαντο. αὐτὸς δὲ ἐξαί- φνης προσπεσὼν κατὰ νώτου καὶ ἐν μέσῳ τοὺς βαρβάρους καταλαβὼν τοὺς πλείονας διέφθειρεν.

    [*](2, 1, 2)

    Ὅτι Λακεδαιμόνιοι Θηβαίοις καὶ Ἀθηναίοις παρετάσ σοντο, ὧν ἡγεῖτο Χαβρίας καὶ Γοργίδας, οἳ καὶ παρήγγειλαν τοὺς αὐτῶν στρατιώτας μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ τὰ δόρατα ὀρθὰ προτειναμένους. οἱ δὲ ἐναντίοι τὸ στάσι- μον καταπλαγέντες τῆς μάχης ἀνεχώρησαν.

    [*](2, 10, 4)

    Ὅτι Κλεανδρίδας Λευκανοῖς πολεμῶν καὶ ὀλίγους παρα- δεῖξαι τοὺς οἰκείους μηχανώμενος πρὸς τὸ ἐκκαλέσασθαι τοὺς ἐναντίους παρήγγειλεν εἰς βάθος πυκνῶσαι τὴν φάλαγγα· οἱ δὲ πολέμιοι ὑπερκεράσαι βουλόμενοι, αὐτὸς τοὺς ἐπιστάτας μετα- βαίνειν εἰς παράταξιν προτρεψάμενος κατὰ πολύ ποιήσας ἐπιμηκεστέραν τὴν ἰδίαν φάλαγγα ὑπερφαλαγγήσας καὶ κυ- κλωσάμενος ἐνίκησεν.

    [*](4, 3, 22)

    Ὅτι Ἀλέξανδρος ἐν τῇ πρὸς Πῶρον μάχῃ τὸ μὲν ἱππι- κὸν ἐπὶ τοῦ δεξιοῦ μέρους ἔταξεν ἐν μετώπῳ, τὸ δὲ λοιπὸν ἐν ἐπικαμπίῳ, τὴν δὲ φάλαγγα καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ ἀριστεροῦ κέρως ἔστησε καὶ ἀπὸ τούτων ἐπικάμπιον ἔταξεν.

    [*](9 σκιρτῶντας H || προυτρέψατο H || 15 αὐτῶν H || 23 ὑπερ- φαλαγγίσας H || 27 καμπίω H.)
    454

    Ὅτι χρήσιμος ὁ τῶν αὐλῶν ἦχος ἐν τοῖς πολέμοις ἀδιά- [*](1, 10) σπαστον καὶ καλῶς συντεταγμένην τὴν φάλαγγα δυνάμενος συντηρεῖν. τούτου δὲ μαρτύριον, ὅτι ἐν Λεύκτροις οἱ Λά- κωνες παραταξάμενοι ἐνίκων προησκημένοι τὸν αὐλὸν, ἐπεὶ δὲ ἄνευ τούτου τὸν πόλεμον ἠρέθισαν, εἰς φυγὴν ἐτράπησαν.

    Ὅτι Κλεανδρίδας τὸν πόλεμον νικήσας προῆγε τοὺς [*](2, 10, 2) στρατιῶτας εἰς τὰ σκηνώματα τῶν ἐναντίων, δεικνὺς ἄλλον ἀλλαχοῦ πεπτωκότα ἐκ τοῦ διεσπάσθαι ἀπʼ ἀλλήλων, παι- δεύων τοὺς οἰκείους μὴ διασπᾶν τὴν παράταξιν ὡς μέγαν φέροντα τὸν κίνδυνον τὸν τοιοῦτον διασπασμόν.

    Ὅτι Φίλιππος, ἡνίκα πρὸς ἀγυμνάστους ἔμελλε τὴν παρά- 4, 2, ταξιν ποιεῖν γεγυμνασμένους τοὺς οἰκείους ἔχων, ἐπὶ πολὺ ἐξέτεινε τὸν χρόνον τῆς παρατάξεως, ὡς ἂν τῷ τοιούτῳ τρόπῳ ἐκλύῃ τοὺς ἐναντίους. ἡνίκα δὲ ἀγυμνάστους κεκτημένος γεγυμνασμένοις ἔμελλε παρατάσσεσθαι ἔσπευδε τὴν μάχην.

    Ὅτι ζῴῳ ἀμάχῳ τὴν ἴσχυν ἡ φάλαγξ ἔοικεν, ἕως μέν [*](cf. 3, 9, 22) ἐστι σῶμα καὶ τηρεῖ τὸν συνασπισμὸν, διαλυθὲν δὲ καὶ τὴν καθʼ ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος.

    Ὅτι Ἀλέξανδρος Δαρείῳ παρατάσσεσθαι μέλλων παράγ- [*](4, 3, 5) γελμα τοῖς οἰκείοις δέδωκεν, ἵνα, ἡνίκα ἐγγὺς γένωνται τῶν πολεμίων, γόνυ κλίναντες τοῖν χεροῖν διατρίβωσι τὴν γῆν, ἡνίκα δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε μετὰ θυμοῦ καὶ ἀν- δρείας τοῖς πολεμίοις προσβάλλειν. τοῦτο ποιήσαντες εἰς ἔκπληξιν ἔφερον τοὺς πολενμίους σχῆμα προσκυνούντων τῶν ἀντιπαραταττομένων νομίζοντας. καὶ διὰ τοῦτο τὴν ἰσχὺν ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώτεροι ἐπὶ τοσοῦ- τον, ὥστε καὶ τὸν βασιλέα αὐτῶν μεγαλαυχεῖν ὡς ἀμαχητὶ νενικηκότα τὸν πόλεμον. τοῦ δὲ συνθήματος γενομένου ἐξαίφνης οἱ Μακεδόνες ἀναστάντες μετὰ τῆς προσηκούσης [*](6 ήρέθ σαν] ἐρεθησαν H || 15 ἐκλύει H || 26 νουίζοντες H.)

    455
    ὁρμῆς ῥοιζηδὸν ἐμβάλλουσι τοῖς πολενμίοις καὶ μεγάλην νίκην ἐνίκησαν.

    [*](4,3,6)

    Ὅτι Ἀλεξάνδρου πολεμοῦντος Πέρσας μοίρας τινὸς Περσι- κῆς τὰ σκευοφόρα τῶν ζῴων ἁρπαζούσης ἀγγελθὲν αὐτῷ ἔφη πρὸς τοὺς ἐπαγγείλαντας, ὡς οὐ χρὴ διαλύσαι τὴν φάλαγγα χάριν τῆς ἐκείνων ἐπιθέσεως, ἀλλὰ τοῖς πολενμίοις αὐτοῖς μάχεσθαι καὶ ὅτι ἡττηθέντες μὲν οὐδʼ αὐτῶν τῶν σκευο- φόρων χρῄζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν πολεμίων ληψόμεθα.

    [*](8, 23, 25)

    Ὅ Καῖσαρ Πομπηΐῳ παραταξάμενος ὁρῶν τοὺς τῶν πολειμίων νέους ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σενμνυνο- μένους παρήγγειλε τοὺς ἰδίους στρατιώτας ἐπὶ τῶν προσώ- πων αὐτοὺς τιτρώσκειν. οἱ δὲ διὰ τὸ μὴ λωβηθῆναι τὸ αὐτῶν κάλλος εἰς φυγὴν ἐτράπησαν.

    [*](deest in Polyaeni codioibus)

    Ὅτι τὸ τῆς φάλαγγος εἶδος οὕτως ὀφείλει παρατάττε- σθαι τῶν πρωτοστατῶν καὶ ἐπιστατῶν καὶ τῶν τρίτων τὰ δόρατα ἀναλογοῦντα κατὰ τὴν ἑκάστου στάσιν ἐν ἴσῳ τὰς αἰχμὰς προάγεσθαι, μετὰ δὲ τοὺς τρίτους χρὴ τὰ δόρατα ἔχειν ὀρθὰ, ὡς, εἴ τι ἐλλιπὲς γένοιτο τῆς τάξεως, ἀναπίῃ- ῥώσουσιν αὐτοὶ, εἰ δὲ κύκλωσις γένηται, στραφέντες εἰς τοὐ- πίσω ποιήσουσι τὴν φάλαγγα ἀμφίστονμον.

    [*](1,40,9)

    Ὅτι Ἀλκιβιάδης Κύζικον πολιορκῶν ἔπεμψεν ἀπόνμοιραν στρατοῦ, ὅπως τοὺς κατὰ τὴν πόλιν ἀποχωροῦντας κωλύσουσιν, αὐτὸς δὲ μετʼ ὀλίγων νεῶν πρὸς τὴν ναυμαχίαν ἀνήγετο. οἱ Κυζικηνοὶ μετὰ πλειόνων ἀνήχθησαν, ὁ δὲ Ἀλκιβιάδης προσεποιήσατο φεύγειν. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὴν ἀπό- μοιραν ἐγένοντο, Ἀλκιβιάδης τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντιπρῴρους, οἱ δὲ Κυζικηνοὶ πρὸς τὴν πόλιν ἀνα- στρέψαντες ὑπὸ τῆς ἀπονμοίρας περικυκλῶ θέντες κατεσφάτ- τοντο καὶ κατὰ κράτος ἡττήθησαν.

    [*](14 αὐτῶν H 24 κωλύουσιν H 28 ἐπέτρεψε H.)
    456

    Ὅτι Ἰφικράτης λείαν ἔκ τινων χώρων [*](3,9,48) πολλὴν, ἐπειδὴ ἐδιώκετο παρὰ τοῦ φρουράρχου, πρὸ τῆς λείας τοὺς ὁπλίτας τάξας, κούφους καὶ ψιλοὺς κατʼ ὀλίγον ἄλλον ἀλλαχοῦ τῷ Λάκωνι ἀντετάσσετο καὶ τούτοις προσ- έχοντι αὐτὸς μετὰ ἀδείας περικυκλώσας καὶ κατὰ νώτου γενόμενος πάντας διέφθειρεν.

    Ὅτι Παμμένης παρατασσομένων αὐτῷ πολεμίων πολλὴν [*](5, 16, 2) ἵππον κεκτημένων αὐτὸς τὴν κούφην στρατιὰν ἔταξε κατὰ τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας ὑπο- φεύγειν, τοὺς δὲ ἱππεῖς καθʼ ἑκάτερα μέρη τῶν κεράτων ἵστασθαι. τούτου γενομένου εὐχερῶς περικυκλώσας τῶν πο- λεμίων περιεγένετο ἀναστρεψάντων καὶ αὐτῶν φεύγειν δο- γκούντων.

    Ὅτι καὶ Ἀννίβας παρατασσόμενος ἔταξεν τοὺς μὲν γεν- [*](deest in Polyaeni codicibus) ναιοτέρους ἑκατέρωθεν τῆς φάλαγγος, τοὺς δὲ ἀσθενεστέρους ἐν μέσῳ προύχοντας ὑπὲρ τὴν φάλαγγα, καὶ παράγγελμα ἔδωκεν, ἡνίκα τοὺς μέσους ὠσάμενοι διώκειν ἐπιχειροῖεν [οἱ πολέμιοι], συνάπτειν τὰ κέρατα. ἡ κύκλωσις αὕτη πεντα- κισμυρίους ἔκτεινεν ἐν τῇ μάχῃ.

    Ὅτι Ὀρόντης ἀποστὰς ἐπολένμει τοῖς βασιλέως στρατη- [*](7, 14, 2) γοῖς καὶ παρήγγειλε τοῖς στρατιώταις ἐχυρὸν μάλιστα τὸ χαράκωμα ποιεῖν καὶ οὕτως ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπιλέκτους λαβὼν ἱππέας ἐξώρμησεν καὶ διὰ τῆς ἐπὶ Σάρδεις ὁδοῦ λείαν πολλὴν ἀπήλασεν καὶ πένμψας ἄγγε- λον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῇ ὑστε- ραίᾳ ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπ- εξῆλθον, αὐτὸς δὲ κατὰ νώτου τῶν πολειμίων γενόνμενος πλείστους αὐτῶν καὶ ἔκτεινε καὶ ἐζώγρησεν.

    Ὅτι Καῖσαρ Γαλατίαν πόλιν πολιορκῶν τῶν Γαλατῶν [*](8, 23, 11) ἀθροισθέντων εἰς εἴκοσι πέντε μυριάδας αὐτὸς νύκτωρ δισ- χιλίους ὁπλίτας καὶ τοὺς ἱππέας διελὼν ἐκ πλαγίου μέρους ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας τῆς ὑστεραίας ἀμφὶ [*](17 [οἱ πολέμιοι| inseruit ,W || 20 ἀποστείλας H 25 τοὺς H.)

    457
    δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου ἔχεσθαι. αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν εἰς μάχην καὶ ἐκ τούτου πλεῖστον φόνον ἁλάτων εἰργάσατο.